← 辛普里丘

亚里士多德《物理学》注释

§133.30-135.20

向爱利亚派屈服与柏拉图对非有的引入

辛普里丘针对亚里士多德在187a1中关于有人屈服于爱利亚派两种论证的说法,指出柏拉图赞同了前提并由此引入了非有;他考察了亚历山大与波菲利关于柏拉图非有理论的解释,并通过引用《智者篇》论证柏拉图引入的是相对的非有而非绝对的非有。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26#1

" Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις." Ἐλέγξας τὸν Παρμενίδου λόγον αὐτὸς ὡς καὶ τὰς προτάσεις ψευδεῖς λαμβάνοντα (ἦν δὲ ἡ πρότασις τὸ μοναχῶς λέγεσθαι τὸ ὂν ἤτοι τὸ ‘παρὰ τὸ ὂν οὐκ ὄν’ ἢ τὸ ‘οὐκ ὂν οὐδέν’, ταῦτα γὰρ ἰσοδυναμεῖ) καὶ ὡς ἀσυλλογίστως συνάγοντα (μὴ γὰρ ἀκολουθεῖν τὸ ἐπιφερόμενον συμπέρασμα), ἐνίους φησὶν ἀμφοτέροις ἐνδοῦναι τοῖς λόγοις τῷ τε εἰρημένῳ τοῦ Παρμενίδου καὶ τῷ τοῦ Ζήνωνος, ὃς βοηθεῖν ἐβούλετο τῷ Παρμενίδου λόγῳ πρὸς τοὺς ἐπιχειροῦντας αὐτὸν κωμῳδεῖν ὡς εἰ ἕν ἐστι πολλὰ καὶ γελοῖα συμβαίνει λέγειν τῷ λόγῳ καὶ ἐναντία αὑτῷ, δεικνὺς ὁ Ζήνων ὡς ἔτι γελοιότερα πάσχοι ἂν αὐτῶν ἡ ὑπόθεσις ἡ λέγουσα πολλά ἐστιν ἤπερ ἡ τοῦ ἓν εἶναι, εἴτις ἱκανῶς ἐπεξίοι. ταῦτα γὰρ αὐτὸς ὁ Ζήνων ἐν τῷ Πλάτωνος Παρμενίδῃ μαρτυρῶν φαίνεται τῷ λόγῳ· καὶ ὁ μὲν τοῦ Παρμενίδου λόγος ἐστίν, ὅτι πάντα ἓν τὸ ὄν ἐστιν, εἴπερ τὸ ὂν ἓν σημαίνει. τὸ γὰρ παρ’ αὐτὸ οὐδὲν ἔσται. ὡς δὲ Θεόφραστος προήγαγε ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν. τὸ οὐκ ὂν οὐδέν’. καὶ τούτῳ φησὶν ἐνδοῦναι τῷ λόγῳ τινάς. ἐνδοῦναι δέ ἐστι λόγῳ τὸ συγχωρῆσαι ταῖς προτάσεσι ταῖς κατασκευαζούσαις αὐτὸν ἢ τῇ συμπλοκῇ.1 τὸν οὖν Πλάτωνά φασιν ἐνδοῦναι τῇ προτάσει τῇ λεγούσῃ τὸ παρὰ τὸ ὂν οὐκ ὄν (καὶ γὰρ τὴν κίνησιν καὶ τὴν στάσιν καὶ ταὐτὸν καὶ ἕτερον ἐν Σοφιστῇ ἕτερα τοῦ ὄντος εἶναί φησι), τὸ δὲ οὐκ ὂν οὐδὲν οὐκέτι συγχωρεῖν· καὶ γὰρ τὰ ἕτερα τοῦ ὄντος, κἂν μὴ ὄντα ᾖ, ἀλλ’ ὅμως εἶναί φησι καὶ ταύτῃ τὸ μὴ ὂν εἰσάγει. Καὶ ὁ μὲν Ἀλέξανδρός φησιν αὐτὸν τὸ μὲν εἰ ἓν τὸ ὂν συγχωρεῖν, πάντα δὲ ἓν εἶναι μηκέτι συγχωρεῖν τιθέντα τῶν πάντων μὴ μόνον τὸ ὄν, ἀλλὰ καὶ τὸ μὴ ὄν. “καὶ οὐχ οὕτως, φησί, τὸ μὴ ὂν εἶναι ἔλεγεν ὡς ὄν τι τῶν ὑπὸ τὸ ὄν. οὐ γὰρ τὸ τὶ μὲν μὴ ὂν τὸ δὲ ὄν, οὐδὲ τὸ ἐν τῷ κειμένῳ ὄντι περιεχόμενον, ἀλλὰ τὸ ἄλλην φύσιν ἔχον παρὰ τὸ ὡμολογημένον καὶ κείμενον ἔλεγεν εἶναι δεξάμενος τὸ ἓν εἶναι καὶ μοναχῶς λέγεσθαι. ὁ δὲ συγχωρήσας τῇ προτάσει τῇ παρὰ τὸ ὂν οὐκ ὄν, λέγων δὲ εἶναι ἄλλο τι τοῦ ὄντος τοῦ εἰλημμένου ἐν τῇ προτάσει, εἶναι τὴν ἀντίφασιν λέγει.2 δοὺς γὰρ τὸ παρὰ τὸ ὂν μὴ εἶναι λέγει πάλιν τὸ παρὰ τὸ ὂν εἶναι καὶ τῇ ἀντιφάσει περιπίπτει τῇ τὸ μὴ ὂν ἁπλῶς εἶναι λεγούσῃ. καίτοι εἴ τις λέγοι μὲν εἶναι τὸ μὴ ὄν, μὴ τὸ ἁπλῶς δὲ μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὄν, οὐ περιπίπτει τῇ ἀντιφάσει. τὸ γὰρ ἄλλο τι ὂν ἄλλο οὐκ ἔστιν. οὐ γὰρ ἓν κατὰ τὸν ἀριθμὸν τὸ ὂν ἐδείχθη διὰ τοῦ ληφθῆναι μοναχῶς λέγεσθαι.” ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. Φησὶ δὲ ὁ Πορφύριος τὸν Πλάτωνα καὶ τὸ μὴ ὂν λέγειν εἶναι, οὕτως μέντοι εἶναι ὡς μὴ ὄν. τὸ μὲν γὰρ ὄντως ὂν ἀπεφήνατο εἶναι τὴν ἰδέαν καὶ ταύτην ὄντως εἶναι οὐσίαν, τὴν δὲ ἀνωτάτω πρώτην ἄμορφον καὶ ἀνείδεον ὕλην ἐξ ἧς τὰ πάντα ἐστὶν εἶναι μέν, μηδὲν δὲ εἶναι τῶν ὄντων. αὐτὴ γὰρ ἐφ’ ἑαυτῆς ἐπινοουμένη δυνάμει μὲν πάντα ἐστίν, ἐνεργείᾳ δὲ οὐδέν. τὸ δὲ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης ἀποτέλεσμα καθ’ ὅσον μὲν εἴδους μετέχει, κατὰ τοῦτο εἶναί τι καὶ προσαγορεύεσθαι κατὰ τὸ εἶδος, καθ’ ὅσον δὲ τῆς ὕλης καὶ διὰ ταύτην ἐν συνεχεῖ ῥύσει καὶ μεταβολῇ τυγχάνει, πάλιν μὴ ἁπλῶς μηδὲ βεβαίως εἶναι. ἀντιδιαιρούμενος γοῦν αὐτὰ ἐν τῷ Τιμαίῳ φησί “τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε”. καὶ τὸ μὴ ὂν εἶναι ἔφη, οὐ τὸ ὂν μὴ ὂν εἶναι, καὶ τὸ μὴ ὂν εἶναι ὄν· οὐ μὴν τὰ κατὰ τὴν ἀντίφασιν ἀντικείμενα. τὸν μὲν γὰρ ἄνθρωπον οὐχ οἷόν τε ἅμα καὶ μὴ ἄνθρωπον εἶναι, μὴ ἵππον δὲ ἀληθὲς εἰπεῖν. Ἀλλὰ πρὸς μὲν τὸν Ἀλέξανδρον ἀρκεῖ τὴν Πλάτωνος παραθέσθαι ῥῆσιν, ἧς αὐτὸς Ἀλέξανδρος ἐμνημόνευσε, δεικνῦσαν οἶμαι σαφῶς, ὡς ὁ Πλάτων οὐ τὸ ἁπλῶς μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὂν εἰσῆγεν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· “Οἶσθα οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν;3 Τί δή; Πλεῖον ἢ κεῖνος ἀπεῖπε σκοπεῖν ἡμεῖς εἰς τὸ πρόσθεν ἐπιζητήσαντες ἀπεδείξαμεν αὐτῷ. Πῶς;

“然而有些人屈服于这两种论证。” 在亲自驳斥了巴门尼德的论证既采取了虚假的前提(前提是有仅以单一种方式被言说,即要么是“有之外者为非有”,要么是“非有乃无”,因为这些具有同等效力),又以非三段论的方式得出结论(因为所引出的结论并未随之而来)之后,他[亚里士多德]说有些人屈服于这两种论证,即巴门尼德上述的论证和芝诺的论证。芝诺曾希望帮助巴门尼德的论证来反对那些试图嘲弄它的人——他们声称如果是一,该论证就会导致说出许多荒谬可笑且自相矛盾的事情——芝诺表明,如果有人充分予以推究,他们声称存在着多者的假设比起那一存在的假设将会遭受更为荒谬的后果。因为芝诺本人在柏拉图的《巴门尼德篇》中似乎为该论证作证;而巴门尼德的论证是,如果有意味着一,那么万物皆为单一的有。因为在它之外者将不存在任何事物。正如泰奥弗拉斯托斯所推演的:“有之外者为非有。非有乃无。”而他[亚里士多德]说某些人屈服于这个论证。屈服于论证就是赞同构成它的诸前提或其结合。因此他们说,柏拉图屈服于主张“有之外者为非有”的前提(因为在《智者篇》中他也说运动、静止、同与异皆不同于有),但不再赞同“非有乃无”;因为他说,即使不同于有者是非有,它们仍然存在,并且以这种方式引入了非有。亚历山大说,他赞同如有是一的前提,但不再赞同万物皆为一,在万物之中不仅设定了有,而且设定了非有。“并且他并不是这样,”他说,“说非有作为隶属于有的某种有者而存在。因为这既非指某特定方面是非有而另一特定方面是有,亦非指包含在既定的有之中,而是说,在接受了一且以单一种方式言说之后,存在着在公认且既定的东西之外具有另一种本性的事物。然而,赞同‘有之外者为非有’之前提,却又说在前提中所取的有之外存在着某种别的东西的人,是在断言矛盾存在。因为在承认了有之外者不存在之后,他又说有之外者存在,从而陷入了声称非有断然存在的矛盾之中。不过,如果有人主张非有存在,但不是断然的非有,而是某种特定的非有,他就不会陷入这一矛盾。因为作为另一种特定有者的东西并不是另一物。因为有并没有通过被视为以单一种方式言说而被证明在数量上是一。”亚历山大便是这样论述的。 另一方面,波菲利说,柏拉图也说非有存在,然而却是作为非有而存在。因为他断言真正存在者乃是相,且这才是真正的实体,而作为万物本源的最上层最初的无形体无相状之质料虽然存在,却不是诸有者中的任何一物。因为它就自身被考量时,在潜能上是万物,但在现实中却一无所有。而由形相与质料构成的产物,在其分有形相的限度内,依此存在为某种事物并依照形相被命名;但就其源于质料并因其处于连续不断的流动与变化之中而言,它又并非断然地亦非稳固地存在。因此他在《蒂迈欧篇》中区分它们时说:“什么是始终存在而没有生成的事物,又什么是生成而决不恒在的事物?”而且他说非有存在,并不是说有是非有,而是说非有是有;决非指依矛盾互相对立者。因为人不可能同时是非人,但说其为非马则是真实的。不过,针对亚历山大,只需引证柏拉图自己的言论便已足够,亚历山大本人也提及了这段话,我认为它清楚地表明,柏拉图所引入的不是断然的非有,而是某种特定的非有。这段话如下:“‘那么,你知道我们违背巴门尼德已经远远超出了他的禁令吗?’‘为什么呢?’‘比他所禁止考察的更为前进地进行了探究之后,我们向他作出了论证。’‘如何做到的?’”

语法注3 条
  1. 1.26ἐνδοῦναι δέ ἐστι λόγῳ τὸ συγχωρῆσαι ταῖς προτάσεσι ταῖς κατασκευαζούσαις αὐτὸν ἢ τῇ συμπλοκῇ

    这是对 ἐνδοῦναι λόγῳ(屈服于论证)的定义句。主语是不定式短语 ἐνδοῦναι λόγῳ,表语是带冠词的不定式 τὸ συγχωρῆσαι 及其与格补足语 ταῖς προτάσεσι 和 τῇ συμπλοκῇ(由 ἤ 并列),分别指论证的前提与其逻辑组合方式(推论形式)。

  2. 1.26εἶναι τὴν ἀντίφασιν λέγει

    由 λέγει 支配的带宾格的不定式结构,τὴν ἀντίφασιν 作不定式的宾格主语,εἶναι 为谓词,意为“主张该矛盾成立/存在”,指的是紧接着所指出的既承认有之外者不存在、又主张有之外者存在的自相矛盾。

  3. 1.26Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν

    引自柏拉图《智者篇》(258c–d)。动词 ἠπιστήκαμεν 是 ἀπιστέω 的完成时主动语态,与与格 Παρμενίδῃ 连用,意为“违背了巴门尼德”或“不信从巴门尼德”;μακροτέρως τῆς ἀπορρήσεως 由比较级副词与比较属格构成,表示“远远超出了他所禁令的界限”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:133.30-135.20