← 辛普里丘

亚里士多德《物理学》注释

§1347.11-1348.26

空气自我运动的假说及其批判

辛普里丘结束了对亚历山大关于投射运动之独到解答及其论据的引用(该解法主张空气在投射中一度成为自我运动者)。随后,辛普里丘探讨了该解释如何契合推动者与被运动者并非同时停止的说法,但进而依据《物理学》第八卷前半部分所确立的原则(即任何自我运动者都必然划分为推动的部分与被运动的部分)对空气作为自我运动者的假设提出了严重的质疑与批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.105#3

διὸ οὐχ ἅμα τὸ ῥιπτούμενον συμπαύεται τῆς κινήσεως τῷ ῥιπτοῦντι τῷ τὰ δι’ ὧν ῥιπτεῖται τὰ ῥιπτούμενα φύσεως ὄντα † τῆς τοῦ κινεῖσθαί τε ἐξ ἑαυτῶν δύνασθαι καὶ κινεῖν τὴν ἀρχὴν καὶ τὸ ἐνδόσιμον λαβόντα παρὰ τοῦ ῥίψαντος ἕκαστον αὐτῶν αὐτῇ τῇ δυνάμει τὸ μετ’ αὐτὸ κινοῦν τοῦ κινεῖσθαι τὸ ῥιπτούμενον, ἐφ’ ὅσον φέρεται, παρέχειν τὴν αἰτίαν.1 ὥσπερ γὰρ τὸ μεταβάλλον ἐξ ὕδατος, ἂν οὕτω τύχῃ, καὶ πῦρ γενόμενον θερμαίνει, θερμαίνει δὲ καὶ τὸ θερμανθὲν ὕδωρ καὶ ἔστιν ἀμφοτέροις μὲν τοῦ θερμαίνειν αἴτιον τὸ εἰς θερμὸν μεταβάλλον· ἀλλὰ τὸ μὲν πῦρ καίτοι τὴν αἰτίαν παρὰ τοῦ ποιήσαντος αὐτὸ ἔχον ὅμως, ἔστ’ ἂν ᾖ πῦρ, θερμαίνει, τὸ δὲ ὕδωρ οὐκέτι, ἕως ἂν ᾖ ὕδωρ, θερμαίνει, ἀλλ’ ἕως ἂν θερμὸν ᾖ, ὅτι τὸ μὲν φύσει γέγονε τοιοῦτον, τὸ δὲ οὐ φύσει, ἀλλὰ πέπονθεν. οὕτως οὖν ἔχει καὶ ἐπὶ τῶν ὑπ’ ἄλλου κινουμένων μὴ παρόντος ἔτι τοῦ κινήσαντος αὐτά, ὁποῖά ἐστι τά τε κατὰ φύσιν κινούμενα καὶ τὰ ῥιπτούμενα· ἀμφοτέροις μὲν γὰρ αἴτιον τῆς κινήσεως τὸ ποιῆσαν αὐτὰ τοιαῦτα. ἀλλὰ τὰ μὲν κατὰ φύσιν κινούμενα τῷ τοιαῦτα γεγονέναι, ἔστ’ ἂν ᾖ, ὁμοίως κατὰ τὴν αὐτὴν κίνησίν ἐστι κινητά, ὁ δὲ ἀὴρ ὁ ἐπὶ τῶν ῥιπτουμένων τῷ μένων ἐπὶ τῆς οἰκείας φύσεως πεπονθέναι ὑπὸ τῆς τοῦ ῥιπτοῦντος βίας2 διὰ τὸ πρὸς τοῦτο εὐπαθές. ἕως οὖν τὸ πάθος σῴζει, καθ’ ὃ κινεῖται, κινήσεται ταύτην τὴν κίνησιν, οὐκ ἀεί· οὐ γὰρ κατὰ φύσιν ἐστὶν αὐτῷ ἡ τοιαύτη κίνησις. σαφῶς δέ, φησίν, αὐτὸς περὶ τούτου λέγει ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ. φησὶ γὰρ τὰ μεταξὺ σώματα ἐπαμφοτερίζειν, τὸ ὕδωρ καὶ τὸν ἀέρα. ὁ δὲ ἀὴρ καὶ κουφότητος καὶ βαρύτητος μετέχων, ἐφ’ ὃ ἂν τὴν ἀρχὴν τοῦ φέρεσθαι καὶ τὸ ἐνδόσιμον παρὰ τοῦ ῥιπτοῦντος λάβῃ, ἐπὶ τοῦτο λοιπὸν φερόμενος, ἕως ἂν φυλάττῃ τὴν παρὰ τοῦ τὸ ἐνδόσιμον αὐτῷ τοῦ κινεῖν δύνασθαι δύναμιν παρασχόντος, κινεῖ καὶ φέρει καὶ τὸ ῥιφθὲν ὥσπερ ἐνδοθὲν αὐτῷ.” ταῦτα πάντα σχεδόν τι κατὰ τὴν τοῦ Ἀλεξάνδρου λέξιν ἀπεγραψάμην διά τε τὸ τῆς ἀπορίας πραγματειῶδες καὶ τὸ τῆς λύσεως καινοπρεπές, ἧς τὸ κεφάλαιον δι’ ὀλίγων ἐκείνων τῶν ῥημάτων παραδέδωκεν· “ὡς τὴν ἀρχὴν μὲν καὶ τὸ ἐνδόσιμον καὶ τοῦ κινεῖσθαι ὑπὸ τοῦ κινοῦντος εἰληφέναι ὥσπερ καὶ τοῦ κινεῖν, ἐσχηκέναι μέντοι δύναμιν παρ’ ἐκείνου τοιαύτην, ὡς ἐξ αὑτοῦ κινούμενον κινεῖν δύνασθαι τρόπον τινὰ γινόμενον πρὸς ὀλίγον αὐτοκίνητον”. Καὶ τάχα μὲν ἄν τις καὶ ἀπὸ τῶν ὑπὸ τοῦ Ἀριστοτέλους προσεχῶς ῥηθέντων ἀπορήσειεν, πῶς εἶπεν ἀλλ’ οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον. ἀλλὰ κινούμενον μέν, ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.3 εἰ γὰρ ἐξ ἑαυτοῦ κινούμενον κινεῖ καὶ οὐ δυνατὸν αὐτὸ σωματικῶς κινοῦν μὴ καὶ κινεῖσθαι, πῶς παυσάμενον τοῦ κινεῖσθαι κινοῦν ἔτι ἐστίν; ἀλλὰ τοῦτο μὲν ἴσως ἀπὸ τῶν ὑπὸ τοῦ Ἀλεξάνδρου ῥηθέντων λύειν δυνατόν· “ὁ γὰρ ἀήρ, φησί, κινεῖται καὶ ὑπὸ τοῦ ῥιπτοῦντος καὶ ὑφ’ ἑαυτοῦ. καὶ ὑπὸ μὲν τοῦ ῥίψαντος κινούμενος καὶ εὐθὺς παύεται, ὅταν παύσηται τὸ κινοῦν, κατὰ δὲ τὴν ἐξ ἑαυτοῦ κίνησιν οὐκ εὐθὺς παύεται μετὰ τὸ παύσασθαι τὸ ῥῖψαν”. ἀλλ’ ἀπὸ τῶν περὶ τοῦ αὐτοκινήτου ῥηθέντων πρότερον ὑπὸ τοῦ Ἀριστοτέλους, ἀπορήσοι ἄν τις. εἰ γὰρ ὑφ’ ἑαυτοῦ κινεῖσθαι τὸν ἀέρα τίθεμεν, ἵνα λύσωμεν τὴν ἀπορίαν, οὔτε δὲ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι τὸ αὐτοκίνητον δυνατόν, ὡς δέδεικται πρότερον, οὔτε ὅλον ὑπὸ μέρους οὔτε μέρος ὑφ’ ὅλου, ἀνάγκη καὶ ἐν τῷ ἀέρι, εἴπερ αὐτοκίνητος ἐγίνετο, μέρος μέν τι κινεῖν, μέρος δέ τι κινεῖσθαι, ὡς ἐπὶ τῶν ζῴων κινεῖ μὲν ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα. τί οὖν ἐν τῷ ἀέρι τὸ κινοῦν καὶ τί τὸ κινούμενον; εἰ γὰρ λέγοι τις κινεῖν μὲν τὴν φύσιν, κινεῖσθαι δὲ τὸ σῶμα, ὑπομνησθῆναι δεῖ τῶν ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τῶν τεττάρων στοιχείων ῥηθέντων ἐν τούτῳ τῷ βιβλίῳ ὅτι “οὐδὲν τούτων κινεῖ ἑαυτό, ἀλλὰ κινήσεως ἀρχὴν ἔχει, οὐ τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν”.

因此,被投掷物在运动中并非与投掷者同时停止,这是因为被投掷物赖以被投掷的介质,其自然本性在于既能由自身被运动又能去推动,在从投掷者那里获得了开端与推动力之后,它们中的每一个凭借那同一种能力推动其后之物,从而在被投掷物被运送的整个期间,提供其被运动的原因。因为正如(假设如此)由水转化而成为火的事物会加热,而被加热的水也会加热,并且对于二者而言,加热的原因都在于将它们转化为热者的事物;然而火虽然从制造它者那里获得了原因,却只要它仍是火就一直在加热,而水却不再是只要它仍是水就加热,而只是只要它仍处于热的状态就加热,因为前者是依其自然本性变成那样的,而后者并非依自然本性,而是遭受了一种受动状态。因此,在被另一事物运动而运动它者已不再在场的事物上(如依自然本性运动的事物和被投掷的事物)也是如此;因为对于二者而言,运动的原因都在于使它们成为如此的事物。然而依自然本性运动的事物由于变成了如此的状态,只要它们存在,就同样依相同的运动是可运动的;而投掷情形下的空气,[之所以被运动,]则是因为它在保持自身特有本性的同时,由于易于接受这一影响而遭受了来自投掷者强力的受动状态。因此,只要它保持着依之而被运动的那种受动状态,它就将进行这种运动,但并非永远如此;因为这样的运动对它而言并不是依自然本性的。而且他说,亚里士多德本人在《论天》第三卷中明确论及了这一点。因为他说水和空气这两种中间物体具有双重倾向。而兼具轻性与重性的空气,无论从投掷者那里获得了朝向何方的运送开端与推动力,此后便朝向该处被运送,并且只要它保持着来自那为其提供去推动之能力的开端者的力量,它就推动并运送被投掷之物,如同被交托给它一样。” 我几乎完全依照亚历山大的字句抄录了所有这些内容,这既是因为这一疑难处理的精细透彻,也是因为其解决方案的新颖别致,他用那简短的几句话概括了该方案的要旨:“它从推动者那里获得了被运动的开端和推动力,就像获得去推动的开端一样;然而它从那个人那里获得了如此的力量,以至于能够凭借自身被运动而去推动,从而在某种方式上一度成为自我运动者。” 或许有人还会根据亚里士多德紧接在前面所说的话提出疑问:他究竟是如何说出“然而并非同时停止推动与被运动”的?然而在推动者停止推动时,它〔停止〕被运动,却仍是推动者。因为如果它是在由自身被运动中去推动,且物体性地推动的事物不可能不同时被运动,那么它在停止被运动之后,又怎能仍是推动者呢?但这或许可以根据亚历山大所说的话来解决:“因为空气,”他说,“既被投掷者运动,又被自身运动。在被投掷者运动方面,当推动者停止时它便立刻停止;但在依由自身而来的运动方面,在投掷者停止之后它并不立刻停止。” 然而,根据亚里士多德先前关于自我运动者所说的话,人们仍会提出疑问。因为如果我们为了解决疑难而设定空气是由自身运动的,但正如先前所证明的,自我运动者既不可能作为整体被其自身的整体所运动,也不可能整体被部分运动或部分被整体运动,那么必然地,在空气之中,如果它确实变成了自我运动者,也必须是某一部分去推动,而某一部分被运动,正如在动物身上灵魂去推动而身体被运动一样。那么,在空气中,推动者是什么,而被运动者又是什么?因为如果有人说自然本性去推动而身体被运动,就必须回想起亚里士多德在本卷中关于四元素所说的话,即“这些事物中没有一个运动自身,而是具有运动的本原,不是去推动或去作用的本原,而是受动的本原”。

语法注3 条
  1. 8.105τῷ τὰ δι’ ὧν ῥιπτεῖται τὰ ῥιπτούμενα φύσεως ὄντα † τῆς τοῦ κινεῖσθαί τε ἐξ ἑαυτῶν δύνασθαι καὶ κινεῖν τὴν ἀρχὴν καὶ τὸ ἐνδόσιμον λαβόντα παρὰ τοῦ ῥίψαντος ἕκαστον αὐτῶν αὐτῇ τῇ δυνάμει τὸ μετ’ αὐτὸ κινοῦν τοῦ κινεῖσθαι τὸ ῥιπτούμενον, ἐφ’ ὅσον φέρεται, παρέχειν τὴν αἰτίαν

    紧随句首 διό 之后的整个句子通过原因与格的带冠词不定式结构 τῷ ... παρέχειν τὴν αἰτίαν(“因为……提供了原因”)来阐明主句(οὐχ ἅμα τὸ ῥιπτούμενον συμπαύεται...)的理由。不定式 παρέχειν 的逻辑主语是 τὰ δι’ ὧν ῥιπτεῖται τὰ ῥιπτούμενα(“投射物赖以被投掷的介质”),其后修饰有分词 ὄντα...、λαβόντα... 以及与分配性宾格 ἕκαστον αὐτῶν 一致的单数中性分词 κινοῦν。

  2. 8.105ὁ δὲ ἀὴρ ὁ ἐπὶ τῶν ῥιπτουμένων τῷ μένων ἐπὶ τῆς οἰκείας φύσεως πεπονθέναι ὑπὸ τῆς τοῦ ῥιπτοῦντος βίας

    与前面的对比成分 τὰ μὲν κατὰ φύσιν κινούμενα... 相对,ὁ δὲ ἀὴρ 保持为主格,省略了述谓动词(如“被运动”)。短语 τῷ ... πεπονθέναι 是表示原因的与格带冠词完成时不定式,分词 μένων 随逻辑主语(空气)保持为主格形式并置入不定式短语中。

  3. 8.105ἀλλὰ κινούμενον μέν, ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν

    针对前文所引语句 ἀλλ’ οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον,本句阐明了亚里士多德论述中的表观悖论:承前句补出 παύεται,当推动者停止推动时,它停止被运动,却依然作为“推动者”存在。这一表述直接引出了随后的难题,即物体性事物若不再被运动,怎能继续作为推动者去推动他物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1347.11-1348.26