- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1345.30-1347.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了在投射运动中原初推动者如何将推动力量赋予介质(空气或水)并逐级衰减直至终点,随后探讨了阿历山大针对介质是否“在被运动中去推动”所提出的疑难,并引介了阿历山大的解答,即介质暂时获得了一种特有的自我运动能力。
ἤ τι ἄλλο δὲ προσέθηκεν ἴσως διὰ τὴν λίθον καὶ τὸν σίδηρον ἢ τὸ ἤλεκτρον καὶ τὸ ἄχυρον. καὶ τὸ ὀστοῦν δὲ τοῦ ἰχθύος τοῦ ἱέρακος λέγεται χρυσὸν ἕλκειν, καὶ ἴσως τῷ προσεχῶς ἑλκομένῳ τὴν αὐτὴν ἐνδίδωσι δύναμιν καὶ τοῦτο. εἴτε οὖν κατὰ ὦσιν κινεῖ τὰ κινούμενα ὡς τὰ δι’ ἀέρος ἢ ὕδατος κινούμενα, εἴτε κατὰ ὁλκὴν ὡς τὰ εἰρημένα, τὸ πρῶτον κινοῦν οἷον τὸ ῥιπτοῦν, οὐ μόνον τὸ βέλος κινεῖ ἀλλὰ καὶ τὸν ἀέρα ἢ τὸ ὕδωρ, δι’ οὗ ἡ ῥῖψις γίνεται, καὶ οὐ μόνον κινεῖ ταῦτα, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἐνδίδωσι τοῦ κινεῖν, ὥστε μὴ μόνον κινεῖσθαι ἀλλὰ καὶ κινεῖν, φύσιν ἔχοντα κινεῖν ἅμα καὶ κινεῖσθαι. τοῦτο μὲν δή, φησίν, ἀνάγκη καὶ ἡμῖν λέγειν. τὸ γὰρ ἑξῆς τῆς λέξεως τῆς λεγούσης ἀνάγκη δὴ τοῦτο μὲν λέγειν τοιοῦτόν ἐστιν. ἀνάγκη οὖν, εἴ γε λύομεν τὸ ἀπορηθὲν † ἀποδίδωσι πρὸς τοῦτο [τὸ] μὲν λέγειν, ὅτι οὐχ ἅμα παύσεται κινοῦν καὶ κινούμενον.1 τὸ γὰρ κινηθέν, φησί, καὶ δύναμιν τοῦ κινεῖσθαι διαδεξάμενον τῷ φύσιν ἔχειν τοιαύτην οὐχ ἅμα παύεται τοῦ κινεῖσθαι καὶ τοῦ κινεῖν, ὡς ἐπὶ τῆς λίθου τῆς Ἡρακλείας ἔστιν ὁρᾶν· τὸ γὰρ ἑλκυσθὲν ὑπ’ αὐτῆς σιδήριον ἁψάμενον αὐτῆς οὐ κινεῖται μὲν οὐκέτι, κινεῖ δὲ τὸ ἐφεξῆς· κινεῖται γάρ, ἕως ἂν κινῇ τὸ κινοῦν, παυσαμένου δὲ τοῦ κινοῦντος παύεται καὶ τὸ κινούμενον τοῦ κινεῖσθαι. οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀέρος· οὐ γὰρ ἐπακολουθεῖ τῷ ῥιπτουμένῳ συγκινούμενος αὐτῷ, ἀλλὰ κινεῖ τὸν μετ’ αὐτὸν ἅμα καὶ κινητικὸν αὐτὸν ποιῶν. καὶ γὰρ ἐπὶ τούτου ὁ αὐτὸς λόγος· οὐχ ὁμοίως δέ· ἀεὶ γὰρ ἡ δύναμις ἡ ἀπὸ τοῦ πρώτου κινήσαντος ἐνδιδομένη μειοῦται κατὰ τὴν διαδοχὴν καὶ τέλος φθείρεται, τοῦ τελευταίου κινηθέντος μηκέτι καὶ κινῆσαι δυνηθέντος. διὸ πίπτει λοιπὸν τὸ ῥιφθὲν μηκέτι ἔχον, ὑφ’ οὗ κινηθήσεται. οὕτω δὲ καὶ τὰ ὑπὸ πυρὸς θερμανθέντα οὐ μόνον τὸ θερμαίνεσθαι ἔχει ὑπὸ τοῦ πυρός, ἀλλὰ καὶ τοῦ θερμαίνειν δύναμιν ὑπ’ αὐτοῦ καταδέχεται. καὶ μέχρι τινὸς τοῦτο προελθὸν μειούμενον τέλος παύεται, ὅταν, φησί, τὸ πρὸ τοῦ τελευταίου (τοῦτο γὰρ εἶπεν πρότερον) μηκέτι κινοῦν ἰσχύσῃ ποιῆσαι τὸ μεθ’ ἑαυτό, ἀλλὰ μόνον κινούμενον· τούτου γὰρ μηκέτι κινοῦντος οὐκέτι τὸ ἐφεξῆς κινηθήσεται. ἅμα οὖν παύεται τὸ κινοῦν, ὅπερ ἦν πρὸ τοῦ ἐσχάτου, καὶ τὸ κινούμενον τὸ ἔσχατον. παυσαμένου γὰρ τοῦ πρὸ αὐτοῦ τοῦ κινεῖν παύεται καὶ τὸ ἔσχατον τοῦ κινεῖσθαι, παυσαμένου δὲ τοῦ κινουμένου καὶ ἡ κίνησις παύεται, εἴπερ ἐν τῷ κινουμένῳ ἡ κίνησις. καὶ δῆλον ὅτι ἅμα παύεται ἐν τοῖς ἐσχάτοις, ἐπεὶ εἶπεν πρότερον, ὅτι οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον, ἐφ’ ἑνὸς ἑκάστου τῶν πρὸ τοῦ ἐσχάτου κινουμένου τοῦτο λέγων· τὸ γὰρ ἔσχατον κινούμενον οὐ κινεῖ. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις καλῶς, πῶς οὐχὶ καὶ τούτων ῥηθέντων μένει ἔτι ἡ αὐτὴ ἀπορία· ὁ γὰρ ἀὴρ ὁ τὴν δύναμιν τοῦ κινεῖν λαβὼν παρὰ τοῦ τὸ βέλος ῥίψαντος ἤτοι κινούμενος κινεῖ ἢ οὔ· ἀλλὰ μὴ κινούμενος μὲν οὐκ ἂν κινήσοι· τὰ γὰρ σωματικῶς κινοῦντα κινούμενα κινεῖ· εἰ δὲ κινούμενος κινεῖ, παύεται δὲ τοῦ κινεῖσθαι, ἅμα τῷ παύσασθαι κινοῦντα τὸν ῥιπτοῦντα τῷ πρός τι εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον ἅμα ἂν καὶ τοῦ κινεῖν παύοιτο. ᾧ ἀκολουθεῖ τὸ εὐθὺς τῷ παύσασθαι τὸν ῥιπτοῦντα τοῦ κινεῖν καὶ τὸ ῥιπτούμενον καταφέρεσθαι, ὅπερ οὐ φαίνεται γινόμενον. ταῦτα ζητήσας· “μήποτε, φησίν, διὰ τοῦ λέγειν τὸν ἀέρα δύναμίν τινα τοῦ κινεῖν παρὰ τοῦ τὴν ἀρχὴν κινήσαντος λαμβάνειν, ἐκεῖνο λέγει, ὅτι οἰκείαν δύναμιν ἴσχει παρὰ τοῦ κινήσαντος αὐτὴν λαβόν·2 εἰ δὲ οὐχ οἷόν τε κινεῖν μὴ κινούμενον, καὶ τοῦ κινεῖσθαι. ὡς τὴν ἀρχὴν μὲν καὶ τὸ ἐνδόσιμον καὶ τοῦ κινεῖσθαι ὑπὸ τοῦ ῥιπτοῦντος εἰληφέναι ὥσπερ καὶ τοῦ κινεῖν, ἐσχηκέναι μέντοι παρ’ ἐκείνου δύναμιν τοιαύτην,3 ὡς ἐξ αὑτοῦ κινούμενον κινεῖν δύνασθαι τρόπον τινὰ γινόμενον πρὸς ὀλίγον αὐτοκίνητον τῷ τοιαύτης φύσεως εἶναι, ὡς παραδέχεσθαι τὴν παρὰ τοῦ κινοῦντος δύναμιν δι’ εὐπάθειαν. τῆς μὲν οὖν ὑπὸ τοῦ ῥίψαντος κινήσεως παύεται τῷ ῥίψαντι συμπαυόμενον, τῆς δὲ ἐξ ἑαυτοῦ ἣν κινεῖται τῷ μὴ ἂν ἄλλως κινῆσαι τὸ μετ’ αὐτό, οὗ δύναμιν οἰκείαν ἔσχε λαβὸν αὐτὴν παρὰ τοῦ τὴν ἀρχὴν κινήσαντός τε καὶ ῥίψαντος, οὐκ εὐθὺς παύεται.
他补充说“或者其他某物”,大概是因为磁石与铁,或者琥珀与麦秆的缘故。据说鹰鱼的骨头也能吸引黄金,大概它对相继被吸引之物也赋予了相同的能力。因此,无论推动被运动之物是通过推力(如通过空气或水而被运动的事物),还是通过拉力(如上述诸物),原初的推动者(例如投掷者)不仅运动了投射物,而且也运动了投掷赖以发生的空气或水;并且不仅运动了它们,而且赋予了它们推动的力量,以致它们不仅被运动,而且自身也能去推动,因为它们具有同时既推动又被运动的自然本性。他说,我们确实也必然要说这一点。因为那句声称“确实必然要说这一点”的文本接下来正是这样的。因此,如果我们确实要解决这一疑难,就必然要说推动者与被运动者并非同时停止。他说,因为那被运动了的、且因具有如此自然本性而承接了推动能力的事物,并不是同时停止被运动和停止推动的,正如在赫拉克勒亚之石[磁石]上所能见到的那样;因为被它吸引的小铁片在接触到它之后,自身不再被运动,却推动了紧随其后之物;因为只要推动者在推动,它就在被运动,而在推动者停止时,被运动之物也停止被运动。空气的情形也是如此;因为它并非伴随被投掷物而与之一同运动,而是推动它之后的事物,同时使之具有推动能力。因为对它也适用相同的论理,只是并非以同样的方式;因为从原初推动者所赋予的力量在承续过程中不断衰减并最终毁灭,最后被运动之物不再能够进一步推动。因此,被投掷物随后便落下了,因为它不再具有将运动它的事物。以同样的方式,被火加热之物不仅从火那里接受被加热,而且也从火那里接纳加热的力量。而这在不断减弱中进展到某一点后便最终停止,他说,每当在最后之物前面的那个事物(因为这就是他所说的‘在先者’)不再有能力使它之后的事物成为推动者,而只能使之成为被运动者时;因为在这一个不再推动时,紧随其后之物将不再被运动。因此,那在最后之物前面的推动者与最后被运动的事物便同时停止了。因为在它之前的事物停止推动时,最后之物也停止被运动;而在被运动者停止时,如果运动确实存在于被运动者之中,运动也就停止了。显然,在最末端的诸事物中它们是同时停止的,因为他之前说过推动者与被运动者并非同时停止,那是针对在最后之物前面的每一个被运动之物而言的;因为最后被运动之物并不推动。 亚历山大在这些问题中适当地探讨道:即便说了这些话,为何仍未消除同样的疑难?因为从投掷箭矢的人那里获得了推动力量的空气,究竟是在被运动中去推动,还是不是?如果不被运动,它就不会推动;因为物体性地推动的事物是在被运动中去推动的;但如果它是在被运动中去推动,且在投掷者停止推动的同时停止被运动(因为推动者与被运动者是相依相关的),它就会同时停止推动。随之而来的结论便是:一旦投掷者停止推动,被投掷物也立刻坠落,但这显然并未发生。在探讨了这些之后,他说:“或许,通过说空气从最初推动者那里获得了某种推动的力量,他指的是:空气从推动它者那里接纳了这种力量,从而拥有了特有的力量;而如果不被运动就不可能推动,那么它也接纳了被运动的力量。也就是说,它从投掷者那里获得了被运动的开端和推动力,就像获得去推动的开端一样;然而它从那个人那里获得了如此的力量,以至于能够凭借自身被运动而去推动,由于其易受影响而具有接纳来自推动者之力量的自然本性,从而在某种方式上一度成为自我运动者。因此,对于由投掷者引起的运动,它与投掷者一同停止而告终;但对于它凭借自身所进行的运动(因为它若非如此就无法推动其后之物,而对此的特有力量是它从最初推动兼投掷者那里接纳而拥有的),它并不立刻停止。”
- 8.105ἀνάγκη οὖν, εἴ γε λύομεν τὸ ἀπορηθὲν † ἀποδίδωσι πρὸς τοῦτο [τὸ] μὲν λέγειν, ὅτι οὐχ ἅμα παύσεται κινοῦν καὶ κινούμενον.
标有剑号(†)处存在文本讹误。句子的句法骨干为 ἀνάγκη οὖν […] λέγειν,旨在表达若要解决疑难,就必然要声称“推动者与被运动者并非同时停止”。虽然 † ἀποδίδωσι πρὸς τοῦτο 常被尝试解读为亚里士多德对此给出的解答,但在句法上其与不定式 λέγειν 的搭配受到破坏;翻译时将 ὅτι 引导的宾语从句依附于 ἀνάγκη... λέγειν 这一主干要求来把握全文逻辑。
- 8.105οἰκείαν δύναμιν ἴσχει παρὰ τοῦ κινήσαντος αὐτὴν λαβόν
尽管紧接在前的形式主语是阳性名词 ὁ ἀήρ,但分词 λαβόν 以及后文的 συμπαυόμενον 却使用了中性单数形式。这是根据意义的一致(constructio ad sensum),意会了中性概念如 τὸ σῶμα(物体)或 τὸ κινηθέν(被运动者)。翻译中统一按以空气为主语予以表达。
- 8.105ὡς τὴν ἀρχὴν μὲν καὶ τὸ ἐνδόσιμον καὶ τοῦ κινεῖσθαι ὑπὸ τοῦ ῥιπτοῦντος εἰληφέναι ὥσπερ καὶ τοῦ κινεῖν, ἐσχηκέναι μέντοι παρ’ ἐκείνου δύναμιν τοιαύτην
连词 ὡς 统领完成时不定式 εἰληφέναι 与 ἐσχηκέναι,构成阐释亚历山大见解的间接引语。通过 μὲν... μέντοι 的对比结构,将“从投掷者那里获得被运动的开端”与“从该人处获得并拥有特有的推动能力”两项内容并列对置。
