← 辛普里丘

亚里士多德《物理学》注释

§1344.4-1345.30

抛体运动的疑难与动力传递的解决

辛普利丘探讨了针对作为原初推动者证明之基础的公理(凡被运动者皆被某物运动)由投射运动所提出的反驳;在指出将空气视作推动者的既有解释之缺陷后,他借助磁石的类比阐明了通过赋予推动力量来解决疑难的进路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.105#1

" Περὶ δὲ τῶν φερομένων ἔχει καλῶς διαπορῆσαι ἕως τοῦ καὶ τὴν κίνησιν." Δείξας τὸ προσεχῶς αὐτῷ προτεθὲν περὶ τοῦ πρώτως κινοῦντος τὴν ἀίδιον κίνησιν, ὅτι οὐ μόνον ἀκίνητον καὶ ἀίδιόν ἐστιν, ἀλλὰ καὶ ἀμερὲς καὶ ἀμέγεθες ἐκ τοῦ δεῖν, εἰ ἔχοι μέγεθος, ἢ ἄπειρον αὐτὸ εἶναι ἢ πεπερασμένον, εἰ οὖν ἄπειρον μὲν μέγεθος οὐδὲ ἔστιν ὅλως κατ’ ἐνέργειαν, πεπερασμένον δὲ μέγεθος ἀδύνατον αὐτὸ εἶναι, διότι τὸ τὴν ἀΐδιον κίνησιν κινοῦν ἄπειρον ἔχει δύναμιν, ἄπειρον δὲ δύναμιν ἐν πεπερασμένῳ μεγέθει ἀδύνατον εἶναι, πᾶς δὲ ὁ λόγος περὶ τοῦ πρώτως κινοῦντος ἀξιώματος ἤρτηται τοῦ λέγοντος, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται (εἰ γὰρ μὴ τοῦτο προληφθείη, μηδὲ ἔστιν ἀνάγκη τὸ τὴν ἀίδιον κίνησιν κινούμενον ὑπό τινος κινεῖσθαι, οὐδὲ τὰ περὶ τοῦ πρώτως κινοῦντος ἀποδειχθέντα χώραν ἕξει λοιπόν· εἰ γάρ ἐστί τινα κινούμενα μηδενὸς κινοῦντος, οὐκ ἀνάγκη τὸ κινούμενον τὴν ἀίδιον κίνησιν ὑπό τινος κινεῖσθαι)· βούλεται οὖν πρὸ τοῦ δεδειγμένοις ἐπαγαγεῖν τὸ προσῆκον συμπέρασμα ἔνστασίν τινα προβαλέσθαι1 φερομένην πρὸς τὸ ἀξίωμα τὸ λέγον πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τήν τε ἀδοκίμως ἐπαγομένην λύσιν ἐκθέσθαι καὶ αὐτὸς ἐπαγαγεῖν τὴν προσήκουσαν. καὶ ἡ μὲν ἔνστασίς ἐστι τοιαύτη· εἰ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, πῶς τινα μὴ ἐν αὑτοῖς ἔχοντα τὸ κινητικόν, ἀλλ’ ἔξωθεν κινηθέντα, μένει συνεχῶς κινούμενα καὶ τοῦ κινήσαντος μηκέτι κινοῦντος, ὥσπερ τὰ ῥιπτούμενα; τοῦ γὰρ ῥίψαντος αὐτὰ μηκέτι κινοῦντος ἐπὶ πολὺ μένει συνεχῶς ἐκεῖνα κινούμενα· δόξει γὰρ ὑπὸ μηδενὸς κινεῖσθαι τότε καὶ ἀναιρεῖσθαι τὸ πᾶν τὸ κινούμενον ὑπὸ τινος κινεῖσθαι. μὴ ἁπτομένου δὲ τοῦ κινήσαντος εἶπεν, ὡς μηκέτι ἁπτομένου μηδὲ ἐπιμένοντος ἐν τῷ ἅπτεσθαι παρ’ ὅλον τὸν τῆς κινήσεως χρόνον. εἶτα μνημονεύει τῆς λύσεως, καθ’ ἣν πειρῶνται λύειν τινὲς τὴν ἀπορίαν ταύτην. λέγουσι γάρ, ὅτι ὁ ῥίπτων ἅμα τῷ ῥιφθέντι καὶ ἄλλο τι κινεῖ, τὸν ἀέρα, ὃς κινούμενος ὑπὸ τοῦ ῥίψαντος κινεῖ τὸ ῥιφθέν. λέγει οὖν, ὅτι ὁμοίως τοῦ πρώτου καὶ τοῦτο ἀδύνατον· μόνον γάρ, ὅτι τὸν ἀέρα ἀντὶ τοῦ ῥιφθέντος μετέλαβεν ὁ λόγος, ἐπεὶ καὶ ἐπὶ τοῦ ἀέρος ὁ αὐτὸς λόγος· εἰ γὰρ μηδὲ οὗτος ἐξ ἑαυτοῦ κινεῖται (τῶν γὰρ ἐμψύχων ἴδιον τοῦτο), ἀλλ’ ὑπὸ τοῦ ῥίψαντος, ἐχρῆν εὐθὺς τῷ τὸν ῥίψαντα παύσασθαι τοῦ κινεῖν καὶ τὸν ἀέρα παύσασθαι τοῦ κινεῖσθαι, καὶ ἅμα πάντα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι τὰ κινούμενα, ὅταν τὸ πρῶτον κινοῦν παύσηται τοῦ κινεῖν. ἅμα οὖν καὶ τὸ ῥιφθὲν καὶ τὸν ἀέρα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι τοῦ κινεῖσθαι, εἴπερ πρὸς ἄλληλα λέγεται τὸ κινοῦν καὶ τὸ κινούμενον, κινεῖσθαι μέν, ἕως ἂν κινῇ τὸ ῥῖπτον, πεπαῦσθαι δέ, ὅταν παύσηται τὸ κινοῦν. εἰ γὰρ μένει ὁ ἀὴρ κινούμενος, συμβήσεται μὴ ἁπτομένου μηδὲ κινοῦντός τινος κινεῖσθαι, ὥστε κινηθήσεται μὲν ὁ ἀήρ, ὑπ’ οὐδενὸς δὲ κινηθήσεται. οὕτω δὲ πάλιν οὐ πᾶν τὸ κινούμενον ὑπό τινος ἔσται κινούμενον. Διάφορος δὲ ἡ γραφὴ φέρεται πῇ μὲν ἀλλὰ ἅμα πᾶν κεκινῆσθαι καὶ πεπαῦσθαι, 〈πῇ δὲ ἀλλὰ ἅμα πάντα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι〉· καὶ ἴσως αὕτη ἀμείνων· τὸ γὰρ κεκινῆσθαι τῷ πεπαῦσθαι ταὐτόν ἐστιν. εἰπὼν δέ, ὅτι πάντα ἅμα ἀνάγκη κινεῖσθαι καὶ πεπαῦσθαι, ὅταν τὸ πρῶτον κινοῦν παύσηται, ἐπήγαγε καὶ εἰ ποιεῖ ὥσπερ ἡ λίθος, οἷον κινεῖν ὃ ἐκίνησε.2 κἂν γὰρ διὰ τοῦ μεταξύ τι κινῇ μὴ ἁπτόμενον τοῦ κινουμένου, ὡς ἡ μαγνῆτις λίθος τὸ δεύτερον σιδήριον κινεῖ μὴ ἁπτομένη αὐτοῦ, ὅταν αὕτη μὲν ἑλκύσῃ τὸ προσεχές, τοῦτο δὲ ἑλκύσῃ τὸ μεθ’ ἑαυτό· τότε γὰρ ποιεῖ ἡ λίθος τὸ σιδήριον, ὃ ἐκίνησεν αὐτή, τοῦτο κινεῖν τὸ ἐφεξῆς διὰ τὸ μὴ μόνον κινεῖν τὸ προσεχές, ἀλλὰ καὶ δύναμιν αὐτῷ κινητικὴν ἐνδιδόναι, δι’ ὃ οὐ μόνον κινεῖται ἐκεῖνο, ἀλλὰ καὶ κινεῖ. κἂν οὕτως οὖν τι, φησί, κινῇ, ὥσπερ ἡ λίθος, ἀνάγκη καὶ κινεῖσθαι ἅμα, ὅταν τὸ πρώτως κινοῦν κινῇ, καὶ πεπαῦσθαι τῆς κινήσεως, ὅταν τὸ πρώτως κινοῦν παύσηται τοῦ κινεῖν. καὶ λαβὼν τὴν ἀρχὴν ἀπὸ τῆς λίθου κατὰ τὴν αὐτὴν ἔφοδον λύει τὴν ἀπορίαν. ὡς γὰρ ἐπὶ τῆς λίθου οὔτε ὁ ἀὴρ αἴτιός ἐστιν οὔτε παυσαμένου τοῦ κινοῦντος μένει τὸ κινούμενον, ἀλλ’ ἡ κινητικὴ δύναμις διδομένη τῷ προσεχεῖ κινεῖ τὸ κινούμενον, ἕως ἂν αὐτὴ ἐνεργῇ, οὕτω, φησίν, ἀνάγκη καὶ ἐπὶ τῶν ἄλλων λέγειν, ὅτι τὸ πρώτως κινῆσαν τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινηθὲν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα τοιοῦτον ἢ τὸ ὕδωρ· ταῦτα γάρ ἐστι μάλιστα, δι’ ὧν κινεῖται τὰ κινούμενα, ἃ δύναται καὶ ταῦτα κινεῖν.

“关于被运送的事物,适宜进行充分的疑难探讨”直至“以及运动”。 在他证明了最近向他提出的关于永恒运动的原初推动者的论题——即它不仅是不动的和永恒的,而且是没有部分的和没有大小的,这是由于若它具有大小,就必然要么是无限的要么是有限的,然而无限的大小在现实中根本不存在,而它若是有限的大小也是不可能的,因为推动永恒运动的事物具有无限的力量,但在有限大小中存在无限力量是不可能的;并且关于原初推动者的全部论据都依赖于声称‘凡被运动者皆被某物运动’的公理(因为若不预先假定这一点,且以永恒运动被运动的事物并不必然被某物运动,那么关于原初推动者所证明的事项此后就将没有立足之地;因为如果在没有任何事物推动的情况下存在某些被运动的事物,那么以永恒运动被运动的事物就不必然被某物运动)——因此,在从已被证明的事项中引出恰当的结论之前,他希望提出一个针对声称‘凡被运动者皆被某物运动’这一公理的反驳,并阐明那被不当引入的解答,且由他自己引入恰当的解答。而这一反驳是这样的:如果凡被运动者皆被某物运动,那么为何某些自身内部不具有推动因、而是从外部被运动的事物,在推动者不再推动时,仍持续保持运动,就如被投掷之物那样?因为当投掷它们的人不再推动时,那些事物仍在相当长的时间里持续保持运动;因为那时它们似乎被无物推动,而‘凡被运动者皆被某物运动’这一命题似乎被取消。而他说“推动者并未接触”,意思是说不再接触,亦未在运动的全部时间中持续保持接触。随后他提到了某些人试图以此解决这一疑难的解答。因为他们说,投掷者在投掷被投掷物的同时也推动了另一物,即空气,而空气被投掷者运动后推动了被投掷物。于是他说,正如第一个说法一样,这同样是不可能的;因为这一论据仅仅是用空气替代了被投掷物,因为关于空气同样适用同一论据。因为如果连空气也不是由于自身而运动(因为这是有生命之物的特有属性),而是被投掷者所运动,那么一旦投掷者停止推动,空气也应当立刻停止被运动,并且每当第一推动者停止推动时,所有被运动的事物都应当同时既在被运动又已停止。因此,既然推动者与被运动者是相互关联而言的,被投掷物与空气就应当同时既在被运动又已停止被运动——只要投掷者在推动便在被运动,每当推动者停止时便已停止。因为如果空气仍保持运动,就会产生在没有任何事物接触或推动的情况下它被运动的结果,从而空气虽然将被运动,却被无物运动。这样一来,又将不再是‘凡被运动者皆被某物运动’了。 然而异文有所流传:一方面作“而是全都同时已被运动且已停止”,〈另一方面作“而是全都同时既在被运动又已停止”〉;或许后者更好,因为已被运动与已停止是同一回事。 在说了每当第一推动者停止时一切事物必然同时在运动且已停止之后,他补充道:“即使它像磁石那样行事,使得它所推动之物能够去推动”。因为即使某物通过中介推动而不接触被运动物,如同磁石不接触第二枚小铁片而推动它那样——当磁石吸引邻近之物,而邻近之物吸引它之后之物时;因为那时磁石使得它自身所推动的小铁片去推动紧接之物,这是由于不仅推动了邻近之物,而且赋予了它推动的能力,由此那小铁片不仅被运动,而且也推动——因此他说,即使某物像磁石那样推动,在原初推动者推动时必然同时被运动,在原初推动者停止推动时必然停止运动。于是他以磁石为出发点,按照同样的路径解决了这一疑难。他说,因为正如在磁石的情形中,既非空气是原因,亦非推动者停止后被运动者仍保持运动,而是赋予邻近之物的推动力量只要自身在现实化,便推动被运动者;同样在其他事物的情形中也必然要说,原初推动者使直接被它运动之物能够去推动——无论使空气成为如此还是使水成为如此;因为被运动之物主要正是通过这些媒介而被运动的,而这些媒介也能够推动它们。

语法注2 条
  1. 8.105Δείξας τὸ προσεχῶς αὐτῷ προτεθὲν... βούλεται οὖν πρὸ τοῦ δεδειγμένοις ἐπαγαγεῖν τὸ προσῆκον συμπέρασμα ἔνστασίν τινα προβαλέσθαι

    从句首分词 Δείξας 开始的长句,在穿插了诸多从属从句与理由说明(ὅτι..., ἐκ τοῦ δεῖν..., εἰ οὖν..., πᾶς δὲ ὁ λόγος..., εἰ γάρ...)之后,直至 βούλεται οὖν 才引出主句的限定动词。语气词 οὖν 起到恢复主线的作用,将分词前提与主句动词紧密连接。

  2. 8.105καὶ εἰ ποιεῖ ὥσπερ ἡ λίθος, οἷον κινεῖν ὃ ἐκίνησε

    引用亚里士多德原文(266b34–267a1)之处。动词 ποιεῖ 之后并未直接接明确的名词宾语,而是由形容词 οἷον(“能够……的/如此这般的”)与不定词 κινεῖν 以及包含先行词的关系从句 ὃ ἐκίνησε(“它所推动之物”)相连,整体构成“使得它所推动之物能够去推动[他物]”的使役/结果结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1344.4-1345.30