← 辛普里丘

亚里士多德《物理学》注释

§1343.13-1344.3

同类力量的度量与无限大小中的有限力量

辛普利丘探讨了《物理学》266b20,解释了亚里士多德关于无限大小中不存在有限力量的另一项证明,阐述了由有限力量度量所引发的两难困境,以及亚历山大提出的通过从无限者自身中截取部分来进行度量的建议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.104

" Ἔστι δὲ καὶ ὧδε δεῖξαι τοῦτο ἕως τοῦ ἐκ τῶνδε δῆλον." Καὶ ἄλλην τοῦ αὐτοῦ ἀπόδειξιν τοῦ μὴ εἶναι ἐν ἀπείρῳ μεγέθει δύναμιν πεπερασμένην παραδίδωσι, τὰ μὲν αὐτὸς σαφῶς εἰπών, τὰ δὲ ἡμῖν ἀναπληρῶσαι καταλιπών. ληψόμεθα γάρ, φησί, τινὰ δύναμιν ὁμογενῆ, τουτέστιν ὁμοειδῆ, οὖσαν τῇ πεπερασμένῃ δυνάμει τῇ ἐν τῷ ἀπείρῳ μεγέθει οὔσῃ, ἐν πεπερασμένῳ τινὶ σώματι οὖσαν, εἰ βαρύτης ἡ ἐν τῷ ἀπείρῳ, καὶ ἐν τῷ πεπερασμένῳ τὴν αὐτήν, εἰ κουφότης, ὁμοίως.1 ὁμοειδῆ δὲ λαμβάνει τὴν δύναμιν, καταμετρηθῆναι βουλόμενος τὴν ἐν τῷ ἀπείρῳ μεγέθει δύναμιν ὑπὸ τῆς ἐν τῷ πεπερασμένῳ· αἱ γὰρ ἀνομοειδεῖς οὐ καταμετροῦσιν ἀλλήλας. ὁμοειδὴς οὖν οὖσα ἡ ἐν τῷ πεπερασμένῳ μεγέθει πεπερασμένη δύναμις καταμετρήσει τὴν ἐν τῷ ἀπείρῳ πεπερασμένην, οὕτω μέντοι ὡς ἢ ἀπαρτίζειν ἢ μὴ ἀπαρτίζειν ἀλλὰ περιττεύειν τι κατὰ τὴν τελευταίαν ἐπιβολήν. εἰ δὲ τοῦτο, ἢ καὶ τὸ μέγεθος τὸ ἄπειρον καταμετρηθήσεται ὑπὸ τοῦ μεγέθους τοῦ ἐν ᾧ ἦν ἡ δύναμις ἡ καταμετρήσασα τὴν ἐν τῷ ἀπείρῳ μεγέθει δύναμιν, καὶ οὕτως οὐκέτι ἄπειρον ἔσται τὸ μέγεθος, εἴπερ καταμετρεῖται· ἢ οὐ καταμετρηθήσεται ὅλον τῆς ἐν αὐτῷ δυνάμεως καταμετρουμένης, καὶ οὕτω τὸ καταλειπόμενον τοῦ ἀπείρου μεγέθους οὐχ ἕξει δύναμιν. ὥστε ἡ πεπερασμένη δύναμις οὐκ ἐν τῷ ἀπείρῳ ἂν εἴη μεγέθει, ἀλλ’ ἐν τῷ πεπερασμένῳ τῷ σὺν τῇ δυνάμει καταμετρηθέντι. “γνωριμώτερον δὲ ἂν εἴη, φησὶν ὁ Ἀλέξανδρος, εἴ τις ἀπ’ αὐτοῦ τοῦ ἀπείρου μεγέθους ἀφελών τι τούτῳ καὶ τῇ ἐν αὐτῷ δυνάμει καταμετροίη τήν τε δύναμιν τὴν ἐν τῷ ἀπείρῳ καὶ αὐτὸ τὸ ἄπειρον μέγεθος. οὕτω γὰρ οὐκέτι δεησόμεθα προσθεῖναι, ὅτι ὁμογενῆ ἐχρῆν λαμβάνειν τὴν δύναμιν. ἡ γὰρ ἐκ τῆς ἐν τῷ ἀπείρῳ μεγέθει ἀφαιρουμένη ὁμοειδής ἐστι τῇ ὅλῃ.” μήποτε δὲ ὁ Ἀριστοτέλης2 τὴν πρὸ ταύτης ἀπόδειξιν κατὰ τὴν ἀπὸ τοῦ ἀπείρου ἀφαίρεσιν ποιησάμενος ταύτην κατ’ ἄλλον τρόπον προήγαγεν· συνεπεράνατο δὲ λοιπὸν τὰ προσεχῶς ἀποδειχθέντα, ὅτι οὔτε ἄπειρον εἶναι δύναμιν ἐν πεπερασμένῳ μεγέθει δυνατὸν οὔτε πεπερασμένην ἐν ἀπείρῳ.

“也可以通过如下方式证明这一点”直至“从这些来看是显而易见的”。 关于同一论题,即无限大小中不存在有限力量,他也给出了另一种论证,其中某些内容是他自己明确说出的,而另一些内容则留待我们去补充。因为他说,我们将取某种与无限大小中的有限力量同属(即同种)的力量,它存在于某个有限物体中——若无限者中的力量是重,则在有限者中也取同样的重;若是轻,亦同样处理。他取同种的力量,是因为他希望无限大小中的力量被有限者中的力量所度量;因为不同种的事物不能相互度量。因此,有限大小中的有限力量既然是同种的,就将度量无限者中的有限力量,不过其方式要么是正好量尽,要么不是正好量尽而在最后一次施加时有所余留。但如果是这样,要么该无限大小也将被度量了无限大小中力量的那种力量所在的大小所度量,这样一来,若它确实被度量,该大小就将不再是无限的;要么在其中的力量被度量时大小整体并未被度量,这样一来无限大小剩余的部分将没有力量。因此,有限力量将不在无限大小中,而是在与力量一同被度量的有限大小中。“但是,”亚历山大说,“如果有人从该无限大小本身中截取某个部分,并通过这部分及其中的力量来度量无限者中的力量和该无限大小本身,那将更容易理解。因为这样我们便不再需要补充说必须取同属的力量;因为从无限大小中的力量截取出来的部分与整体是同种的。”然而,亚里士多德或许是因为此前的那项论证是依照从无限者中截取的方式作出的,才以另一种方式推进了这一论证;而在最后,他总括了刚才证明的结论:在有限大小中既不可能有无限力量,在无限大小中也不可能有有限力量。

语法注2 条
  1. 8.104εἰ βαρύτης ἡ ἐν τῷ ἀπείρῳ, καὶ ἐν τῷ πεπερασμένῳ τὴν αὐτήν, εἰ κουφότης, ὁμοίως.

    承接前文的主动词 ληψόμεθα,后半句 καὶ ἐν τῷ πεπερασμένῳ τὴν αὐτήν 使用了宾格作为省略动词的宾语(补出 βαρύτητα ληψόμεθα)。条件从句 εἰ βαρύτης ἡ ἐν τῷ ἀπείρῳ 以及随后的 εἰ κουφότης 中省略了系动词 ἐστί。整个句子是通过省略各分句的对称成分而形成的紧凑结构。

  2. 8.104μήποτε δὲ ὁ Ἀριστοτέλης

    此处的 μήποτε 并非疑问词,而是一种陈述句中的惯用表达,用于注疏家提出委婉、谨慎的个人推测(意为“或许”、“大概是……”),修饰主句动词 προήγαγεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1343.13-1344.3