- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1341.32-1343.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德关于无限大小中的力量必然为无限的论证,分别从截取大小的无限增加以及运动时间依照反比的无限减少这两个角度进行分析,并进一步补充说明,即使大小与力量不成严格的正比,只要以力量本身为基准加倍截取,该论证依然成立。
τοῦτο δὴ ποιούντων ἡμῶν, οὐδέποτε ἐπιλείψει οὔτε τὸ ΑΒ ἄπειρα τῷ πλήθει χορηγοῦν ἡμῖν εἰς τὴν ἀφαίρεσιν μεγέθη ἐν διπλασίᾳ ὄντα ἀεὶ δυνάμει τῶν προαφῃρημένων ἀπ’ αὐτοῦ, οὐδὲ ὁ χρόνος ὁ λαμβανόμενος τοῦ ἡμίση ἔχειν ἐπιλείψει.1 εἰ οὖν μηδὲ ἡ δύναμις ἐπιλείπει, ἄπειρος ἂν εἴη καὶ αὐτὴ ὁμοίως τῷ μεγέθει· ἄπειρος γὰρ δύναμίς ἐστιν ἡ πάσης τῆς πεπερασμένης δυνάμεως ὑπερβάλλουσα. καθόλου γὰρ ἄπειρον τοῦτό ἐστιν, οὗ παντὸς τοῦ λαμβανομένου ἀεί τί ἐστιν ἔξω περιττεῦον καὶ ὑπερέχον τοῦ εἰλημμένου, ὅπερ καὶ ἐπὶ τῆς τοῦ ἀπείρου μεγέθους δυνάμεως ὁρᾶται. δείξας δὲ ἀπὸ τῆς ἐπ’ ἄπειρον αὐξήσεως τοῦ ἀφαιρουμένου μεγέθους ἀπὸ τοῦ ἀπείρου, ὅτι ἄπειρός ἐστιν ἡ τοῦ ἀπείρου μεγέθους δύναμις ὡς πάσης τῆς πεπερασμένης δυνάμεως ὑπερβάλλουσα, τὸ αὐτὸ δείκνυσι καὶ ἀπὸ τῆς τοῦ χρόνου ἐπ’ ἄπειρον μειώσεως, ἣν καὶ διὰ τοῦτο παρέλαβεν εἰπὼν τοῦ χρόνου δὲ τοῦ δοθέντος ἀεὶ ἐλάττω λήψομαι. ὥσπερ δὲ ἀόριστον καὶ ἄπειρόν ἐστι μέγεθος, ἐν ᾧ δυνατὸν τοῦ προστεθέντος καὶ ὁρισθέντος ἀεὶ τὸ μεῖζον λαβεῖν, οὕτω καὶ ὁ χρόνος ἀόριστος καὶ ἐπ’ ἄπειρον μειούμενος, ἐν ᾧ δυνατὸν τοῦ προστεθέντος ἀεὶ ἔλαττον λαβεῖν.2 εἰ οὖν δέδεικται, ὅτι ἡ πεπερασμένη δύναμις ἐν πεπερασμένῳ κινεῖ χρόνῳ, ὁ δὲ πεπερασμένος ὡρισμένος, καὶ ἡ ἐν τῷ ἀπείρῳ μεγέθει πεπερασμένη δύναμις, ὁπόση ἂν ᾖ, μόνον δὲ πεπερασμένη, ἐν ὡρισμένῳ χρόνῳ κινήσει. εἰ γὰρ ἡ τοσήδε ἐν τινι ὡρισμένῳ χρόνῳ κινεῖ, κἂν ὁποσῳοῦν μείζων ταύτης ληφθῇ τις δύναμις, ἐν ἐλάττονι μέν, ἐν ὡρισμένῳ δὲ χρόνῳ καὶ αὐτὴ κινήσει. καὶ τὸν λόγον τῆς τοῦ χρόνου μειώσεως δηλῶν κατὰ τὴν ἀντιστροφήν, φησί, τῆς ἀναλογίας. ὅσῳ γὰρ μείζων ἐστὶν ἡ δύναμις τῆς δυνάμεως, τοσούτῳ ἐλάττων ὁ χρόνος, ἐν ᾧ ἡ μείζων δύναμις κινεῖ, τοῦ χρόνου ἐν ᾧ κινεῖ ἡ ἐλάττων δύναμις. ἀντιστροφὴν οὖν ἀναλογίας εἶπεν, ὅτι ὡς ἡ μείζων δύναμις πρὸς τὴν ἐλάττονα, οὕτως ὁ ἐλάττων χρόνος πρὸς τὸν μείζονα. εἰ οὖν ὅσῳ ἐλλείπει ὁ χρόνος ἀεί, τοσούτῳ καὶ ἡ δύναμις ἀεὶ ὑπερβάλλει, ὁ δὲ χρόνος, ἐν ᾧ ἡ τοῦ ἀπείρου μεγέθους δύναμις κινεῖ, ἐλλείπει παντὸς ὡρισμένου, καὶ ἡ δύναμις ἡ ἐν τῷ χρόνῳ τούτῳ κινοῦσα ὑπερβάλλει πάσης ὡρισμένης δυνάμεως· ἀλλὰ μὴν ἡ ὑπερβάλλουσα δύναμις πάσης ὡρισμένης δυνάμεως ἄπειρός ἐστιν, ὥσπερ καὶ πλῆθος καὶ μέγεθος τὸ ὑπερβάλλον παντὸς ὡρισμένου ἄπειρόν ἐστιν· ἡ ἄρα ἐν τῷ ἀπείρῳ μεγέθει δύναμις ἄπειρός ἐστι καὶ οὐ πεπερασμένη. οὕτως οὖν καὶ ἀπὸ τοῦ ἀπείρου μεγέθους συνήγαγεν, ὅτι ἡ ἐν αὐτῷ δύναμις ἄπειρός ἐστι, καὶ ἀπὸ τῆς τοῦ χρόνου, ἐν ᾧ κινεῖ, ἐπ’ ἄπειρον ἐλαττώσεως. καὶ μίαν οὖν εἶναι καὶ δύο δυνατὸν ἀποδείξεις ταῦτα τὰ συμπεράσματα, καὶ μᾶλλον δύο, εἴπερ ἑκάτερον ἰδίᾳ συνεπεράνατο· τὸ μὲν ἀπὸ τοῦ μεγέθους, ὅτε ἔλεγεν ἄπειρος ἄρα ἡ δύναμις ἔσται. πάσης γὰρ πεπερασμένης ὑπερβάλλει δυνάμεως, τὸ δὲ ἀπὸ τοῦ χρόνου πάλιν, ὅταν λέγῃ ἄπειρος δὲ πᾶσα δύναμις ὑπερβάλλουσα παντὸς ὡρισμένου ὥσπερ καὶ πλῆθος καὶ μέγεθος. εἰπὼν δὲ ἐν τῇ ἐκθέσει ἂν δὴ τῆς ΒΓ διπλασίαν λαμβάνω, ἐν ἡμίσει κινήσει χρόνῳ τοῦ ΕΖ, ἐπήγαγεν· ἔστω γὰρ αὕτη ἡ ἀναλογία. ὥστε τὰ ἀφαιρούμενα διπλάσια μεγέθη καὶ δύναμιν διπλασίαν ἔχειν καὶ εἶναι ἐν τῷ αὐτῷ λόγῳ τά τε μεγέθη καὶ τὰς δυνάμεις· τούτου γὰρ ὑποτεθέντος εἰ τὸ ἥμισυ τοῦ μεγέθους ἐν τῷ ΕΖ χρόνῳ τὸ Δ κεκίνηκε, τὸ διπλάσιον μέγεθος ἐν ἡμίσει τοῦ ΕΖ χρόνου κινήσει τὸ Δ, ὃν εἶπεν ΘΖ. κἂν δὲ μὴ διπλασίαν ἀναλογίαν ἔχῃ τὰ ἀπὸ τοῦ ἀπείρου ἀφαιρούμενα, ὥστε τὸ διπλάσιον μέγεθος εὐθὺς καὶ δύναμιν διπλασίαν ἔχειν, οὐδὲν ἡ δεῖξις ἐμποδισθήσεται. ἂν γὰρ μὴ οὕτως ἔχῃ, οὐ πρὸς τὸ μέγεθος ἀφορῶντες κατὰ τοῦτο ἀφελοῦμεν τοῦ ἐφθακότος ἀφῃρῆσθαι διπλάσιον, ἀλλὰ πρὸς τὴν δύναμιν τὴν ἐν τῷ πρώτῳ ἀφαιρεθέντι μεγέθει. ὥστε ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἀπείρου μεγέθους μέγεθος διπλασίαν ἔχον δύναμιν τοῦ ΒΓ μεγέθους, ὁπόσον ἂν ᾖ τὸ μέγεθος τὸ ἀφαιρούμενον καὶ ὃν ἂν ἔχῃ λόγον πρὸς τὸ ΒΓ μέγεθος. οὕτω γὰρ τῆς ἀφαιρέσεως γινομένης τὸ Δ ἐν ἡμίσει ἀεὶ χρόνῳ κινήσεται ὑπὸ τοῦ ὕστερον ἀφαιρεθέντος ἢ ἐκινεῖτο ὑπὸ τοῦ πρὸ αὐτοῦ τῷ τὴν δύναμιν διπλασίαν ἀφῃρῆσθαι.3 ὅτι γὰρ ἡ μείζων δύναμις τὸ αὐτὸ ἐν ἐλάττονι κινεῖ χρόνῳ, κατὰ τὴν ἀντιστροφὴν τῆς ἀναλογίας, ὡς εἶπεν, δέδεικται καὶ ὡμολόγηται.
如果我们确实这样做,那么ΑΒ既绝不会停止为我们的截取在数量上提供无限的大小——它们相对于先前从中截取者始终具有双倍的力量——被取得的时间也绝不会停止具有其半数。因此,如果力量也不穷尽,它也将同样如大小一般是无限的;因为无限的力量就是那超越一切有限力量的力量。因为一般而言,无限是指这样一种事物:在它之中,无论截取多少,在其外始终有某种余留且超出所取者的东西;而在无限大小的力量上也见得正是如此。在通过从无限者中截取的大小向无限的增长证明了无限大小的力量因超越一切有限力量而为无限之后,他也通过时间向无限的减少证明了同一件事,他为了这一缘故也引入了这一点,说“而在给定的时间中我将始终取较少的时间”。正如那在其中始终可以取得大于已被添加和被规定者的大小是无限定且无限的,时间同样也是无限定且向无限减少的,在其中始终可以取得小于已被添加者的量。因此,如果已经证明有限的力量在有限的时间中运动,而有限是确定的,那么无限大小中的有限力量,无论它是多大,只要它是有限的,就将在确定的时间中运动。因为如果这般大小的力量在某个确定的时间中运动,即使取了任何大于此力量的力量,它虽然将在较少的时间中,但也将在确定的时间中运动。为了阐明时间减少的根据,他说“依照比例的逆转”。因为一种力量比另一种力量大多少,较大力量运动的时间就比较小力量运动的时间少多少。因此他所说的比例的逆转,是指正如较大力量相对于较小力量,较少的时间相对于较多的时间亦然。因此,如果时间始终亏欠多少,力量也始终超出多少,而无限大小的力量运动的时间亏欠于一切确定的时间,那么在这一时间中运动的力量也超出一切确定的力量;但是,超出一切确定力量的力量确实是无限的,正如超出一切确定者的数量和大小也是无限的一样;所以,无限大小中的力量是无限的,而非有限的。因此,他既从无限的大小推导出其中的力量是无限的,也从它运动的时间向无限的减少推导出了这一点。因此,这些结论可以是一项论证,也可以是两项论证,若他确实各自独立地作结,则毋宁是两项论证:一项来自大小,当时他说“因此力量将是无限的;因为它是超越一切有限力量的”,另一项则再次来自时间,当时他说“而一切超越任何确定者的力量都是无限的,正如数量和大小一样”。在设定中说了“若我确实取ΒΓ的双倍,它将在ΕΖ一半的时间中运动”之后,他补充道:“因为假定这就是其比例”。这是为了使截取的双倍大小也具有双倍的力量,并且使大小与力量处于相同的比例中;因为在作了这一假设后,如果大小的一半在时间ΕΖ中运动了Δ,那么双倍的大小将在时间ΕΖ的一半(他称之为ΘΖ)中运动Δ。但是,即使从无限者中截取的部分不具有双倍的比例,以致双倍的大小并不立即具有双倍的力量,论证也将丝毫不受妨碍。因为如果不这样,我们便不关注大小并依照大小截取先前已截取者的双倍,而是关注最初截取的大小中的力量;从而从无限大小中截取具有ΒΓ大小两倍力量的大小,无论截取的大小是多大,以及它与ΒΓ大小具有怎样的比例。因为当截取以这种方式进行时,由于力量被截取为双倍,Δ被后来截取者运动的时间将始终比被其前者运动的时间少一半。因为正如他所说,依据比例的逆转,较大的力量在较少的时间中运动同一事物,这一点已被证明且得到公认。
- 8.103οὐδὲ ὁ χρόνος ὁ λαμβανόμενος τοῦ ἡμίση ἔχειν ἐπιλείψει
冠词加不定式短语 τοῦ ἡμίση ἔχειν 作动词 ἐπιλείψει 的属格补足语(意为“用尽拥有半数[的状态]”),ὁ λαμβανόμενος χρόνος 为其主语。
- 8.103ἐν ᾧ δυνατὸν τοῦ προστεθέντος ἀεὶ ἔλαττον λαβεῖν
关系从句中的 τοῦ προστεθέντος 是受比较级 ἔλαττον 支配的比较属格,结构为“始终能够取得比已被添加者更小的量”。
- 8.103τῷ τὴν δύναμιν διπλασίαν ἀφῃρῆσθαι
带定冠词的不定式与格短语 τῷ ... ἀφῃρῆσθαι 表示原因(原因与格),意为“由于力量作为双倍被截取”,διπλασίαν 作修饰 τὴν δύναμιν 的谓述性宾格。
