← 辛普里丘

亚里士多德《物理学》注释

§1340.9-1341.32

无限大小不可能具有有限力量的证明

注解亚里士多德《物理学》第8卷第10章(266b6),进而证明其逆命题即无限的大小也不能具有有限的力量。西姆普利丘讨论了基于较小物体可具有较大力量的反驳及其解答,评析了亚历山大的解释,并展开了几何设定的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.103#1

" Οὐ τοίνυν οὐδὲ ἐν ἀπείρῳ πεπερασμένην ἕως τοῦ τὸ ὑπερβάλλον παντὸς ὡρισμένου." Τοῖς προκειμένοις ἀναγκαίως δείξας, ὅτι οὐδὲν μέγεθος πεπερασμένον ἄπειρον ἔχει δύναμιν, ἵνα διὰ τούτου δειχθῇ τὸ πρώτως κινοῦν ἀπειροδύναμον μὴ ὂν μέγεθος πεπερασμένον, εἰ δὲ τὸ ἄπειρον μέγεθος μηδὲ ἔστιν ὅλως ἐν τοῖς οὖσι, δῆλον ὅτι σαφῶς ἀποδέδεικται, ὅτι τὸ πρώτως κινοῦν ἀμερές ἐστι καὶ ἀμέγεθες, διὰ τοῦτο μὲν οὖν ἀναγκαίως, ὡς εἶπον, ἔδειξεν, ὅτι οὐδὲν μέγεθος πεπερασμένον ἄπειρον ἔχει δύναμιν. νῦν δὲ προτίθεται δεῖξαι, ὅτι οὐδὲ ἄπειρόν τι μέγεθος πεπερασμένην ἔχει δύναμιν, ὅπερ ἀναγκαῖον μὲν οὐκ ἔστι πρὸς τὰ προκείμενα (οὐδὲ γὰρ οὐδὲ ἔστιν ὅλως ἐνεργείᾳ μέγεθος ἄπειρον), ὡς ἀντίστροφον δὲ καὶ συγγενὲς τῷ προαποδεδειγμένῳ, καὶ καθ’ αὑτὸ θεωρίαν ἔχον ἀξιόλογον ἀποδεῖξαι καὶ τοῦτο προέθετο. καὶ δείκνυσιν αὐτὸ τὴν μὲν ἀρχὴν διὰ βραχέων ῥημάτων τὴν ἀπόδειξιν ἐνδειξάμενος οὕτως. δόξας γὰρ ἐνίστασθαι πρὸς τὸ ἑαυτοῦ πρόβλημα τὸ λέγον ἐν ἀπείρῳ μεγέθει μὴ εἶναι δύναμιν πεπερασμένην διὰ τοῦ καίτοι ἐνδέχεται ἐν ἐλάττονι μεγέθει πλείω δύναμιν ἐνεῖναι,1 ὡς ἐπὶ τῶν ἰῶν ὁρῶμεν τῶν θηρίων καὶ τῶν σπερμάτων τῶν τε ζῴων καὶ τῶν φυτῶν· ἀπὸ γὰρ κεγχραμίδος συκῆ τηλικαύτη γίνεται διὰ τὴν ἐν τῷ βραχεῖ σώματι ἐνοῦσαν μεγάλην δύναμιν καὶ ἀπὸ βραχέος θοροῦ ἐλέφας καὶ τοσαῦτα τῶν πολυτόκων ζῴων γεννήματα. εἰ οὖν τοῦτο ἀληθές, τί κωλύει καὶ τὸ τούτῳ ἀντίστροφον δοκοῦν ἀληθὲς εἶναι τὸ καὶ ἐν τῷ πάντων μεγίστῳ σώματι τῷ ἀπείρῳ πεπερασμένην ἐνεῖναι δύναμιν; ὅτι δὲ ὡς ἔνστασιν αὐτὴν κομίζει, δηλοῖ τὸ καίτοι προτεταγμένον ἐνστατικὸν ἐπίρρημα. ὁ δὲ Ἀλέξανδρος· “χρησιμώτερον ἦν αὐτῷ, φησίν, ὡς πρὸς τὸ προκείμενον τὸ εἰπεῖν ‘καίτοι ἐνδέχεται ἐν μείζονι μεγέθει ἐλάττονα δύναμιν εἶναι’· τοῦτο γὰρ μᾶλλον ἐνδείκνυται τὸ δύνασθαι καὶ ἐν ἀπείρῳ μεγέθει πεπερασμένην εἶναι. ὁ δὲ εἶπεν καίτοι ἐνδέχεται ἐν ἐλάττονι μεγέθει πλείω ἐνεῖναι διὰ τοῦ τοῦτο λαβεῖν ἅμα κἀκεῖνο ἐνδειξάμενος.” οὕτω μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ πρὸς τὸν λέγοντα, ὅτι ἐν ἀπείρῳ μεγέθει πεπερασμένη δύναμις οὐκ ἔστιν, ὁ μὲν οὕτως ἐνιστάμενος ‘καίτοι ἐν μείζονι ἐνδέχεται ἐλάττονα εἶναι’ χωρὶς παραμυθίας λέγει τὸ αὐτό, ὁ δὲ λέγων καίτοι ἐνδέχεται ἐν ἐλάττονι πλείω εἶναι ἀπὸ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον εἰσάγει· ἀντίκειται γὰρ τῷ ἐν ἐλάττονι πλείονι τὸ ἐν μείζονι ἔλαττον. ἴσως δὲ καὶ ἐναργέστερόν ἐστι τὸ ἐν ἐλάττονι μεγέθει πλείω δύναμιν ἐνεῖναι ὡς ἐπὶ τῶν εἰρημένων· καὶ γὰρ ἀπιστεῖται, εἰ τοσοῦτον μέγεθος ἰοῦ τοσαύτην ἔχει δύναμιν εἰς τὸ διαφθείρειν· τὸ δὲ μείζονά τινα μεγέθη ἐλάττονα δύναμιν ἔχειν οὐχ οὕτω προφανές ἐστιν. ἀπὸ οὖν τοῦ ἐναργεστέρου τὸ ἧττον ἐναργὲς ἠνάγκασε. Καὶ ἡ μὲν ἔνστασις τοιαύτη· λύει δὲ αὐτὴν λέγων· ἀλλ’ ἔτι μᾶλλον ἐν μείζονι πλείω. κἂν γὰρ ἐν ἐλάττονι μεγέθει πλείων ᾖ δύναμις, ἀλλ’ ἐν τῷ μείζονι τοῦ ἐλάττονος κατὰ τὸ αὐτὸ εἶδος ἔτι πλείων ἔσται ἡ δύναμις. ἐὰν οὖν τὸ μέγεθος εἰς ἄπειρον ἐκταθῇ, καὶ ἡ δύναμις εἰς ἄπειρον ἐκταθήσεται, εἴτε ἔλαττον ἦν τὸ ἐξ ἀρχῆς μέγεθος τῆς κατὰ τὴν δύναμιν ἀναλογίας, εἴτε μεῖζον· ἡ γὰρ ἐπ’ ἄπειρον τοῦ μεγέθους πρόοδος καὶ τὴν δύναμιν μέχρι τοῦ ἀπείρου συνεφέλκεται· οὐ γὰρ αὔξεται μέγεθος ἄνευ δυνάμεως. Οὕτως οὖν διὰ τοῦ λῦσαι τὴν ἔνστασιν ἀποδείξας, ὅτι οὐδὲ τὸ ἄπειρον μέγεθος πεπερασμένην ἕξει δύναμιν, τὸ αὐτὸ καὶ δι’ ἐκθέσεως ἀποδείκνυσιν, ὡς εἴωθεν, καταγεωμετρεῖν καὶ αὐτὸς ὀρεγόμενος τὴν φύσιν. λαβὼν γὰρ ἄπειρόν τι μέγεθος τὸ ΑΒ πεπερασμένην ἔχον δύναμιν κατὰ τὴν ὑπόθεσιν καὶ ἀφελὼν ἀπ’ αὐτοῦ τὸ ΒΓ, πεπερασμένην δηλονότι καὶ αὐτὸ δύναμιν ἔχον, εἴπερ καὶ ἡ ἄπειρος ἡ ΑΒ πεπερασμένην εἶχεν, λέγει ὅτι τὸ ΒΓ μέγεθος πεπερασμένον τῇ πεπερασμένῃ δυνάμει κινείτω τὸ Δ πεπερασμένον ἐν χρόνῳ τῷ ΕΖ, ὡρισμένῳ δηλονότι. δέδεικται γάρ, ὅτι οὐδὲν πεπερασμένον μέγεθος κινεῖ τι πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ. ἂν οὖν ἀφέλωμεν ἀπὸ ἀπείρου τοῦ ΑΒ διπλάσιον τοῦ ΒΓ τὸ ΑΓ τὸ διπλάσιον μέγεθος διπλασίονα δύναμιν ἔχον2 ἐν ἡμίσει χρόνῳ τὸ Δ κινήσει τοῦ ἐν ᾧ ἐκίνει τὸ ἥμισυ αὐτοῦ τὸ ΒΓ· ἐὰν δὲ πάλιν ἀπὸ τοῦ ΑΒ ἀπείρου μεγέθους διπλάσιόν τι τοῦ ΓΑ μεγέθους ἀφέλωμεν διπλασίαν ἔχον δύναμιν τῆς ἐν τῷ ΑΓ τῆς κινούσης τὸ Δ ἐν τῷ ΖΘ χρόνῳ, πάλιν ἡ ληφθεῖσα τὸ Δ ἐν ἡμίσει τοῦ ΖΘ χρόνου κινήσει.

“因此,在无限者之中也没有有限的[力量]”直至“超越任何确定的[力量]者”。 对于所设定的论题,他必然地证明了任何有限的大小都不具有无限的力量,以便通过这一点证明最先推动者具有无限力量且不是有限的大小;而如果无限的大小在存在者之中全然不存在,那么显然已经清楚证明了最先推动者是无部分且无大小的;因此,正如我所说,他必然证明了任何有限的大小都不具有无限力量。但现在他提议证明:即使是无限的大小也不具有有限的力量;这对于所设定的论题而言虽非必然(因为在现实态中全然不存在无限的大小),但作为先前已证明之命题的逆命题与同族命题,且其自身包含值得注意的探究,他提议将这也加以证明。他首先用简短的词句指明了证明,并如下地证明了它。因为他似乎通过“然而在较小的大小中有可能有更多的力量”这一说法,对他自己主张在无限大小中没有有限力量的论题提出了反驳,正如我们在野兽的毒液以及动植物的种子中所见的那样;因为从一粒细小的无花果籽产生出如此巨大的无花果树,是由于微小物体中内含的巨大力量,从微小的精液产生出大象以及多胎动物如此众多的幼崽。因此,如果这是真实的,那么何以阻碍与此看似相反者——即在一切物体中最大的无限物体中也内含有限的力量——也是真实的呢?而他将此作为反驳提出,由置于前面的反驳副词“然而”所表明。但亚历山大说:“对于他而言,针对所设定的目的,说‘然而在较大的大小中有可能有较少的力量’本是更有用的;因为这更有力地表明在无限的大小中也可能有有限的力量。但他说了‘然而在较小的大小中有可能有更多的力量’,是通过采取这一点而同时指明了那一点。”亚历山大如是说。但也许,对于声称在无限大小中没有有限力量的人而言,这样反驳说“然而在较大者中有可能有较少者”的人是在毫无论据支持的情况下说着同样的事,而说“然而在较小者中有可能有更多者”的人则是从对立者引入对立者;因为在较大者中较少者与在较小者中较多者是对立的。并且也许,在较小的大小中有更多的力量内含,正如在上述例子中所见,是更为昭显的;因为如此微小体量的毒液竟有如此巨大的破坏力,确实令人难以置信;而某些较大的大小具有较少的力量,则并不如此显然。因此,他从较昭显者必然地导出了较不昭显者。反驳便是如此;但他通过说“但在较大者中甚至更有更多的力量”解决了它。因为即便在较小的大小中有较多的力量,但在依相同形式而言大于那较小者的物体中,力量仍将更加巨大。因此,如果大小被延展至无限,力量也将被延展至无限,无论最初的大小按力量的比例而言是较小还是较大;因为大小向无限的进展也把力量一同拖带至无限;因为大小不可能在没有力量的情况下增长。因此,通过解决反驳而证明了无限的大小也不会具有有限的力量之后,他也依照惯例通过几何设定来证明同一件事,他自己也渴望对自然进行几何式的考察。因为根据假定取了一个具有有限力量的无限大小ΑΒ,并从中截取了ΒΓ——如果无限的ΑΒ具有有限力量,这部分显然其自身也具有有限力量——他说:让有限大小ΒΓ以其有限力量在时间ΕΖ(显然是确定的时间)中运动有限的事物Δ。因为已经证明,没有任何有限的大小会在无限的时间中运动有限的事物。因此,如果我们从无限的ΑΒ中截取ΒΓ的两倍大小ΑΓ,这双倍的大小具有双倍的力量,将在其一半ΒΓ运动Δ的时间的一半中运动Δ;而如果我们再从无限大小ΑΒ中截取大小ΓΑ的两倍、且具有在时间ΖΘ中运动Δ的ΑΓ中力量的两倍力量的大小,再次取得的〔力量〕将在时间ΖΘ的一半中运动Δ。

语法注2 条
  1. 8.103διὰ τοῦ καίτοι ἐνδέχεται ἐν ἐλάττονι μεγέθει πλείω δύναμιν ἐνεῖναι

    介词 διά 支配中性单数属格冠词 τοῦ,将包含具有引用功能的转折小辞/副词 καίτοι 及不定式结构引申为名词性短语,表示亚里士多德提出反驳所依据的表述。

  2. 8.103ἂν οὖν ἀφέλωμεν ἀπὸ ἀπείρου τοῦ ΑΒ διπλάσιον τοῦ ΒΓ τὸ ΑΓ τὸ διπλάσιον μέγεθος διπλασίονα δύναμιν ἔχον

    条件从句中虚拟式动词 ἀφέλωμεν 的直接宾语是 τὸ ΑΓ,διπλάσιον τοῦ ΒΓ 为其同位语或述语性限定;其后的 τὸ διπλάσιον μέγεθος 及其分词短语则作为主句动词 κινήσει 的主语。语序上呈现倒装与多层同位结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1340.9-1341.32