- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1338.30-1340.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明亚里士多德与柏拉图一致认为天体运动因其有限本性及不动的第一原因而是“有限且永恒”的,随后通过运动与时间的度量属于被运动者而非推动者这一原理解答了第一推动者是在时间中还是无时间地推动的疑难。
Ὁ δὲ Ἀριστοτέλης φυσικώτερον ἀπὸ τῆς κινήσεως ἀρχόμενος πρῶτον ἔδειξεν, ὅτι ἀνάγκη κίνησιν ἀΐδιον εἶναι, καὶ τὸ κινούμενον ἔτι μᾶλλον, εἴπερ ἐν τῷ κινουμένῳ ἡ κίνησις, καὶ ὅτι τὸ κινούμενον ὑπό τινος πάντως κινεῖται, καὶ ὅτι τὸ μὲν πρώτως κινοῦν τὴν ἀΐδιον κίνησιν ἀνάγκη εἶναι καὶ ἀπειροδύναμον καὶ ἀμερές, τὸ δὲ πρώτως ὑπὸ τούτου τὴν ἀΐδιον κίνησιν κινούμενον μίαν οὖσαν καὶ συνεχῆ τὸ κυκλοφορητικὸν εἶναι σῶμα. τοῦτο δὲ καὶ δι’ ἑαυτὸ τὴν ἀΐδιον κινεῖσθαι κίνησιν μίαν τε καὶ συνεχῆ τοῦτο μόνον κινούμενον, καὶ ἀεὶ ἐν τέλει περιφορᾶς ἅμα καὶ ἐν ἀρχῇ εἶναι· πᾶν γὰρ μόριον τῆς κυκλοφορίας τέλος μέν ἐστι τῆς προγενομένης περιφορᾶς, ἀρχὴ δὲ τῆς ἐσομένης. ὅπου δὲ πᾶν τὸ λαμβανόμενον τέλος ἐστὶ καὶ ἀρχή, ἀνέκλειπτον ἀνάγκη τὸ τοιοῦτον εἶναι κατὰ τὴν αὑτοῦ φύσιν, ὥσπερ καὶ τὸ προσεχῶς ὑπὸ τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος κινούμενον ἀίδιον ἀνάγκη τῇ ἑαυτοῦ φύσει εἶναι κατὰ τὸν Πλάτωνα. πεπερασμένον δὲ ὂν τὸ ἀιδίως κινούμενον καὶ οὐκ αὐτοκίνητον, ἀλλ’ ἑτέρωθεν ἔχον τὴν κίνησιν καὶ κατὰ Πλάτωνα τὸ εἶναι καὶ διὰ τοῦτο γενητὸν ὂν καὶ ἑτεροκίνητον, οὐ δύναται ἅμα ὅλην οὔτε τὴν τοῦ κινεῖν οὔτε τὴν τοῦ κινεῖσθαι δύναμιν καταδέξασθαι. ἡ γὰρ κίνησις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὥσπερ ἡ ἡμέρα, καὶ οὐκ ἔστιν ἅμα ὅλη. εἰ οὖν καὶ ἀίδιον καὶ ἄπειρον κινεῖται κίνησιν καὶ οὐχ ἅμα ὅλην, δῆλον ὅτι γινόμενον ἕξει τὸ ἀίδιόν τε καὶ ἄπειρον ἀεὶ μὲν κινούμενον διά τε τὴν [τοῦ] αὐτοῦ φύσιν καὶ διὰ τὴν τοῦ κινοῦντος ἀκίνητον ἐνέργειαν, οὐχ ἅμα δὲ τὸ ἀεὶ ἔχον διὰ τὸ ἑτεροκίνητον εἶναι καὶ πεπερασμένον. καὶ τοῦτό ἐστι τὸ ἐπ’ ἄπειρον κινεῖσθαι ἀεὶ μὲν ἐν τέλει τῆς λαμβανομένης κινήσεως οὔσης, ἀνεκλείπτως δὲ ἑτέρας τὴν ἑτέραν διαδεχομένης. ὥσπερ οὖν ὁ Πλάτων τὴν ἐπ’ ἄπειρον τοῦ γενητοῦ γένεσιν λυτήν τε καὶ μὴ πάμπαν ἀθάνατον εἶπεν, καὶ αὖ πάλιν ἄλυτον καὶ θανάτου μοίρας μὴ τυγχάνουσαν, οὕτως ὁ Ἀριστοτέλης τὴν ἐπ’ ἄπειρον κίνησιν πεπερασμένην τε τῇ δυνάμει καὶ ἀίδιον ἀπεφήνατο τοῦ μὲν πέρατος τῷ οὐρανίῳ σώματι διὰ τὴν αὑτοῦ φύσιν ὑπάρχοντος σωματικήν τε καὶ ἑτεροκίνητον οὖσαν καὶ πεπερασμένην, τοῦ δὲ ἀπείρου1 διά τε τὴν αὑτοῦ φύσιν προσεχῶς ὑπὸ τοῦ ἀκινήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος ὑποστᾶσαν καὶ κυκλοφορητικὴν οὖσαν καὶ διὰ τὴν τοῦ παράγοντος αὐτὸ καὶ κινοῦντος ἀκινησίαν· ὥστε κατ’ ἄμφω τοὺς φιλοσόφους ὁ οὐρανὸς καὶ διὰ τὴν αὑτοῦ φύσιν καὶ διὰ τὸ παράγον καὶ κινοῦν αἴτιον ἀίδιός τε καὶ ἀεικίνητός ἐστι. Ζητήσοι δὲ ἂν οἶμαι πᾶς ὁ μὴ παρέργως τῶν Ἀριστοτέλους λόγων ἀκούων περὶ τοῦ πρώτως κινοῦντος, πότερον ἐγχρόνως κινεῖ ἢ ἀχρόνως. εἰ μὲν γὰρ ἐγχρόνως, πρῶτον μὲν πῶς αὐτὸς ὁ Ἀριστοτέλης περὶ τοῦ ἀπειροδυνάμου λέγων χρόνον γε, φησίν, οὐκ ἐνδέχεται εἶναι οὐδένα, καθ’ ὃν κινεῖ;2 ἔπειτα εἰ ἀκίνητόν ἐστι καὶ κατὰ πᾶσαν μεταβολὴν ἀμετάβλητον τὸ πρώτως κινοῦν οὐ κατ’ οὐσίαν μόνον, ἀλλὰ καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν, πῶς ὁ χρόνος μέτρον κινήσεως ὂν τὰς ἀκινήτους ἐνεργείας μετρήσει τοῦ πρώτως κινοῦντος; εἰ δὲ μὴ ἐν χρόνῳ κινεῖ, πῶς ἐν χρόνῳ κινεῖται τὸ πρώτως ὑπ’ αὐτοῦ κινούμενον; πρὸς ἃ ῥητέον, ὅτι τῶν κινούντων, ὅσα μὲν κινούμενα κινεῖ ὥσπερ τὰ σωματικῶς κινοῦντα ὠθοῦντα καὶ ἕλκοντα καὶ ῥιπτοῦντα, ταῦτα ἐν χρόνῳ κινεῖ οὐ διὰ τὸ κινεῖν ἁπλῶς, ἀλλὰ διὰ τὸ κινεῖσθαι· κινήσεως γὰρ μέτρον ὁ χρόνος, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ ἐστὶν καὶ οὐκ ἐν τῷ κινοῦντι. τὸ δὲ πρώτως κινοῦν ἀκίνητον ὂν 〈καὶ κατ’ οὐσίαν〉 καὶ κατ’ ἐνέργειαν ὡς ὑπὲρ πᾶσαν κίνησιν ἱδρυμένον καὶ ἀχρόνους ἔχει τὰς ἐνεργείας ὡς ὑπὲρ χρόνον οὔσας, καὶ παράγει τὴν κίνησιν ἀφ’ ἑαυτοῦ ἐν τῷ ὑπ’ αὐτοῦ κινουμένῳ. εἰ γὰρ μὴ πρῶτον τῶν ὄντων ἐστὶ τὸ κινούμενον, διότι ὑπό τινος κινεῖται, ἀνάγκη τὴν κίνησιν ὑπὸ τοῦ ἀκινήτου ἐν τῷ κινουμένῳ ὑποστῆναι, καὶ τὸν χρόνον ὑπὸ τοῦ ἀχρόνου ἐν τῷ ἐγχρόνως κινουμένῳ. οὐ γὰρ τὸ κινεῖν, ἀλλὰ τὸ κινεῖσθαι ὑπὸ τοῦ χρόνου μετρεῖται, διότι ἡ κίνησις ἐν τῷ κινουμένῳ. ὡς δὲ ἡ τοῦ πρώτως κινουμένου κίνησις ἄπειρος οὖσα τὸ ἄπειρον οὐχ ἅμα ὅλον ἔχει, ἀλλ’ ἐπ’ ἄπειρον γινόμενον, οὕτω καὶ ὁ χρόνος ὁ τῆς πρώτης κινήσεως μετρητικὸς ἄπειρός ἐστιν ὡς ἐπ’ ἄπειρον προϊών. ἀλλ’ ἐπανιτέον λοιπόν, ὅθεν ἐξέβημεν, ἐπὶ τὰ συνεχῆ τῆς Ἀριστοτέλους λέξεως.
而亚里士多德更为自然学地从运动出发,首先证明了必然存在永恒的运动,并且被运动者更是如此——如果运动确实是在被运动者之中的话;被运动者完全是由某物所运动的;最先推动永恒运动者必然既具有无限力量又无部分;而最先由它以永恒运动(这一运动是单一且连续的)被运动者,则是圆周运动的物体。并且他还证明了,这个物体本身也由于自身而被以永恒的运动、即单一且连续的运动所推动(唯独这个物体被如此运动),并且它始终同时既在一圈周转的终点,又在起点;因为圆周运动的任何一部分,既是此前已发生的周转的终点,又是将要发生的周转的起点。而在凡是所取得的每一个部分皆是终点又是起点的地方,这类事物依其自身本性而言必然是不竭的,正如依柏拉图所言,那直接由始终依相同条件且以同样方式存在者所运动之物,依其自身本性而言必然是永恒的。然而,永恒被运动者既是有限的又不是自身运动的,而是从他处获得运动,且依柏拉图所言也是从他处获得存在,并因此是生成的且受他物运动的,它便不能一齐全体接受推动的力量或被运动的力量。因为运动如同一天一样,是在生成中具有其存在的,并不是一齐全体存在的。因此,如果它被以既永恒又无限的运动所推动,且不是一齐全体的,显而易见的是,它将在生成中具有永恒与无限,既因它自身的本性、又因推动者的不动现实态而始终被运动,但由于它是受他物运动且有限的,并不一齐全体地具有这“始终”。而这正是朝向无限而运动的意思:所取的运动始终处于终结之中,而另一运动又毫无匮乏地接续着另一运动。因此,正如同柏拉图称生成者的朝向无限之生成既是可解体的且非全然不朽,又反过来称其为不可解体且不遭遇死亡命运一样,亚里士多德也表明朝向无限的运动在力量上是有限的,同时又是永恒的;其中有限的一面是因天体自身的本性而属于天体(这本性是物体的、受他物运动的且有限的),而无限的一面则是因它直接由不动且始终依相同方式存在者所成立、且是圆周运动的自身本性,并且也因产生它和运动它的因子的不动性而属于它;因而依这两位哲学家而言,天体无论因它自身的本性,还是因产生并推动它的原因,都是永恒且恒常运动的。 我想,任何不是敷衍地听取亚里士多德论说的人,都会探究关于最先运动者究竟是在时间中推动还是无时间地推动。因为如果是时间性地推动,首先,亚里士多德自己在谈论无限力量者时所说的“绝不可能有它在其中推动的时间”,这作何解释?其次,如果最先运动者不仅在实体上,而且在力量和现实态上,在一切变化方面都是不动且不可变的,那么时间作为运动的度量,又怎能度量最先运动者的不动现实态呢?但如果不是在时间中推动,最先由它推动者又怎能在时间中被运动呢?对此应当说,在运动者之中,凡是作为被运动者而推动的——如物体性地以推、拉、投的方式运动者——这些事物在时间中推动并非仅仅因为推动,而是因为被运动;因为时间是运动的度量,而运动是在被运动者之中而非在推动者之中的。但最先运动者既在实体上也在现实态上是不动的,作为确立于一切运动之上者,其现实态也是无时间的(因为它是超越时间的),并且从自身在由它运动的事物中产生运动。因为如果被运动者由于被某物运动而并非存在者中的第一者,那么运动必然由不动者在被运动者中成立,而时间则由无时间者在时间性被运动者中成立。因为被时间度量的不是推动,而是被运动,这是因为运动是在被运动者之中。正如最先被运动者的运动虽然是无限的,却不是一齐全体具有这无限,而是朝向无限地生成着;同样,度量第一运动的时间也是作为朝向无限而进展者而无限的。然而我们现在必须从偏离之处,返回到亚里士多德文句的接续之处。
- 8.102τοῦ μὲν πέρατος τῷ οὐρανίῳ σώματι διὰ τὴν αὑτοῦ φύσιν ὑπάρχοντος ... τοῦ δὲ ἀπείρου
短语 τοῦ μὲν πέρατος ... τοῦ δὲ ἀπείρου 是包含两个对比主语的属格独立结构。对于后一个主语 τοῦ δὲ ἀπείρου,从前一分句中承前省略并省补分词 ὑπάρχοντος 作为其共有谓词。
- 8.102χρόνον γε, φησίν, οὐκ ἐνδέχεται εἶναι οὐδένα, καθ’ ὃν κινεῖ
该句包含带有插入语 φησίν 的亚里士多德原话直接引用。宾格主语 χρόνον ... οὐδένα 倒装置于句首以示强调,作非人称动词 οὐκ ἐνδέχεται 所支配的不定词 εἶναι 的主语。
