← 辛普里丘

亚里士多德《物理学》注释

§1337.6-1338.30

基于蒂迈欧篇的天体不朽性与无限存续

辛普里丘引用柏拉图《蒂迈欧篇》中造物主的演说,阐明诸天体如何从自立原因直接获得存在,虽非真正存在者且自身并非完全不朽,却通过恒常的生成而保持不可解体的不朽性与无限的存续。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.102#10

καὶ δῆλον ὅτι τὸ ὄντως ὂν καὶ αὐθυπόστατον καὶ ἀμετάβλητον προσεχῶς ὑφίστησι τὸ ἀεὶ γινόμενον ἀλλ’ οὐ ποτέ, καὶ τὸ κατ’ ἐνέργειαν ἀλλ’ οὐ κατ’ οὐσίαν μεταβολὴν ὑφιστάμενον, οἷά ἐστι τὰ κατὰ μόνον τὸν τόπον κινούμενα· συνεχὴς γὰρ οὖσα ἡ πρόοδος τὴν κατ’ ὀλίγον ὕφεσιν ὑπομένει καὶ οὐκ εὐθὺς εἰς τὸ πάντῃ διεστὼς ὑποβιβάζεται· τὸ δὲ γινόμενον ὑπὸ τοῦ ὄντως ὄντος τοῦ αὐθυποστάτου προσεχῶς, μὴ ὂν αὐτὸ αὐθυπόστατον, ἀλλ’ ὑπὸ τοῦ αὐθυποστάτου παραγόμενον (διὸ καὶ γινόμενόν ἐστι καὶ οὐκ ὄν) οὔτε ἅμα ὅλον τὸ εἶναι ὑπὸ τοῦ αἰτίου καταδέχεται (οὐ γὰρ ἂν ἦν ἔτι γινόμενον ἀλλ’ ὄν) οὔτε παύεται δεχόμενον διά τε τὴν αὑτοῦ φύσιν, ὅτι μετὰ τὸ ὂν ἀεὶ τὸ γινόμενον ἀεὶ τὴν ὑπόστασιν ἔχει πρὸ τοῦ ποτὲ γινομένου, καὶ διὰ τὸ παράγον1 ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐνεργοῦν εἰς τὸ παραγόμενον. ὥστε πεπερασμένον δέχεται τὸ εἶναι, ἀεὶ δὲ δέχεται· καὶ διὰ τοῦτο ἀνέκλειπτός ἐστιν ἥ τε τοῦ ὄντως ὄντος μετάδοσις καὶ ἡ τοῦ προσεχῶς ὑπ’ αὐτοῦ γινομένου μετάληψις· καὶ τὸ οὕτως ἄπειρον ὡς ἐπ’ ἄπειρον τοῦτό ἐστι. καὶ ταῦτα δι’ ὀλίγων ῥημάτων ἐσήμανεν ὁ Πλάτων τὸν δημιουργὸν ἐν Τιμαίῳ παραγαγὼν πρὸς τοὺς οὐρανίους θεοὺς δημηγοροῦντα καὶ λέγοντα· “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε ἐθέλοντος.2 τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν, οὔ τι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε.” λέγει δὲ ταῦτα, μᾶλλον δὲ πληροῖ δημιουργικῶν νοήσεων τὰς δυναμένας οὐσίας ἐν τῷ κόσμῳ νοεῖν τὴν ἐν τῷ πατρὶ τῶν ὅλων προϋπάρχουσαν διακόσμησιν· αὗται δέ εἰσι προσεχῶς μὲν ἑνιαῖαι καὶ νοεραί, ἤδη δὲ καὶ αἱ τούτων τῶν νόων ἐξηρτημέναι ψυχαὶ κατὰ τὴν μίαν παντὸς τοῦ ἀσωμάτου συνάρτησιν καθ’ ἕκαστον θεόν. πρὸς τούτους οὖν λέγει “θεοὶ θεῶν”. καὶ ὁ μὲν λόγος ποίησίς ἐστι δημιουργική, θεοὺς δὲ ποιεῖ θεῶν τοὺς ἀσωμάτους τῶν σωματικῶν,3 ὅτι προφανέστερον μὲν θεοὶ καλοῦνται τὰ τῶν οὐρανίων θεῶν περιπολοῦντα ἀγάλματα διὰ τὴν ὀξεῖαν κίνησιν θεοὶ κληθέντες. θεῶν δὲ τούτων θεοὶ οἱ τὰς ἀρχικὰς αὐτῶν αἰτίας ἀσωμάτως καὶ νοερῶς προβαλόμενοι. πᾶς γὰρ θεὸς ἀρχή τινός ἐστι θεότητος· θεῶν δὲ τῶν αἰσθητῶν δημιουργὸς εἶναί φησι καὶ πατὴρ τῶν ἐν αὐτοῖς ἔργων· δημιουργεῖται γὰρ καὶ δι’ ἐργασίας ἀποτελεῖται τὸ σωματικὸν πᾶν. λέγει δὲ τὸ “δεθὲν πᾶν” τὸ σωματικὸν ὡς ὁρατὸν καὶ ἁπτὸν ὑπάρχον καὶ διὰ τοῦτο ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ στοιχείων συγκείμενον καὶ δεδεμένον τῷ τῆς ἀναλογίας δεσμῷ· τοῦτον γὰρ αὐτὸς ἄριστον δεσμὸν εἶπεν τῆς τῶν σωμάτων συνθέσεως. λυτὸν δέ πως πᾶν τὸ δεθέν, ἢ ὅτι λύσις μὲν τῶν συγκειμένων ἡ τῶν ἁπλῶν διάκρισις, ἥτις ἐν τῷ δημιουργῷ μόνῳ προϋπάρχει κατὰ τὴν ἐν αὐτῷ τῶν ἁπλῶν στοιχείων αἰτιώδη περιοχήν· διὸ καὶ αὐτῷ μόνῳ τῷ δημιουργῷ φησιν αὐτὰ λυτὰ εἶναι. εἰ γὰρ τὰ τῶν οὐρανίων ἐν τοῖς νοεροῖς στοιχεῖα ἥνωται μὲν διὰ τὴν νοητὴν ἕνωσιν, διακέκριται δὲ διὰ τὴν νοερὰν καθαρότητα, ἀλλαχοῦ δὲ οὐδαμοῦ διακέκριται, εἰκότως ἐν αὐτῷ τὸν λόγον τῆς λύσεως, τουτέστι τῆς διακρίσεως, προϋπάρχειν φησί, μὴ μέντοι λύεσθαι καλῶς ἡρμοσμένα· ἡρμόσθη γὰρ κατὰ τὴν ἐν τῷ δημιουργῷ τοῦ κοσμικοῦ παραδείγματος ἁρμονίαν. ὑμεῖς οὖν, φησίν, “ἐπείπερ γεγένησθε”, τουτέστιν ἐπειδὴ τὴν σωματικὴν ἰδιότητα προεβάλεσθε σύνθετόν τε οὖσαν καὶ μὴ αὐθυπόστατον μηδὲ ἐν τῷ ὄντως ὄντι μείνασαν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσαν, “ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν”· οὐ γὰρ ἕξετε τὴν ἅμα ὅλην οὖσαν ἀθανασίαν· τοῦτο γὰρ σημαίνει τὸ “οὐκ ἐστέ”, ἀλλὰ γινομένην καὶ ἐπισκευαστὴν αὐτὴν ἕξετε. καὶ οὐ “λυθήσεσθε”, κἂν σύνθετον ἔχητε φύσιν διὰ τὸ κατὰ τὴν ἕνωσιν τῆς νοερᾶς ἀγαθότητος προσεχῶς ὑποστῆναι· οὐ γὰρ ἄλλως ἔχοντες κατὰ φύσιν ἐπείσακτον τὴν ἕνωσιν ὑπεδέξαντο. ἀλλ’ ἡ πρώτη σύνθεσις, κἂν ἁπλῶν ᾖ σύνοδος, ἀλλ’ ὑπὸ τῆς νοερᾶς ἑνώσεως προσεχῶς μετὰ τῶν ἁπλῶν οὐ διακεκριμένων πρότερον ὑποστᾶσα ἄλυτός ἐστι. καὶ οὕτως οὔτε ἀθάνατοι πάμπαν εἰσὶν οὔτε θανάτου μοίρας μεταλαγχάνουσι γινομένην ἐπ’ ἄπειρον τὴν ἀθανασίαν καταδεχόμενοι. καὶ οὕτω μὲν ὁ Πλάτων ἀπὸ τῆς τῶν οὐσιῶν διαφορᾶς τό τε προσεχὲς αἴτιον τῶν οὐρανίων ἐξέφηνε καὶ τὴν αὐτῶν τῶν οὐρανίων ἰδιότητα.

并且显而易见的是,那真实存在、自立且不可变者,直接使那始终生成而非在某时生成的、以及在现实态上而非在实体上承受变化的事物(即那些仅就位置而言运动的事物)成立。因为连续的流出进程容受逐渐的降落,而不是立刻下沉到完全隔绝的事物中。而由真实存在且自立者直接生成之物,其自身并非自立,而是由自立者产生(因此它是生成的而非存在的),它既不会从原因处一齐全体接受其存在(因为那样它就不再是生成的而是存在的了),也不会停止接受;这一方面是由于其自身的本性,因为在始终存在者之后,始终生成者先于在某时生成者而具有其存立;另一方面也是由于产生者始终依循相同条件且以同一方式作用于被产生者。因此,它接受有限的存在,但始终在接受;正因如此,真实存在者的施与和由其直接生成者的接纳乃是不竭的;这便是朝向无限这种意义上的无限。 而柏拉图在《蒂迈欧篇》中借由让造物主对天界诸神演说并陈述以下内容,用简练的话语表明了这些事情:“众神之神啊,凡是我作为创造者和父亲的作品,只要我愿意,皆不可解体。凡被束缚者固然皆可解体;然而企图解体那被优美地调和并处于良好状态者,乃恶者所为。因此,又因你们既然是生成的,你们绝非全然不朽,但绝不会被解体,也不会遭遇死亡的命运,因为你们抽签得到了我的意愿——这一比起你们生成时所由以被束缚的那些绳索还要更大、更有主导力量的纽带。” 他说这些话,不如说是用创造性的观念充满了宇宙中能够理会万物之父中先在的秩序构想的那些实体;而这些实体直接地说是单一且知性的,进一步说也是在每个神中依循整个非物体领域的单一关联而悬系于这些知性的灵魂。因此,他是对这些实体说“众神之神”的。而这演说乃是一种造物性的创制,它将非物体的神相对于物体的神构造成众神之神,因为更显明地被称为神的,是由于其敏捷运动而被赋予神之名号的天界诸神的巡行塑像;而这些神的众神,则是以非物体且知性的方式呈现出它们的首要原因者。因为每个神都是某种神性的本原;并且他说他是感觉诸神的创造者,也是其中工程的父亲;因为一切物体之物都是被创造、并通过工序而被完成的。 他所说的“凡被束缚者”,是指作为可见且可触知、并因此由火与土及其中间元素构成且被比例之纽带所束缚的物体之物;因为他自己称此纽带为物体合成的最优纽带。而凡被束缚者在某种意义上皆可解体,或者是因为复合者的解体乃是单纯者的分离,而这种分离仅依造物主内部单纯元素的原因性统摄而先在于造物主之中;因此他说唯独对造物主而言它们才是可解体的。因为如果天界事物在知性领域中的元素藉由理智统合而合一,却又藉由知性纯粹性而区分,而在其他任何地方都未被区分,那么他自然会说解体(即分离)的理则先在于他之中,然而被优美调和者却并不解体;因为它们是按照造物主中宇宙范型的和谐而被调和的。 因此他说,“你们既然是生成的”,也就是说,既然你们呈现了物体的特性——这种特性是复合的且非自立的,既不留存于真实存在者之中,反而在生成之中具有其存在——“你们绝非全然不朽”;因为你们不会拥有一齐全体存在的不朽性(因为“并非”所指的正是这一点),而是将拥有生成着且被修复的不朽性。并且你们不会“被解体”,即便你们具有复合的本性,这也是由于直接按照知性善的统一而成立;因为它们并非在自然上处于另一种状态下才接受外来的统一。相反,最初的合成即使是单纯者的会合,但由于直接由知性统一与此前未曾分离的单纯元素一同成立,因而是不可解体的。这样,它们既非全然不朽,亦不分有死亡的命运,而是接纳那朝向无限而生成的不朽性。柏拉图正是以这种方式,从实体的差异出发,阐明了天体的直接原因以及天体自身的特有属性。

语法注3 条
  1. 8.102οὔτε παύεται δεχόμενον διά τε τὴν αὑτοῦ φύσιν ... καὶ διὰ τὸ παράγον

    动词 παύεται 带有补充性分词 δεχόμενον(‘停止接受’),其理由由 διά τε ... 与 καὶ διὰ ... 构成的两个并列介词短语给出。在第一个理由中,ὅτι 从句同格解释了其本性所在;在第二个理由中,名词化分词 τὸ παράγον 充当主体,由分词 ἐνεργοῦν 修饰(‘由于产生者始终在作用’)。

  2. 8.102θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε ἐθέλοντος

    引自《蒂迈欧篇》41a7的名句。短语 ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων 中,关系词 ὧν 既可与 ἔργων 结合(‘凡我是其创造者与父亲的作品’),亦可指代前述诸神而将 ἔργων 视作同位或补语。辛普里丘后文的阐释(‘他是感觉诸神的创造者,也是其中工程的父亲’)表明其兼顾两层结构。ἄλυτα ἐμοῦ γε ἐθέλοντος 则作表示条件或伴随时间的属格绝对结构(‘只要我愿意,便不可解体’)。

  3. 8.102θεοὺς δὲ ποιεῖ θεῶν τοὺς ἀσωμάτους τῶν σωματικῶν

    双重宾格结构(ποιεῖ + 宾语 + 宾补,意为‘使……成为……’),主语为柏拉图的言辞(ὁ λόγος)。τοὺς ἀσωμάτους 为直接宾语,θεοὺς θεῶν 为宾语补足语。属格 τῶν σωματικῶν 是比较或相对关系属格,表示‘相对于物体神/超越物体神的非物体神’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1337.6-1338.30