- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1335.29-1337.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了论敌关于天及其各部分能力为有限的第四个论证,阐明天的无限存在乃基于整体性的包含而非时间的相加累积,并阐述了亚里士多德与柏拉图思想的调和一致。
εἰ οὖν μὴ αὐτάρκη, φησίν, οὐδὲ ἀπειροδύναμα τὰ μέρη.” καὶ ἄλλως δὲ τοῦτο οἴεται δεικνύναι. εἰ γὰρ τῶν μερῶν ἕκαστον ἀπειροδύναμόν ἐστι, “τὸ ὅλον, φησίν, ἢ ἴσην ἕξει ἑκάστῳ τῶν μερῶν δύναμιν ἢ μείζονα. ἀλλ’ εἰ μὲν μείζονα, ἔσται τοῦ ἀπείρου τι μεῖζον, ὅπερ ἀδύνατον, καὶ ἄλλως συμβήσεται τὸ αὐτὸ μέρος ἄπειρόν τε εἶναι καὶ πεπερασμένον· ἄπειρον μὲν διὰ τὴν ὑπόθεσιν, πεπερασμένον δέ, καθὸ ὑπό τινος ὑπερβάλλεται. ἀλλὰ καὶ τὸ ἴσην τῷ μέρει τὸ ὅλον δύναμιν ἔχειν ἀδύνατον. ὁρᾶται γὰρ ἐναργῶς πανταχοῦ τὸ ὅλον ἑκάστου τῶν μερῶν δυναμικώτερον. κἂν γὰρ ἡ ψυχρὰ ποιότης ἡ αὐτή ἐστιν ἔν τε τῷ μέρει τοῦ ὕδατος καὶ ἐν τῷ ὅλῳ, ἀλλ’ ἡ συνεκτικὴ τοῦ εἶναι δύναμις οὐχ ἡ αὐτή. ἀλλ’ ὅσῳ μεγαλομερέστερά ἐστι τὰ σώματα, τοσούτῳ μᾶλλον διαρκεῖ. εἰ οὖν μὴ ἔστιν ἄπειρος ἡ ἑκάστου τῶν μερῶν δύναμις, πεπερασμένη ἐστίν· ὥστε καὶ τὸ ὅλον πεπερασμένον· τὸ γὰρ ἐκ πεπερασμένων μερῶν καὶ ἀριθμῷ καὶ δυνάμει συγκείμενον ἀπειροδύναμον εἶναι ἀδύνατον· λείπεται ἄρα, φησίν, καὶ τὸν ὅλον οὐρανὸν καὶ τῶν αὐτοῦ μερῶν ἕκαστον πεπερασμένης εἶναι δυνάμεως· τοιαῦτα δὲ καὶ τὰ ὑπὸ σελήνην ἅπαντα.” καὶ πρὸς ταῦτα δὲ συντόμως μὲν τὰ αὐτὰ πάλιν ῥητέον, ὅτι τὴν ἄπειρον δύναμιν τὴν ἅμα ὅλην οὖσαν κινητικήν, ἣν τῷ πρώτως καὶ ἀιδίως κινοῦντι προσεῖναί φησιν ὁ Ἀριστοτέλης, οὔτε τὸ ὅλον κινητὸν ἔχειν οὔτε τὰ μέρη αὐτοῦ δυνατόν. τοῦ δὲ κινεῖσθαι καὶ τοῦ γίνεσθαι ἄπειρον ἔχει δύναμιν οὐχ ἅμα ὅλην. καὶ γὰρ ἡ κίνησις καὶ ἡ γένεσις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, ἀλλὰ κατὰ τὸ ἐπ’ ἄπειρον· κατὰ δὲ τοῦτο ἡ ἀπειρία ὁμοίως καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι προσήκει, εἴπερ μήτε τὸ ὅλον χωρὶς τῶν μερῶν μήτε τὰ μέρη χωρὶς εἶναι δύναται τοῦ ὅλου. καὶ γὰρ καὶ ἐπὶ τῶν ἐπὶ χρόνον τινὰ ἀρκούντων οἷον τῶν ζῴων ὁρῶμεν, ὅτι ἀνάγκη τὸ εἶναι τῶν μερῶν τῷ τοῦ ὅλου εἶναι συμπαρατείνεσθαι, κατὰ δὲ τὴν οὐσίαν τὴν ἑαυτῶν καὶ μὴ ὡς μέρη λαμβανόμενα τινὰ καὶ πολυχρονιώτερα τοῦ ὅλου ἐστίν, ὡς τὰ 〈ὀστᾶ〉 τῆς τῶν ζῴων ὁλότητος· διαλυθείσης γὰρ ἐκείνης τὰ ὀστᾶ ὑπομένει. οὐκ ἔστιν οὖν ἀληθὲς τὴν ἐν τῷ ὅλῳ τοῦ εἶναι παράτασιν ἐκ τοῦ ἑκάστου τῶν μερῶν εἶναι καὶ τῆς ἐν τούτῳ δυνάμεως, 〈ἃ〉 συντεθέντα πολλαπλασίαν ἐν τῷ ὅλῳ τοῦ εἶναι δύναμιν ἀποτίθεσθαι1 οὕτως, ὡς πολλαπλάσιον τοῦ ὅλου χρόνον ἀρκοῦντος πρὸς τὸ εἶναι, μάλιστα ἔνθα τὸ ὅλον ἐκ τῶν αὐτῶν ἀεὶ μερῶν ἐστιν. ἡ μὲν γὰρ τοῦ ὕδατος καὶ ἑκάστου τῶν στοιχείων ὁλότης ἄλλοτε ἄλλοις μέρεσιν ἐνοῦσα τῷ τὰ μὲν γίνεσθαι τὰ δὲ φθείρεσθαι οὐδὲν θαυμαστὸν εἰ διαρκεστέρα κατὰ τὸ εἶναι τῶν μερῶν ἐστι, τοῦ δὲ οὐρανοῦ τὴν ὁλότητα τοῖς αὐτοῖς ἀεὶ μέρεσι χρωμένην οὐδὲ οὗτος ἂν εἴποι πολυχρονιωτέραν τῶν μερῶν εἶναι. ὁμοίως οὖν ἐπ’ ἄπειρον τὸ εἶναι ὑπάρχει καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν οὐ τῇ τοῦ χρόνου παρατάσει διαφέρον (εἴπερ, ὡς καὶ οὗτος ὁμολογεῖ, πρός τι ὄντα τὰ μέρη καὶ τὸ ὅλον συνυπάρχειν ἀλλήλοις ἀνάγκη), ἀλλὰ τῷ ὁλικωτέρῳ καὶ περιεκτικωτέρῳ τοῦ εἶναι, τάχα δὲ καὶ τοῦ χρόνου. καὶ γὰρ ὁ χρόνος τῶν ὁλικωτέρων ὁλικώτερος, οὐχ ὡς ἐπὶ πλείονα ἔτη παρατεινόμενος, ἀλλ’ ὡς συνῃρηκὼς ἐν ἑαυτῷ τοὺς τῶν μερικωτέρων χρόνους, ὥσπερ καὶ τὸ εἶναι τῶν μερῶν ἐν τῷ τοῦ ὅλου εἶναι συνῄρηται. ἀλλ’ οὗτος μὲν ἐάσθω λοιπὸν αὐτάρκους οἶμαι τοῖς προκειμένοις καὶ νῦν ἐξετάσεως τυχών. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κἀνταῦθα πάλιν ὁ Ἀριστοτέλης ἐν διαφόροις ὀνόμασι τὰς αὐτὰς ἐννοίας τῷ σφετέρῳ καθηγεμόνι προὐβάλετο.2 καὶ γὰρ ὁ μὲν Πλάτων τὴν διαφορὰν τοῦ χωριστοῦ τῶν οὐρανίων αἰτίου καὶ αὐτῶν τῶν οὐρανίων ἀπὸ τῆς οὐσίας παραδίδωσι, καθ’ ὅσον τὸ μὲν αἴτιον ὄντως ὄν ἐστιν, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον καὶ μήτε κατ’ οὐσίαν μήτε κατὰ δύναμιν μήτε κατ’ ἐνέργειαν κίνησιν ἢ μεταβολὴν ὑφιστάμενον, τὸν δὲ οὐρανὸν σωματικὸν ὄντα καὶ διὰ τοῦτο οὐκ αὐθυπόστατον γινόμενον εἶπεν καὶ οὐκ ὄντως ὄντα· τὸ γὰρ ὄντως ὂν πρότερον τῇ φύσει τοῦ γινομένου ἐστὶ καὶ τὸ αὐθυπόστατον τοῦ τὸ εἶναι ἑτέρωθεν ἔχοντος καὶ τὸ ἀμετάβλητον τοῦ ὁπωσοῦν μεταβαλλομένου.
“因此,如果各部分不自足,”他说,“它们也不具有无限能力。”而且他认为也能以另一种方式表明这一点。因为如果每个部分都具有无限能力,“那么全体,”他说,“或者具有与每个部分相等的能力,或者具有更大的能力。但是如果具有更大的能力,就会存在某种大于无限之物,这绝不可能;而在另一方面,就会导致同一个部分既是无限的又是有限的:就假定而言是无限的,但就其被某物所超越而言则是有限的。然而,全体具有与部分相等的能力也是不可能的。因为在任何地方都能清楚地看到,全体比起每个部分都更有能力。因为即使在水的部分与全体之中寒冷的性质是相同的,但维持存在的能力却并不相同;反而是物体的组成部分越是庞大,它们持久存在的时间就越长。因此,如果每个部分的能力不是无限的,它就是有限的;从而全体也是有限的;因为由在数目和能力上皆为有限的诸部分所组成之物,绝不可能具有无限能力。因此,”他说,“结论只能是,整个天及其各个部分都属于有限能力;而月下的所有事物也皆是如此。” 而针对这些论点,简短地必须再次陈述同样的事实:一齐全体存在的、推动方面的无限能力——亚里士多德说它属于最先且永恒推动者——被推动的全体及其各个部分都是不可能拥有的。但是至于被推动与生成,它具有一种并非一齐全体存在的无限能力;因为运动与生成是在生成之中具有其存在,且是依循着奔向无限的方式进行的。按照这一点,无限性便同样属于全体和各个部分,如果确实全体离不开诸部分、诸部分也离不开全体而存在的话。因为甚至在那些仅持续一段时间的事物中,例如在动物的情形中,我们也看到诸部分的存在必然与全体的存在共同延展;但若依其自身固有实体而不是作为部分来考量,某些部分甚至比全体更为长久,正如骨骼比动物的整体性更为长久一样,因为在动物整体解体之后骨骼依然留存。因此,全体中存在的延展来源于各部分的存在以及蕴于其中的能力,且它们结合起来在全体中积蓄起成倍的存续能力,以至于全体在存续上能持续成倍的时间,这并非真确,尤其是在全体始终由相同诸部分构成的地方更是如此。因为水以及每个元素的整体性,由于某些部分生成而另一些部分毁灭,在不同时间寄托于不同部分,若说它在存在上比其部分更为持久并无奇怪之处;但对于始终使用相同诸部分的天之整体性,就连此人也不可能说它比其部分更为长久。因此,朝向无限的存在同样属于全体和各部分,其差别不在于时间的延展(如果正如这人所承认的那样,部分与全体作为相对概念必然彼此共存的话),而在于存在的、或许还有时间的更加全称性与更具包含性。因为更为全称之物的时间也是更为全称的,并不是说它延展了更多的年份,而是因为它将较为个别之物的时间总括在自身之中,正如诸部分的存在被总括在全体的存在之中一样。不过,既然我认为针对当前主题他如今已受到了充分的审查,便姑且就此打住吧。 此外值得注意的是,亚里士多德在此处再次运用不同的名称,提出了与自己的师长相同的理念。因为柏拉图根据实体传达了天体之分离原因与天体自身的差异,乃是因为该原因乃是真实存在者,始终保持相同条件和同一方式,无论在实体、能力还是现实态上均不承受任何运动或变化;而天体作为物体的存在,并因此不是自立存在者,柏拉图称其为生成的、而非真实存在者;因为真实存在者在本性上先于生成者,自立存在者先于从他处获得存在者,不可变者先于以任何方式承受变化者。
- 8.102οὐκ ἔστιν οὖν ἀληθὲς τὴν ἐν τῷ ὅλῳ τοῦ εἶναι παράτασιν ... ἀποτίθεσθαι
主节谓语为 οὐκ ἔστιν ἀληθές,其后连接宾格不定式短语作主语:一方面是 τὴν ... παράτασιν ... εἶναι(存在的延展源自……),另一方面是并列的〈ἃ〉 συντεθέντα ... ἀποτίθεσθαι(它们聚集起来从而积蓄……)。不定式 ἀποτίθεσθαι 的逻辑主语为与补入的关系代词 ἃ 一致的中性复数分词 συντεθέντα。
- 8.102τὰς αὐτὰς ἐννοίας τῷ σφετέρῳ καθηγεμόνι προὐβάλετο
与格 τῷ σφετέρῳ καθηγεμόνι 表面上可看作动词 προὐβάλετο 的间接宾语,但结合文意,它实为与 τὰς αὐτάς 相关联的标准/比较与格,意为“提出了与其师长(柏拉图)相同的理念”。
