- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1334.9-1335.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论述了物体的无限可分性并不意味着现实中被切碎为极微部分,通过列举缺乏天体衰退的天文学及经验证据驳斥了菲洛波诺斯的天体毁灭说,随后转向讨论菲洛波诺斯关于天体部分能力的第四个论点。
καὶ τοῦτό ἐστι τὸ ἐπ’ ἄπειρον διαιρετὸν τῶν σωμάτων κοινῶς πᾶσι τοῖς σώμασιν ὑπάρχον καθὸ σώματα· κἂν γὰρ μὴ εἶχε φύσιν ἀποτμηθῆναί ποτε τὰ δεξιά μου ἐκ τῶν ἀριστερῶν, διῄρηται ὅμως ἀπ’ ἀλλήλων καὶ διώρισται καὶ μεμέρισται κατ’ ἐνέργειαν. ἀλλὰ τὰ μὲν παθητὰ λοιπὸν σώματα καὶ τέμνεσθαι πέφυκεν εἰς τμητὰ καὶ αὐτὰ σώματα, τὰ δὲ ἀπαθῆ οὐ τέμνεται μὲν οὔτε λόγῳ οὔτε ταῖς τῶν σωφρονούντων ἐννοίαις, διῄρηται μέντοι, καὶ μεμέρισται κατ’ ἐνέργειαν καὶ ταῦτα τῇ διαστάσει τῇ σωματικῇ καίτοι συνεχῆ μένοντα. οὗτος δὲ ἀκούσας, ὅτι πᾶν σῶμα διαιρετόν ἐστι, μᾶλλον δὲ παρακούσας, τῇ ἑαυτοῦ ἐπινοίᾳ τὰ οὐράνια κατέτεμεν εἰς σμικρότατα. καὶ μανικὸν μὲν καὶ τοῦτο καὶ παράφρον πλὴν ἧττον τοῦ τὴν ἐπίνοιαν αὐτοῦ τὴν τοιαύτην καὶ εἰς ἐνέργειαν ἄγειν ἀξιοῦν.1 “φθοράν, γάρ φησιν, ἐπιδέχεται, τῆς ἡμετέρας ἐπινοίας τὰ δυνάμει αὐτοῖς προσόντα εἰς ἐνέργειαν ἀγούσης.” εἰ οὖν τὸ ἐπ’ ἄπειρον τῶν σωμάτων διαιρετὸν οὐκ ἀναγκάζει ποτὲ εἰς σμικρότατα κατατέμνεσθαι τὰ οὐράνια, οὐδὲ τὸ εἶδος ἀποβάλλειν ἀνάγκη οὐ μόνον διὰ τὴν τοῦ θεοῦ βούλησιν, ἀλλὰ καὶ κατὰ τὴν αὐτῶν φύσιν. καὶ γὰρ ἡ τοῦ θεοῦ βούλησις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐπιτηδείως ἔχουσι τὰ ἀγαθὰ χορηγεῖ. καὶ τούτῳ δὲ ἐφιστάνειν ἄξιον, ὅτι ὅσα ἂν οὕτως φαντασθείη, καὶ γίνεσθαι νομίζει δυνατὸν εἶναι· “τῶν γὰρ ἀσχέτων, φησί, πρὸς τὰ σώματα καὶ κατὰ φύσιν ἀφθάρτων ὄντων οὐδὲ φαντασθῆναι δυνάμεθα φθοράν”. καὶ λέγοι ἂν κατὰ τὴν σὺν ἀντιθέσει αὐτοῦ ἀντιστροφήν, ἣν καὶ αὐτὴν ἀγνοεῖ,2 ὅτι ὧν φαντασθῆναι δυνάμεθα φθοράν, ταῦτα οὐκ ἔστι κατὰ φύσιν ἄφθαρτα· τοσαύτην οὗτος δύναμιν ταῖς ἑαυτοῦ φαντασίαις ἀποδέδωκε. καὶ τί θαυμαστόν, εἰ τὸν οὐρανὸν δυνάμενος φαντασθῆναι φθαρτόν, εὐθὺς αὐτὸν καὶ φθείρεσθαι διατείνεται, ὁπότε καὶ πρὸς τὸν θεὸν ταύτην πέπονθε τὴν παράνοιαν; τὸν δὲ τῆς λύσεως τῶν οὐρανίων ἐν τῷ δημιουργῷ λόγον ὑπὸ τοῦ Πλάτωνος ῥηθέντα μὴ νοήσας πῶς λέγεται, ἀλλ’ εἰς τὸν τῆς φθορᾶς μεταλαβὼν λόγον καὶ διὰ τοῦτο φθείρεσθαι τὸν οὐρανὸν φανταζόμενος ἀπαυθαδίζεται λοιπὸν πρὸς αὐτὸν τὸν οὐρανόν, “πόθεν”; λέγων “ὅτι ὁ λόγος τῆς φθορᾶς οὗτος ὁ τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ καταληφθεὶς οὐχ ἥξει ποτὲ καὶ εἰς ἐνέργειαν”. οὐδὲν γὰρ αὐτὸν δυσωπεῖ τὸ μέχρι νῦν μηδὲν αὐτὸν παθεῖν τοῖς φθαρτοῖς ὅμοιον. ἀλλ’ ὅσα μὲν περὶ τούτου γέγραφεν, ὥς φησιν, ἐν τῷ τετάρτῳ Τῶν πρὸς Ἀριστοτέλη, τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ βιβλίον ἐξηγούμενος ἐγὼ κατὰ τὸ δυνατὸν περιέκρουσα. καὶ νῦν δὲ πρὸς αὐτὸν ῥητέον, ὅτι τὰ γινόμενα καὶ φθειρόμενα τὸν μετὰ τὴν ἀκμὴν χρόνον ἄχρι τῆς τελευτῆς ἢ ἴσον ἔχει τῷ ἀπὸ τῆς ἀρχῆς μέχρι τῆς ἀκμῆς χρόνῳ ἢ πλείονα. ὁ τοίνυν οὐρανὸς πρὸ ἑξακισχιλίων καὶ πρὸς ἐνιαυτῶν, ὡς οὗτος οἴεται, γεγονὼς καὶ ἐπ’ ἐσχάτοις ὢν ἤδη τῶν ἡμερῶν, ὡς καὶ τοῦτο πάντως αὐτὸν ἀρέσκει, πῶς οὐδὲν παρακμαστικὸν καὶ πρὸς φθορὰν ὁδεῦον ἡμῖν ἐνεδείξατο; καίτοι κἂν μηδὲν ἄλλο, πάντως γε κατὰ τὴν κίνησιν ἀργότερος ὤφελε νοεῖσθαι3 κατὰ τὸ ἔσχατον γῆρας τυγχάνων. καίτοι οὔτε τὰς ἡμέρας οὔτε τὰς νύκτας οὔτε τὰς ὥρας μακροτέρας ποιεῖ νῦν, ὡς δηλοῦσιν αἱ πράξεις αἱ ἐν αὐταῖς καὶ γεωργίαι καὶ ὁδοιπορίαι καὶ πλοῖ πρὸς τὰς πάλαι γινομένας παραβαλλόμεναι. τὸ γὰρ ἡμερήσιον τῆς ὁδοῦ διάστημα καὶ νῦν τὸ αὐτό ἐστι καὶ βόες ἐφ’ ἡμέρᾳ τὰ αὐτὰ ἀροῦσιν ἢ καὶ ἐλάττονα, καὶ τὰ ὑδρεῖα τῶν ὡροσκοπίων ταῖς αὐταῖς μεθόδοις γινόμενα τοσοῦτον εἰσάγουσι καὶ ἐξάγουσιν ὕδωρ καθ’ ἑκάστην ὥραν ὅσον καὶ πρότερον. Ἀλλ’ ἐπὶ τὸ λοιπὸν αὐτοῦ καὶ τέταρτον, ὥς φησι, τῶν ἐπιχειρημάτων ἰτέον, δι’ οὗ βούλεται δεικνύναι, ὅτι τὸ οὐράνιον σῶμα οὐκ ἔστιν ἀπειροδύναμον. καὶ τοῦτο μὲν ἀληθὲς καὶ κατὰ τὸν Ἀριστοτέλην τὸ ὅλον ἅμα ὂν ἀπειροδύναμον παντὸς σώματος ἀποφάσκοντα, τὸ μέντοι ἐπ’ ἄπειρον κινεῖσθαι καὶ εἶναι τῷ κυκλοφορητικῷ σώματι ἀπονέμοντα. οὗτος δὲ τὸ ἀπειροδύναμον ἀναιρῶν ὡς τὸ ἀίδιον, τὸ φθαρτὸν εὐθὺς ἀντεισάγειν νομίζει. λέγει οὖν, ὅτι εἰ ἀπειροδύναμόν ἐστι τὸ οὐράνιον, ἀνάγκη τῶν μερῶν ἕκαστον ἢ ἄπειρον δύναμιν ἔχειν ἢ πεπερασμένην. “ἀλλ’ ἄπειρον, φησίν, οὐκ ἔχει, τὸ γὰρ ἀπειροδύναμον αὔταρκές ἐστι. τῶν δὲ τοῦ οὐρανοῦ μερῶν ἕκαστον καὶ τῶν ἄλλων μερῶν δεῖται πρὸς τὸ εἶναι καὶ τοῦ ὅλου, εἴπερ τῶν πρός τι τὰ μέρη· τοῦ ὅλου γὰρ μέρη, καὶ ἀλλήλοις δὲ τῶν οἰκείων δυνάμεων μεταδιδόασιν, ὡς δηλοῖ μάλιστα ἡ σελήνη καὶ ἡ εἰς τὰ τῇδε σύμμικτος αὐτῶν ἐνέργεια.
而这正是物体在其作为物体的限度内共同属于一切物体的无限可分性;因为即使我的右侧从未具有从左侧被切断的本性,它们仍然彼此相分、被区分,并在现实态中被划分开来。但是,受动的物体此外依其本性还会被切分为自身亦可切断的诸物体,而不受动的物体无论在理据上还是在清醒者的思想中都不会被切断,然而它们是被分割的,而且这些物体尽管保持连续,也因物体的广延而在现实态中被划分开来。然而此人听说一切物体都是可分的,或者更确切地说是听错了,竟凭自己的思考把天体切碎成极微小之物。虽然这本身也是癫狂和错乱的,但比起认为有理由把他的这种思考也引向现实态而言,程度终究还要轻些。“因为,”他说,“由于我们的思考将潜在属于它们的东西引向现实,它们承受了毁灭。”因此,如果物体的无限可分性绝不迫使天体被切碎为极微小之物,那么不仅因着神的意志,而且依其自身的本性,也没有丧失形式的必然性。因为神的意志并非供给任何偶然之物,而是供给那些处于适宜状态者以善。 此外也值得注意的是:凡以此种方式能被想象的事物,他都认为有可能发生。“因为,”他说,“对于那些与物体无关且按本性不可毁灭的事物,我们甚至无法想象其毁灭。”而按照他自己亦不通晓的对偶换位法,他大概会说,凡我们能想象其毁灭的事物,按本性都不是不可毁灭的;此人赋予了他自己的想象如此巨大的能力!而既然他能想象天是可毁灭的,便随即断言它必定毁灭,这又有什么可奇怪的呢?因为他对待神也同样遭受了这种狂乱。由于他未曾领会柏拉图所说的在造物主中天体解体的理据是在何种意义上被谈论的,反而将其转变为毁灭的理据,并由此想象天会毁灭,于是他进而对天本身蛮横放肆,说道:“由何〔可知〕呢?〔即〕由我们的思考所把握的这一毁灭的理据绝不会进入现实?”因为直到如今它未曾承受任何类似于可毁灭事物之遭遇的事实,并未使他产生丝毫畏惧。 然而,正如他所说的,他在《反亚里士多德》第四卷中就此所写的全部内容,我在注释《论天》第一卷时已尽力予以驳斥。而如今也须对他说:生成与毁灭之物,其全盛期之后直至终结的时间,或者等于、或者长于从始端直至全盛期的时间。那么,正如这人所认为的,天在六千余年之前生成,并且如完全合乎他心意的那样,如今已处于末日,它又何以未曾向我们显露出任何衰退以及走向毁灭的迹象呢?即便没有其他迹象,处在极度衰老之中,它至少在运动上也必定应当被设想为更加迟缓。然而天如今既未使白昼、也未使黑夜或时辰变得更长,正如在其中进行的耕作、行路和航海等活动与古时相比所表明的那样。因为一天的行程距离如今依然相同,牛在一日之内耕耘相同或甚至更少的土地,而按相同方法制作的水钟水槽在每个时辰注入和排出的水也与先前一样多。 然而,我们应当转向他所说的论证中剩下的第四个论证,他试图通过它来表明天体并不具有无限的能力。这甚至按照亚里士多德也是真实的,亚里士多德否定任何物体具有全体一齐存在的无限能力,但仍然将无限地运动和存在赋予圆周运动的物体。然而此人取消无限能力就等同于取消永恒,并认为随即可以代之以可毁灭。因此他说,如果天具有无限能力,那么其每个部分或者必须具有无限能力,或者具有有限能力。“但是,”他说,“它并不具有无限能力,因为具有无限能力之物是自足的。而天的每个部分,如果部分确实是相对概念的话,其存在既需要其他部分,也需要全体;因为它们是全体的部分,并且它们也彼此分享固有的能力,正如月亮以及它们对这里事物的混合活动尤为清楚地表明的那样。”
- 8.102πλὴν ἧττον τοῦ τὴν ἐπίνοιαν αὐτοῦ τὴν τοιαύτην καὶ εἰς ἐνέργειαν ἄγειν ἀξιοῦν
此句为比较级结构,ἧττον 后接比较属格 τοῦ ... ἀξιοῦν。它对比了两种荒谬程度:仅在思考中切碎天体固然疯狂,但比起主张将这种思维切分付诸现实(ἀξιοῦν)而言,程度尚算较轻。
- 8.102κατὰ τὴν σὺν ἀντιθέσει αὐτοῦ ἀντιστροφήν, ἣν καὶ αὐτὴν ἀγνοεῖ
逻辑学术语 ἡ σὺν ἀντιθέσει ἀντιστροφή 指“对偶换位律(contraposition)”。辛普里丘讽刺地指出菲洛波诺斯在其论证中所运用的推论形式:由“若是A(本性不可毁灭),则非B(不可想象毁灭)”推导出“若是B(可想象毁灭),则非A(并非本性不可毁灭)”。
- 8.102πάντως γε κατὰ τὴν κίνησιν ἀργότερος ὤφελε νοεῖσθαι
动词 ὤφελε(ὀφείλω 的第二不定过去时第三人称单数)接不定词 νοεῖσθαι,表示与事实相反的过去期待或应然而未然的状态(“本应当被设想为运动得更为迟缓[但事实并非如此]”)。
