- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1332.32-1334.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判菲洛波诺斯在断定元素全体之毁灭时忽视了元素的相互转化与圆周运动的永恒性,引述了菲洛波诺斯从天体的可分性推导其有限能力与可毁灭性的论证,并反驳其对物体“无限可分性”的含义存在根本误解。
καὶ τοῦτο μὲν πρὸς τὸ σαθρὸν εἰρήσθω τῆς ὑποθέσεως. ἐννοεῖν δὲ χρή, ὅτι τὸ ὕδωρ ὅλον ἐν πεπερασμένῳ χρόνῳ φθειρόμενον ὑποθέμενος τὴν ἐν ἐκείνῳ τῷ χρόνῳ τῶν ἄλλων στοιχείων εἰς τὸ ὕδωρ μεταβολὴν οὐκ ἐλογίσατο. καίτοι εἰ ὥσπερ τὰ μέρη τοῦ ὕδατος φθειρόμενα εἰς ἄλλα μεταβάλλει στοιχεῖα, οὕτω καὶ τὰ τῶν ἄλλων στοιχείων μέρη εἰς τὸ ὕδωρ, καὶ τοῦτο ἐνδελεχὲς καὶ ἀίδιόν ἐστι διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι, καὶ ἡ τῆς φθορᾶς καὶ γενέσεως αἰτία τοῖς τῇδε κίνησις ἡ κατὰ τὸν λοξὸν μάλιστα κύκλον ἀίδιός ἐστι, πῶς δυνατὸν φθαρῆναι τὰς τῶν στοιχείων ὁλότητας; οὗτος δὲ ὡς τοῦτο δείξας ἀραρότως ἐπήγαγεν, ὅτι τῇ αὐτῇ ἐπιχειρήσει δείξομεν καὶ τὰ οὐράνια πάντα πεπερασμένης ὄντα δυνάμεως, καίτοι μηδὲ ἐπιχείρησιν τὴν αὐτὴν ἐπάγων. λέγει γάρ, ὅτι οὐδὲν τῶν οὐρανίων εἰδῶν ἐν τῷ τυχόντι μεγέθει συνίστασθαι πέφυκεν οὐδὲ ὁ ὅλος κόσμος, ᾧ πρότερον οὐ συνεχρήσατο. “εἰ οὖν πᾶν σῶμα, φησίν, ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, σώματα δὲ καὶ τὰ οὐράνια, καὶ αὐτὰ δήπουθεν ἐπ’ ἄπειρόν ἐστι διαιρετὰ τῷ ἰδίῳ λόγῳ, καθ’ ὃ διαστατά ἐστι, κἂν μὴ διαιρῆται, ὡς καὶ ἡ ὕλη ἀνείδεός ἐστι τῷ ἰδίῳ λόγῳ, κἂν μηδέποτε χωρὶς εἴδους ᾖ. καὶ τὸ τριχῇ διαστατὸν ἄποιόν ἐστι τῷ ἰδίῳ λόγῳ, κἂν μηδέποτέ ἐστι χωρὶς τῆς ποιότητος, τὸ δὲ ἐπισυμβὰν ἔξωθεν εἶδος τοῦ μὴ διαιρεῖσθαι ἢ δυσδιαίρετα εἶναι ἢ καὶ ἡμῖν ἀδιαίρετα ὡς ἐπὶ τοῦ ἀδάμαντος αἴτιόν ἐστιν. εἰ οὖν σώματα ὄντα τὰ οὐράνια τῷ μεγέθη εἶναι ἐπ’ ἄπειρόν ἐστι διαιρετά, εἰ τῷ λόγῳ τις αὐτὰ διέλοι, ὡς καὶ τῷ λόγῳ τῆς ὕλης τὰ εἴδη χωρίζομεν, δῆλον ὅτι ἥξει ἡ τομὴ εἰς μέγεθός τι τοιοῦτον, ἐν ᾧ τῶν εἰδῶν ἐκείνων οὐδὲν ὑποστήσεται. οὐκοῦν ἅμα τῇ τοιαύτῃ διαιρέσει φθαρήσεται τὰ εἴδη. εἰ οὖν, καθὸ σώματα τῷ ἰδίῳ λόγῳ τῆς φύσεως διαίρεσιν ἐπιδεχόμενα, ταῦτα φθορὰν ἐπιδέχεται, τῆς ἡμετέρας ἐπινοίας τὰ δυνάμει αὐτοῖς προσόντα εἰς ἐνέργειαν ἀγούσης, οὐδὲν δὲ τῶν λόγον ἐχόντων φθορᾶς ἀπειροδύναμόν ἐστι κατὰ φύσιν, οὐδὲ τῶν οὐρανίων ἄρα σωμάτων οὐδὲν κατὰ τὴν αὑτοῦ φύσιν ἀπειροδύναμον ἔσται. τὸ γὰρ φύσει ἀπειροδύναμον οὐδὲ λόγον ἔχον φθορᾶς οὐδὲ κατὰ ψιλὴν ἐπίνοιαν ὑποτοπηθείη ἂν φθειρόμενον ὡς ἐπὶ τῶν πάντῃ ἁπλῶν καὶ κεχωρισμένων τῆς πρὸς τὰ σώματα σχέσεως. οὐδὲ φαντασθῆναι γὰρ δυνάμεθα, τίς ἔσται λόγος φυσικός, καθ’ ὃν ἐπινοηθείη 〈ἂν〉 φθειρόμενα. τὸ γὰρ ζητούμενον νῦν τοῦτό ἐστι, τίς ὁ κατὰ φύσιν ἑκάστου λόγος, οὐ μὴν τί παρὰ τῆς ἐξῃρημένης αἰτίας τισὶ προσγίνεται, ὥστε κἂν συγχωρηθείη τὰ οὐράνια τῇ τοῦ θεοῦ βουλῇ συνεχόμενα μὴ φθείρεσθαι, ἀλλ’ οὐχὶ καὶ αὐτὰ κατὰ τὴν ἰδίαν φύσιν τὸν τῆς φθορᾶς οὐκ ἐπιδέξεται λόγον·1 φθορᾶς δὲ ἔχοντα λόγον οὐκ ἔστιν ἀπειροδύναμα. πόθεν γάρ; ὅτι ὁ λόγος τῆς φθορᾶς οὗτος2 ὁ τῇ ἡμετέρᾳ καταληφθεὶς ἐπινοίᾳ οὐχ ἥξει ποτὲ καὶ εἰς ἐνέργειαν. τὸ γὰρ μηδὲν αὐτὰ νῦν τῶν εἰς φθορὰν ἀγόντων ὑπομένειν οὐκ ἔστιν ἀπόδειξις τοῦ καὶ φύσει εἶναι αὐτὰ ἄφθαρτα, ὡς ἐδείξαμεν ἐν τῷ τετάρτῳ Τῶν πρὸς Ἀριστοτέλη.” Ταῦτα τοσαῦτα παρεθέμην, ἵνα καὶ τὴν ἕξιν τοῦ ἀνδρὸς τούτου παραδείξω τοῖς ἐντυγχάνουσι καὶ φανερὸν ἔτι μᾶλλον ποιήσω, ὅτι ταὐτὸν οὗτος νομίζει τὸ πεπερασμένην ἔχειν δύναμιν καὶ τὸ φθαρτὸν εἶναι, τοῦ ἐπ’ ἄπειρον τὸ εἶναι ἔχοντος οὐδὲ ἔννοιαν λαβών. ἔτι δὲ οὐδὲ ὅπως λέγεται τὸ πᾶν σῶμα ἐπ’ ἄπειρον εἶναι διαιρετόν, οὗτος φαίνεται γινώσκων. λέγεται δὲ τοῦτο πρὸς τοὺς ἐξ ἀτόμων συνεστάναι τὰ σώματα λέγοντας. καὶ δείκνυσιν, ὅτι πᾶν σῶμα διαστατόν τέ ἐστι καὶ μεριστὸν καὶ μέρη ἔχει καὶ αὐτὸ τοιαῦτα καὶ οὐ σύγκειται ἐξ ἀτόμων. τὸ οὖν ἐπ’ ἄπειρον διαιρετὸν οὐχ ὡς διαιρούμενον παντελῶς καὶ ἀπολῦον τὴν ἑαυτοῦ συνέχειαν λέγεται·3 οὐ γὰρ ἂν εἴη ἔτι ἐπ’ ἄπειρον διαιρετόν, ἀλλ’ ὡς πᾶν τὸ λαμβανόμενον εἰς μέρη διῃρημένον οὐκ ἀπεσπασμένα ἀλλήλων, ἀλλὰ τῇ διαστάσει κεχωρισμένα καὶ διῃρημένα· οὐ μέντοι ὡς τεμνόμενα καὶ ἀποσπώμενα ἀλλήλων. κἂν γὰρ μὴ ἀποσπᾶταί ποτε, μεμέρισται ὅμως τὰ σώματα τῇ διαστάσει καὶ διῄρηται εἰς μέρη. τὸ μὲν γὰρ καθ’ αὑτὸ ἀσώματον ἀδιάστατον ὂν ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττει καὶ οὐ διῄρηται εἰς μέρη, τὸ δὲ σῶμα διαστὰν διέρριπται τοῖς μέρεσιν ἄλλου ἀλλαχοῦ γεγονότος καὶ διῄρηται οὕτω.
关于其假设的脆弱性,就说到这里。然而应当认识到,他在假设全部的水在有限时间内毁灭时,并未把在那段时间内其他元素向水的转化考虑在内。然而,如果正如水的部分毁灭转化为其他元素一样,其他元素的部分也转化为水,而且由于一物的毁灭即是另一物的生成,这一过程是持续且永恒的,并且对这里的事物而言毁灭与生成的原因——尤其是沿黄道倾斜圆的运动——是永恒的,那么元素的全体又怎可能毁灭呢?然而此人仿佛已经确凿地证明了这一点,接着便断言:我们将通过同一论证证明一切天体也具有有限的能力——即便他根本没有运用同一论证。因为他说,没有任何一种天体的形式依其本性能够在任何偶然的大小中成立,整个宇宙亦非如此——这一前提他之前并未同时使用。“因此,如果每一个物体,”他[菲洛波诺斯]说,“都是无限可分的,而天体也是物体,那么按其自身理据,就其具有广延而言,天体固然也是无限可分的,即便它们并未被分割,正如质料按其自身理据是无形式的,即便它从未脱离形式一样。而三维广延按其自身理据也是无性质的,即便它从未脱离性质;但从外部附加的形式,则是其不被分割、或难以分割、或甚至对我们而言不可分割(如在金刚石的情形中)的原因。因此,既然天体作为物体因其为量度而无限可分,如果有人在理据上分割它们,正如我们在理据上把形式从质料中分离出来一样,显而易见,这一分割将达到某种大小,在其中那些形式将无一能够成立。因此,伴随着这种分割,形式将同时毁灭。因此,如果这些事物作为物体按其本性的固有理据承受分割,由于我们的理智将潜在属于它们的东西引向现实,它们承受毁灭,而凡具有毁灭理据之物按本性皆不具有无限能力,那么天体按其自身本性也就无一具有无限能力。因为按本性具有无限能力、不具毁灭理据之物,即便在纯粹理智中也不会被怀疑为会毁灭,如同在完全单纯且脱离与物体之关联的事物的情形中一样。因为我们甚至无法想象,能有什么本性上的理据,可以依之思考它们会毁灭。因为现在所探究的是这一点:各物按本性的理据是什么,绝非从超越的原因附加给某些事物的是什么,以致即便承认天体受神的意志维系而不毁灭,但绝非它们自身按固有本性便不接受毁灭的理据;而既然具有毁灭的理据,它们便不具有无限能力。因为凭什么能如此呢?难道是因为由我们理智所把握的这一毁灭的理据绝不会进入现实吗?因为它们如今没有承受任何导向毁灭之事,并不能证明它们按本性也是不可毁灭的,正如我们在《反亚里士多德》第四卷中所证明的那样。” 我之所以引证这么多字句,是为了向读者展示此人的习气,并进一步表明,他把具有有限能力等同于可毁灭,甚至对无限拥有存在之物毫无概念。此外,对于在何种意义上说一切物体皆无限可分,此人似乎也并不知晓。因为这一说法是针对那些主张物体由不可分者构成的人而言的。它表明一切物体既具有广延又具有可分性,且自身具有这样的部分,并非由不可分者构成。因此,无限可分并非指被彻底分割并瓦解自身的连续性而言——因为若是那样便不再是无限可分的了——而是指所取的一切都被分割为并未彼此割裂、而是因广延而区分并分割开来的各部分;绝非指被切断并彼此割裂。因为即便从未被割裂,物体仍然因广延而被划分开来并被分割为各部分。因为自身无形体者由于无广延,其全体与自身的全体相重合,并不被分割为各部分;而物体由于具有广延,其部分分散在此处与彼处,便是以这种方式被分割的。
- 8.102ἀλλ’ οὐχὶ καὶ αὐτὰ κατὰ τὴν ἰδίαν φύσιν τὸν τῆς φθορᾶς οὐκ ἐπιδέξεται λόγον
在由 ὥστε 引导的结果从句中,对应 κἂν συγχωρηθείη... 的主句中出现了双重否定(οὐχί 与 οὐκ)。第一个 οὐχί 否定整个命题(“绝非……”),而 οὐκ 则否定谓词动词 ἐπιδέξεται。二者结合表达强烈的肯定主张:“即便承认天体受神的意志维系而不毁灭,但绝非它们自身按固有本性便不接受毁灭的理据”。
- 8.102πόθεν γάρ; ὅτι ὁ λόγος τῆς φθορᾶς οὗτος
短语 πόθεν γάρ; 是菲洛波诺斯的修辞性反问(“凭什么能如此呢?”),紧随其后的 ὅτι 从句(“难道是因为……”)提出了对手可能用来反驳的理由并随即予以否定。其基本骨架构成反驳性的自问自答结构:“难道是因为由我们理智所把握的毁灭理据绝不会进入现实,它们便具有无限能力了吗?(绝非如此)”。
- 8.102τὸ οὖν ἐπ’ ἄπειρον διαιρετὸν οὐχ ὡς διαιρούμενον παντελῶς καὶ ἀπολῦον τὴν ἑαυτοῦ συνέχειαν λέγεται
中性带冠词主语短语 τὸ ἐπ’ ἄπειρον διαιρετόν(“无限可分者”或“‘无限可分’这一表述”)由被动动词 λέγεται 所统辖,其具体的限制与规定由 οὐχ ὡς... ἀλλ’ ὡς... 结构引出。接在 ὡς 之后的各分词(διαιρούμενον、διῃρημένον 等)起着述谓限定作用,表明该命题的骨架为:“无限可分并非指被彻底分割……而言,而是指……而言”。
