← 辛普里丘

亚里士多德《物理学》注释

§1331.10-1332.32

评菲洛波诺斯关于天体复合性与可毁灭性的论证

辛普里丘引用了菲洛波诺斯根据天体的复合性以及元素全体的有限能力论证宇宙可毁灭性的观点,批评他曲解了柏拉图并混淆了可毁灭性与不具备同时无限能力的概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.102#6

“εἰ γὰρ σύνθετα, φησίν, ἔστι τὰ οὐράνια, τὰ δὲ σύνθετα λόγον ἔχει λύσεως, τὰ δὲ λόγον ἔχοντα λύσεως λόγον ἔχει φθορᾶς (ἡ γὰρ διάλυσις τῶν στοιχείων φθορὰ τοῦ συνθέτου ἐστί), τὸ δὲ λόγον ἔχον φθορᾶς οὐκ ἔχει δύναμιν ἄπειρον), τὰ ἄρα οὐράνια ὅσον ἐπὶ τῇ αὑτῶν φύσει οὐκ ἔστιν ἀπειροδύναμα.” ἀλλ’ ὅπως ὁ Πλάτων τῆς λύσεως ἔχοντα τὸν λόγον φησὶ τὸν δημιουργὸν μὴ λύειν τὸ καλῶς ὑπ’ αὐτοῦ ἁρμοσθέν,1 μετ’ ὀλίγον εἰσόμεθα. “καὶ οἱ μὴ ἐκ τῶν τεττάρων δὲ στοιχείων, φησὶν οὗτος, λέγοντες τὸν οὐρανόν, ἀλλ’ ἐκ τοῦ πέμπτου σώματος, καὶ οὗτοι σύνθετον αὐτὸν λέγουσιν ἐξ ὑποκειμένου μὲν τοῦ πέμπτου σώματος, εἴδους δὲ τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ. καὶ εἰ τὰ πάντων εἴδη, φησίν, ἀφέλοι τις, δῆλον ὅτι τὸ τριχῇ διαστατὸν αὐτῶν καταλείψει μόνον, καθ’ ὃ οὐδὲν οὐδενὸς τῶν οὐρανίων διοίσει οὐδὲ τῶν παρ’ ἡμῖν σωμάτων, ὥστε καὶ τὰ οὐράνια συνθέσεως ἔχοντα λόγον, καὶ λύσεως ἕξει καὶ φθορᾶς. καὶ διὰ τοῦτο οὐκ ἀπειροδύναμα, κἂν μηδέποτε φθείρηται κατὰ Πλάτωνα κρείττονι δεσμῷ τῆς αὑτῶν φύσεως, τῇ βουλήσει τοῦ θεοῦ, συνεχόμενα.” καὶ ἐκ τούτου τοίνυν τοῦ ἐπιχειρήματος δῆλός ἐστι διὰ κενὴν δόξαν καὶ τῆς ἐξ ἀρχῆς ἑαυτοῦ προθέσεως ἐπιλαθόμενος. προὔκειτο μὲν γὰρ αὐτῷ γενητὸν καὶ φθαρτὸν ἀποδεῖξαι τὸν οὐρανόν. νῦν δὲ ἐνδίδωσι διὰ μὲν τὴν αὑτοῦ φύσιν πεπερασμένην ἔχειν δύναμιν αὐτὸν καὶ φθαρτόν, διὰ δὲ τὴν τοῦ θεοῦ βούλησιν ἄλυτον διαμένειν καὶ ἄφθαρτον. καὶ δῆλον ὅτι οὐκ ἂν ἡ τοῦ θεοῦ βούλησις τῷ μὴ ἐπιτηδείως ἔχοντι δέξασθαι τοῦτο τὸ ἀγαθὸν ἐδωρεῖτο, ἀλλὰ κἂν τὴν ἄπειρον ἅμα ὅλην κινητικὴν δύναμιν ὁ οὐρανὸς οὐκ ἔχῃ κινητὸς ὢν αὐτὸς καὶ πεπερασμένος, ἀλλὰ πρός γε τὸ ἐπ’ ἄπειρον κινεῖσθαι πέφυκεν. ἀλλ’ οὐδὲ σύνθετον καλῶς ὑπέθετο τὸ πέμπτον σῶμα οὕτως ὡς λύσεως ἔχον λόγον· ἐκεῖνα γὰρ λύσεως ἔχει λόγον, ὅσα ὑποκείμενον ἔχει μὴ στέγον τὰ εἴδη καὶ ἐξ ἀντικειμένων συνέστηκεν εἰδῶν τῶν εἰς ἄλληλα μεταβαλλόντων· τὰ δὲ οὐράνια τὸ κυκλοφορητικὸν εἶδος ἔχει μὴ ἔχον ἑαυτῷ ἐναντίον, ἐπειδὴ μηδὲ τῇ κύκλῳ κινήσει ἔστιν ἐναντία κίνησις, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ ὁ Ἀριστοτέλης. πρὸς ἃς ἀποδείξεις ἀντειρηκότα τοῦτον ἀπέδειξα ὡς οἶμαι μηδὲν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένων νενοηκότα. Εἶτα ἐπιχειρεῖ δεικνύναι, ὅτι καὶ τῶν στοιχείων αἱ ὁλότητες καὶ τὰ οὐράνια πεπερασμένης εἰσὶ δυνάμεως. καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον, εἴπερ πεπερασμένα ὄντα μὴ ἔχει ὅλην ἅμα ἄπειρον δύναμιν· ἐκεῖνο δὲ ἀτοπώτατον τὸ νομίζειν ταὐτὸν εἶναι τὸ φθαρτὸν τῷ μὴ ἔχειν τὴν ἄπειρον ἅμα ὅλην δύναμιν. λέγει οὖν ἐν τῇ Φυσικῇ ἀκροάσει δεδεῖχθαι, ὅτι οὐ τὸ τυχὸν εἶδος ἐν τῷ τυχόντι μεγέθει ὑφίσταται οὔτε σύνθετον οὔτε ἁπλοῦν (οὔτε γὰρ ἄνθρωπος δακτυλιαῖος οὔτε κώνωψ πηχυαῖος γένοιτο ἄν, ἀλλ’ οὐδὲ ὕδωρ ἐν τῷ τυχόντι μεγέθει ὑφίσταται), ἀλλ’ ὅταν εἰς τοσοῦτον κατατμηθῇ τὸ ὕδωρ, ὡς ἔλαττον εἶναι τὸ γενόμενον ἐκ τῆς τομῆς μέγεθος τοῦ πεφυκότος εἶδος ὕδατος καταδέξασθαι, ἀπόλλυται τὸ ὕδωρ, ὡς ὅταν ἄκρῳ δακτύλῳ ὕδατος ἐφαψάμενοι τὴν ἰκμάδα ἐκείνην ἐξαπλοῦντες καὶ παρατρίβοντες καὶ εἰς βραχύτατα διαιροῦντες τὸ εἶδος τοῦ ὕδατος ἀφανίζωμεν. “ἐντεῦθεν οὖν, φησί, δειχθήσεται, ὅτι οὐδὲ αἱ τῶν στοιχείων ὁλότητες ἀπείρου μετέχουσι δυνάμεως. ὁρῶμεν γάρ, ὅτι ὅσῳ μειοῦται τὰ τῶν στοιχείων μεγέθη, ταχύτερον ὑφίσταται τὴν φθοράν, ὅσῳ δὲ παραύξεται, βραδύτερον. ὑποκείσθω οὖν τὸ κυαθιαῖον ὕδωρ ἐνιαυτὸν ἕνα δυνάμενον διαμένειν. οὐκοῦν ἕκαστον τῶν ἰσομεγέθων ὑδάτων τὸν αὐτὸν ἀρκέσει χρόνον. ἀλλὰ μὴν ἐπειδὴ καὶ ὅλως ὁ τοῦ ὕδατος ὄγκος πεπερασμένος ἐστί, καταμετρηθήσεται δηλονότι ὁ πᾶς ὄγκος ὑπὸ τοῦ κυάθου. καὶ διαιρεθήσεται ὅλον τὸ ὕδωρ εἰς κυάθους πεπερασμένους τὸν ἀριθμόν. ἀλλὰ μὴν ἕκαστον τῶν μορίων πεπερασμένης ἐστὶ δυνάμεως· καὶ τὸ ἐκ πάντων ἄρα συγκείμενον πεπερασμένης ἔσται δυνάμεως· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων. δέδεικται ἄρα, φησί, διὰ τούτων, ὅτι τέως τῶν τεττάρων στοιχείων ἕκαστον κατὰ τὴν ὁλότητα τὴν αὑτοῦ πεπερασμένης ἐστὶ δυνάμεως.” ταῦτα αὐτοῦ λέγοντος ἐπ’ αὐτῶν σχεδὸν τῶν ῥημάτων ἐπιστῆσαι χρή, πρῶτον μὲν τίνα αὐτῷ παρέσχε χρείαν προληφθὲν τὸ μὴ τὸ τυχὸν εἶδος εἰς τὸ τυχὸν μέγεθος ἐγγίνεσθαι·2 οὐ γὰρ ἐδεῖτο τούτου ἡ τοῦ κυαθιαίου ὕδατος ὑπόθεσις, ὅτι ἂν διαιρεθῇ τὸ ὕδωρ εἰς κυάθους, ὧν ἕκαστος ἐνιαυτὸν διαρκεῖ, καὶ τὸ ὅλον ἐνιαυτὸν διαρκέσει· οὐ γὰρ συντίθεται ὁ χρόνος τῶν κυάθων διαιρεθέντων.3

“因为如果天体是复合的,”他[菲洛波诺斯]说,“而复合之物具有分解的理据,具有分解理据之物则具有毁灭的理据(因为元素的分解即是复合体的毁灭),而具有毁灭理据之物并不具有无限的能力,那么天体就其自身本性而言便不具有无限的能力。”然而,柏拉图在何种意义上说,具有分解理据的造物主不会分解那由祂所妥善调和之物,我们稍后便会知晓。“而那些主张天并非由四元素组成,”此人说,“而是由第五物体组成的学者,他们也同样主张它是复合的,即由作为底层基质的第五物体以及太阳或月亮的形式复合而成。并且如果有人抽去一切事物的形式,”他说,“显而易见,他所留下的将仅仅是它们的三维广延,就此而言,天体之间没有任何一者与另一者有别,也与我们身边的物体无别,以致天体既然具有复合的理据,也将具有分解和毁灭的理据。因此它们并非具有无限能力,即便按照柏拉图的说法,由于受到一种优越于它们自身本性的纽带即神的意志的维系,它们永不毁灭。” 因此,从这个论证也可以清楚看出,他由于虚荣甚至忘记了自己最初的命题。因为他原本的宗旨是要证明天是生成且可毁灭的。但现在他却让步承认:天由于其自身的本性具有有限的能力且是可毁灭的,但由于神的意志却保持不被分解且不可毁灭。显而易见,神的意志绝不会将这种善赐予不适于接受它的事物;而天即便自身作为受动者且是有限者因而不曾全体一次性地同时具有无限的能动力,但它依其本性至少是适于承受无限运动的。况且,他把第五物体假设为具有分解理据的复合体也是不恰当的;因为凡是具有分解理据之物,都是那些具有不能保有形式的底层基质、并由相互转化的对立形式构成之物;而天体则具有作圆周运动的形式,这一形式自身并无对立者,因为正如亚里士多德在《论天》第一卷中所证明的那样,圆周运动也不存在任何对立运动。对于这些证明,此人提出了反对意见,但我认为我已经证明了他根本没有理解亚里士多德所说的话。 接着,他试图证明,元素的全体和天体都属于有限能力。这本身并不荒谬,如果它们确实作为有限者并非全体一次性地同时具有无限能力的话;但最荒谬之处在于,认为可毁灭与不曾全体一次性地同时具有无限能力是同一回事。于是他说,在《物理学》中已经证明,并非任何偶然的形式都可以在任何偶然的大小中成立,无论复合者还是单纯者(因为既不可能产生一指之长的人,也不可能产生一肘之长之蚊,水也不能在任何偶然的大小中成立),相反,当水被分割到如此程度,以致由分割所产生的大小小于适于接受水之形式的本性大小时,水便毁灭了,正如当我们用指尖触碰水,将那点湿气摊开、摩擦并分割成极微小的部分而使水之形式消失时一样。“因此由此,”他说,“将可证明各元素的全体也不分有无限能力。因为我们看到,元素的大小被缩减得越多,承受毁灭就越快,而增加得越多,承受毁灭就越慢。那么,设有一勺水能够存留一年。于是,大小相等的每份水都将支撑相同的时间。然而,既然水的全部体积也是有限的,显而易见全部体积都能被这一勺所度量。整批水将被分割为数量有限的勺。然而,它的每一部分都具有有限的能力;因此,由全部部分构成的整体也将具有有限的能力;其余元素亦复如是。因此通过这些论据,”他说,“已经证明,就目前而言,四元素中的每一者在其全体上都具有有限的能力。” 在他几乎按其字句本身这样说的时候,应当加以检视:首先,预先设定并非任何偶然的形式都能进入任何偶然的大小,这对他究竟有何用处?因为关于一勺水的假设根本不需要这一点,即假若水被分割为若干勺且每勺能维持一年,整个水也将维持一年;因为各勺被分割后的时间并不会相加在一起。

语法注3 条
  1. 8.102ὅπως ὁ Πλάτων τῆς λύσεως ἔχοντα τὸν λόγον φησὶ τὸν δημιουργὸν μὴ λύειν τὸ καλῶς ὑπ’ αὐτοῦ ἁρμοσθέν

    在由 ὅπως 引导的间接疑问从句中,嵌套着带不定式结构:宾格主语为 τὸν δημιουργὸν,不定式为 μὴ λύειν,直接宾语为 τὸ καλῶς ὑπ’ αὐτοῦ ἁρμοσθέν。分词短语 τῆς λύσεως ἔχοντα τὸν λόγον 为阳性单数宾格,修饰宾格主语 τὸν δημιουργὸν(“具有分解理据的”)。

  2. 8.102τίνα αὐτῷ παρέσχε χρείαν προληφθὲν τὸ μὴ τὸ τυχὸν εἶδος εἰς τὸ τυχὸν μέγεθος ἐγγίνεσθαι

    疑问形容词 τίνα 修饰前置的直接宾语 χρείαν。动词 παρέσχε 的语法主语是带有冠词的不定式短语 τὸ μὴ τὸ τυχὸν εἶδος εἰς τὸ τυχὸν μέγεθος ἐγγίνεσθαι,中性单数分词 προληφθὲν 与之同格(主格),意为“预先设定……这一事实”。整句构成为:“预先设定……究竟为他提供了什么效用”。

  3. 8.102οὐ γὰρ συντίθεται ὁ χρόνος τῶν κυάθων διαιρεθέντων

    属格短语 τῶν κυάθων διαιρεθέντων 并非独立属格,而是直接修饰名词 ὁ χρόνος(“被分割的一勺勺的时间”)。主语为 ὁ χρόνος,动词 συντίθεται 为被动态,意为“被相加/被合算”。这里表达了辛普里丘在逻辑上的反驳:即便每一勺水能维持一年,但由于它们是同时存在的,其维持的时间并不会累加成整个水体的更长寿命(即体积可以累加,而存续时间不可累加)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1331.10-1332.32