← 辛普里丘

亚里士多德《物理学》注释

§1329.33-1331.10

驳基于质料接受能力的天体可毁论

辛普里丘引用了菲洛波诺斯的第二个论据(基于质料对形式的接受能力主张天体具有可毁灭性),并通过揭示单一最初质料的荒谬性、将第五物体视作质料的矛盾、部分转化与整体永恒的相容性,以及创世神的善性与宇宙永恒秩序,对其进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.102#5

“δεύτερον εἰ τὸ εἶναι, φησί, τῆς ὕλης ἐν τούτῳ ἐστίν, ἐν τῷ ἐπιτηδείως ἔχειν πάντα δέχεσθαι τὰ εἴδη καὶ οὐ μάτην ἔχει ταύτην τὴν δύναμιν οὐδὲ δύναται πλείονα ἅμα εἴδη ἡ αὐτὴ ὕλη καταδέξασθαι, οὐδὲν τῶν εἰδῶν ἀεὶ στέγειν ἡ ὕλη δύναται ὅσον ἐπὶ τῷ οἰκείῳ αὐτῆς λόγῳ.1 εἰ δὲ τοῦτο, οὐδὲν τῶν ἐξ ὕλης καὶ εἴδους ὅσον ἐπὶ τῇ ὕλῃ ἄφθαρτον ἔσται.” δεδεῖχθαι δέ φησιν αὑτῷ ἐν τῷ τετάρτῳ Τῶν πρὸς Ἀριστοτέλη, ὅτι μία καὶ ἡ αὐτὴ ὕλη ἡ πρώτη τοῖς τε οὐρανίοις ὑπόκειται καὶ τοῖς ὑπὸ σελήνην. ἀλλὰ τὰ μὲν ἐκεῖ ῥηθέντα αὐτῷ τῆς προσηκούσης ἔτυχεν ἐξετάσεως ὑπ’ ἐμοῦ τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ σαφηνίζειν ἐπιχειρήσαντος. ἐνταῦθα δὲ τοσοῦτον μόνον ἐφιστάνειν ἀξιῶ, ὅτι τῆς αὐτῆς ὕλης οὔσης καὶ πρὸς πάντα τὰ εἴδη ὁμοίως ἐχούσης, ἀνάγκη μεταβάλλειν εἰς ἄλληλα τά τε οὐράνια καὶ τὰ ὑπὸ σελήνην, οὗ τί ἂν ἀδυνατώτερον εἴη; οὐ γὰρ διατρίβειν ἐν τούτῳ καλόν. καὶ γὰρ καὶ οὗτος τὸ ἀπεμφαῖνον ἐννοήσας “κἂν συγχωρήσῃ τις, φησί, μὴ τὴν αὐτὴν ὑποκεῖσθαι ὕλην τοῖς τε οὐρανίοις καὶ τοῖς ὑπὸ σελήνην, ἀλλ’ ἐπειδὴ καὶ ἡ τῶν οὐρανίων πάντων ὕλη, ἣν ἡγοῦντο πρῶτον ὑποκείμενον, ἕν ἐστι καὶ ταὐτὸν τὸ καλούμενον πέμπτον σῶμα, τὰ δὲ ταύτης τῆς ὕλης εἴδη διάφορα τυγχάνει (τὸ τοῦ ἡλίου φέρε καὶ τὸ τῆς σελήνης καὶ τὸ τῶν ἄλλων ἑκάστου ἀστέρος καὶ ἔτι τῶν σφαιρῶν ἑκάστης), δῆλον ὅτι καὶ ἡ τῶν οὐρανίων σωμάτων ὕλη ἐπιτηδείως ἔχει ἕκαστον τῶν οὐρανίων εἰδῶν καταδέξασθαι, κἂν διά τινα κρείττονα καὶ ἐξῃρημένην αἰτίαν μὴ κατεδέξατο. εἰ οὖν καὶ ἡ τῶν οὐρανίων σωμάτων ὕλη, ὅσον ἐπὶ τῷ δύνασθαι πάντων εἶναι τῶν εἰδῶν δεκτική, ἐκείνων ἄλλοτε ἄλλο δέξεται εἶδος, οὐδὲ ἄρα τῶν οὐρανίων οὐδὲν ὅσον ἐπὶ τῇ δυνάμει τῆς αὐτῶν ὕλης ἄφθαρτον ἔσται.” Ἐν δὴ τούτοις πρῶτον μὲν ἐφιστάνειν ἄξιον, ὅτι τὴν πρώτην τοῦ οὐρανοῦ ὕλην τὸ πέμπτον ἐνόμισεν εἶναι σῶμα. καίτοι εἰ, ὡς πρότερον εἶπεν, μία καὶ ἡ αὐτὴ ὕλη πάντων ἐστὶ τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ σελήνην, πῶς ἔχει λόγον τὸ πέμπτον σῶμα ὕλην εἶναι τῶν ὑπὸ σελήνην; ἔπειτα εἴτε διὰ κρείττονά τινα καὶ ἐξῃρημένην αἰτίαν οὐ δέχεται ἄλλο εἶδος ἡ τῶν οὐρανίων ὕλη παρ’ ὃ νῦν ἔχει, οὐκ ἔστιν ἀνάγκη διὰ τὴν ὕλην φθαρτὸν εἶναι τὸν οὐρανόν, εἴτε, ὡς οὗτος “καὶ τοῦτο,” φησὶ τὰ ἐναντία ἑαυτῷ λέγων, “ἄλλοτε ἄλλο δέξεται εἶδος”. καὶ οὕτως οὐκ ἀνάγκη τὸν ὅλον οὐρανὸν φθαρτὸν εἶναι, ἀλλ’ εἰ ἄρα, τὰ μέρη μόνα τῶν ἐναντίων εἰς ἄλληλα μεταβαλλόντων ὡς καὶ ἐπὶ τῶν ὑπὸ σελήνην. εἴτε οὖν μία ἡ ὕλη, τοσοῦτον αὐτῷ μόνον ἐκ τῶν αὐτοῦ λόγων συμβαίνει, τὸ τὰ ἄνω κάτω καὶ τὰ κάτω ἄνω ὥσπερ τοῖς μεθύουσι γινόμενα φαίνεσθαι, ὥστε ἥλιον μὲν ἐνταῦθα, ἄνθρωπον δὲ ἐν οὐρανῷ, καὶ τὰ οὐράνια μετὰ τῶν ἐνθάδε φύεσθαι· καίτοι τί ἂν εἴη τούτων ἀτοπώτερον; εἴτε ἡ τοῦ οὐρανοῦ ὕλη μία οὖσα πάντα δύναται τὰ ἐκεῖ εἴδη καταδέξασθαι, ἢ μάτην δύναται ἤ ποτε μεταβάλλει καὶ ἐκεῖνα εἰς ἄλληλα. καίτοι οὐδὲ οὕτως αὐτῷ τὸ σπουδαζόμενον ἐκβήσεται τὸ φθαρτὸν τὸν κόσμον ἀποδεικνύναι· οὐδὲ γὰρ τὸ ὑπὸ σελήνην ἀνάγκη ποτὲ μὴ εἶναι, ἐπειδὴ τὰ μέρη αὐτοῦ περὶ τὴν ὑποκειμένην ὕλην μεταβάλλει εἰς ἄλληλα. ἔνθα γὰρ ἡ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστι, τίς μηχανὴ τὸ τοιοῦτο σύστημα φθαρῆναι; πόσῳ κάλλιον οὖν ἦν καὶ τῷ δημιουργῷ θεῷ μᾶλλον προσῆκον τὸ λέγειν,2 τὰ μὲν προσεχῶς ὑπ’ αὐτοῦ παραγόμενα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος καὶ μήτε κατ’ οὐσίαν μεταβαλλομένου μήτε κατὰ δύναμιν μήτε κατ’ ἐνέργειαν ἀΐδια εἶναι, ἵνα μὴ ποτὲ μὲν κοσμοποιὸς ᾖ, ποτὲ δὲ ἀργὸς καὶ ἄγονος καὶ ἔρημος ἀπολείπηται, τὸ δὲ διὰ τῶν ἀϊδίων καὶ ἀϊδίως κινουμένων αὐτοῦ δημιουργημάτων γινόμενον τὸ ὑπὸ σελήνην μέρη μὲν ἔχειν γινόμενα καὶ φθειρόμενα, ἵνα καὶ τὸ ἔσχατον τοῦ κόσμου γένεσιν σχῇ διὰ τὴν τοῦ δημιουργοῦ ἀγαθότητα, ἀεὶ δὲ ὢν αὐτὸς ἐμηχανήσατο καὶ τοῦτο ἀΐδιον εἶναι τῷ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι ἐνδελεχῆ ποιήσας τὴν γένεσιν. ἐν δὲ τῷ τρίτῳ αὐτοῦ ἐπιχειρήματι τῷ Πλάτωνι συνέπεσθαι δοκῶν ἀποδεικνύναι πειρᾶται, ὅτι τὰ οὐράνια οὐκ ἔστιν ἀπειροδύναμα τῇ αὑτῶν φύσει, κἂν μὴ φθείρηται δυνάμει κρείττονι τῆς ἑαυτοῦ φύσεως συνεχόμενα.

“其次,”他[菲洛波诺斯]说,“如果质料的存在就在于这一点,即适于接受一切形式,并且它并非徒然具有这一能力,同一质料也不能同时承受多种形式,那么质料就其自身的本义而言,就不能永远保有任何一种形式。若如此,由质料和形式构成之物,就质料而言,就没有任何一个是不可毁灭的。”并且他说自己在《反亚里士多德》第四卷中已经证明,天体与月下界事物底下是同一个唯一的最初质料。但是,他在那里所说的话,在我尝试疏解《论天》第一卷时已经受到了应有的审视。而在这里,我认为只需指出这一点就够了:如果质料是相同的,并且对一切形式都同样处之,那么天体与月下界事物就必然相互转化,而有什么比这更不可能的呢?因为在这上面耽搁是不体面的。事实上,此人自己也意识到了这一荒谬,因而说道:“即使有人退让一步,承认天体与月下界事物底下并非同一质料,但既然一切天体的质料(即人们曾认为是第一底层基质的)是唯一且相同的,即所谓的第五物体,而这一质料的形式却各不相同(例如太阳的形式、月亮的形式、其余各星辰的形式,以及各个天球的形式),那么显然,天体的质料也适于承受各种天体形式,哪怕由于某种更优越和超然的原因它不曾承受它们。因此,如果天体的质料就能够接受一切形式而言,也会在不同时候接受那些形式中的不同形式,那么天体中的任何事物就其自身质料的能力而言,也就都不是不可毁灭的了。” 在这些论述中,首先值得注意的一点是,他认为天的最初质料就是第五物体。然而,如果真如他先前所说,天体与月下界一切事物的质料是同一个且相同的,那么第五物体作为月下界事物的质料又怎能讲得通呢?其次,如果因为某种更优越和超然的原因天体的质料除了它现在所具有的形式之外不接受其他形式,天空因质料之故是可毁灭的就并非必然;或者如果真如他自相矛盾地所说,“这也会在不同时候接受不同的形式”,即便如此,整个天空是可毁灭的也并非必然,而充其量只是其部分因对立者相互转化而可毁灭,正如在月下界事物中的情形一样。因此,如果质料是单一的,从他自己的论述中得出的充其量不过是:如同醉汉所见,上面的东西到了下面,下面的东西到了上面,以致太阳生于此处,而人生于天上,天体事物与此处的凡物一同滋生——然而有什么能比这些更荒诞呢?或者如果天的质料作为单一者能够承受那里的所有形式,它要么徒然具有这种能力,要么那些事物终究也会相互转化。然而即使如此,他所极力追求的目标——证明宇宙是可毁灭的——也不会实现;因为并非由于月下界的部分围绕底层质料相互转化,它就必然在何时不复存在。因为在一方的毁灭即是另一方的生成之处,有何机制能使这样一个系统彻底毁灭呢?因此,若说直接由创世神——祂永远以同样的状态和方式存在,无论在本质上、能力上还是在现实活动上都不变异——所产生的事物是永恒的,以免祂有时是造世者,有时却沦为空闲、不生且孤独的状态;而通过祂永恒且永恒受动之创造物而产生的事物,即月下界的事物,具有生成与毁灭的部分,以便宇宙的最末端也能因创世神的善性而享有生成,然而自存永恒的祂自身通过使一方的毁灭成为另一方的生成而使生成绵延不绝,从而设计出让此界也是永恒的,——这样的说法比起前述之说要好多少,又对创世神合适得多啊!而在他的第三个论据中,他看似依循柏拉图,试图证明天体依其本性而言并非具有无限能力,即便它们因被一种优越于自身本性的力量所维系而未被毁灭。

语法注2 条
  1. 8.102ὅσον ἐπὶ τῷ οἰκείῳ αὐτῆς λόγῳ

    介词短语 ὅσον ἐπί 搭配与格是表示“就……而言”或“在……的限度内”的惯用限制结构。在此处菲洛波诺斯的论述中,意为“就其自身的本义/定义而言”,后文出现的 ὅσον ἐπὶ τῇ ὕλῃ 和 ὅσον ἐπὶ τῷ δύνασθαι... 亦属相同用法。

  2. 8.102πόσῳ κάλλιον οὖν ἦν καὶ τῷ δημιουργῷ θεῷ μᾶλλον προσῆκον τὸ λέγειν

    在非人称表达式 πόσῳ κάλλιον ἦν... τὸ λέγειν(“说……岂不更好得多”)引导下,冠词不定式 τὸ λέγειν 作为主语统摄了由 μέν...δέ 对比构成的两个宾格加不定词从句:τὰ μὲν προσεχῶς ὑπ’ αὐτοῦ παραγόμενα ... ἀΐδια εἶναι(直接由神产生的事物是永恒的)与 τὸ δὲ ... γινόμενον τὸ ὑπὸ σελήνην μέρη μὲν ἔχειν γινόμενα καὶ φθειρόμενα(月下界事物具有生成毁灭的部分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1329.33-1331.10