- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:132.21-133.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘援引亚历山大,从偶性与实体的关系、定义的划分、白的述谓等多项论据证明亚里士多德是将“恰恰是存在者”视作实体而非属,并附上了欧德谟的证言。
ἔτι αὐτὸς προελθὼν λέγει “εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκε”, γένη δέ ἐστί τινα συμβεβηκότα, καὶ εἰ μὴ τούτοις ὧν ἐστι γένη, ἀλλὰ τῇ γε οὐσίᾳ τῶν συμβεβηκότων γένη συμβεβηκέναι λέγεται,1 οἷον ἀνθρώπῳ τὸ χρῶμα. εἰ τοίνυν ἐν μὲν τῷ γένει ἔστι τι καὶ συμβεβηκός, ἐν δὲ τῇ οὐσίᾳ οὐδέν ἐστι τοιοῦτον, αὐτὸς δὲ τὸ ὅπερ ὂν ὡς ἀντικείμενον τῷ συμβεβηκότι τίθησι, τὴν οὐσίαν ἂν λέγοι τὸ ὅπερ ὄν, οὐ τὸ γένος, ὃ καὶ τῆς τοῦ συμβεβηκότος φύσεως ἐφάπτεται. ἔτι αὐτὸς προελθὼν λέγει “εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν, ἀλλ’ ἐκείνῳ”.2 εἰ οὖν ᾧ συμβέβηκε τὰ συμβεβηκότα ἡ οὐσία ἐστὶν ἀλλ’ οὐχὶ τὸ γένος, ἡ οὐσία ἂν εἴη τὸ ὅπερ ὄν, οὐ τὸ γένος. ἔτι δὲ διαιρῶν τὸ ὅπερ ὂν οὐκ εἰς τὰ εἴδη καὶ τὰ ἄτομα αὐτὸ διαιρεῖ, ἥπερ γένους διαίρεσις, ἀλλ’ εἰς τὸν ὁρισμὸν καὶ τὰ ἐν τούτῳ, τουτέστιν εἰς γένος καὶ διαφοράς, ἥπερ διαίρεσις οὐσίας ἂν εἴη, ἀλλ’ οὐχὶ γένους. διότι τῆς μὲν οὐσίας ἔστι γένος, τοῦ δὲ ἀνωτάτω πάντων γένους οὐδέν ἐστιν ἐπαναβεβηκὸς γένος. ἔτι τὰ γένη καὶ τὰς διαφορὰς δείκνυσιν ὅπερ ὄντα εἶναι, διότι μέρη τοῦ ὅπερ ὄντος ἐστίν. εἰ οὖν τὸ γένος δι’ ἄλλο τί ἐστιν ὅπερ ὄν, οὐκ ἂν εἴη αὐτὸ ὅπερ ὄν, ἀλλ’ ἡ οὐσία, δι’ ἣν καὶ τὸ γένος τὸ τῆς οὐσίας οὐσιοῦται, ὡς τὸ τοῦ συμβεβηκότος συμβεβηκός ἐστιν. ἔτι οὐδὲ θέσις ἂν τὸ τοιοῦτον οὐδὲ παράδοξος ὑπόληψις ἔδοξε· πολλοῖς γὰρ δοκεῖ τῶν φιλοσόφων ἓν εἶναι τὸ ὂν ὡς γένος. ἔτι εἰ τὸ ὅπερ ὂν γένος ὑπετίθετο, πῶς τὸ λευκὸν ἢ ἄλλο τι τῶν συμβεβηκότων μὴ εἶναι ἔλεγεν; εἴδη γὰρ ταῦτα τοῦ ὄντος ὥσπερ καὶ ἡ οὐσία. αὐτὸς δὲ μὴ εἶναι ἐκεῖνα λαβὼν οὕτως μὴ ὂν συνήγαγε καὶ τὸ ὅπερ ὄν, ᾧ ταῦτα ὑπάρχει, καὶ μὴ ὂν οὐ τὶ μὴ ὄν, ἀλλ’ ἁπλῶς μὴ ὄν. καίτοι πῶς ἂν ἁπλῶς μὴ ὂν εἴη τὸ συμβεβηκός, εἰ γένος αὐτοῦ τὸ ὅπερ ὂν ἦν; ἔτι εἰ τὸ ὅπερ ὂν γένος, διὰ τί πάντα τὰ ὑπ’ αὐτὸ ἢ οὐκ ὄντα ἢ ὅπερ ὄντα ἔσται; οὐ γὰρ πάντα τὰ ὑπὸ τὸ γένος γένη καὶ αὐτά ἐστιν. ἔτι “εἰ γάρ, φησίν, ἔστι τὸ ὅπερ ὂν ταὐτὸν καὶ λευκόν”. καίτοι τὸ μὲν γένος οὐκ ἄν τις εἴποι λευκόν, τὴν δὲ οὐσίαν τὴν μετέχουσαν λέγομεν· ἐξ οὗ δῆλον ὅτι καὶ οὐσίαν τὴν ὡς ἄτομον λέγει, ἀλλ’ οὐχὶ τὴν γενικήν. ἔτι προχειρότατον ἦν δεῖξαι πολλὰ τὰ ὄντα διὰ τοῦ ἐκθέσθαι τὸν τοῦ γένους ὁρισμόν· κατὰ πλειόνων γὰρ τὸ γένος. ὁ δὲ μηδαμοῦ μνημονεύσας τούτου ἐναργῶς δεικνύντος πολλὰ εἶναι τὰ ὄντα, δῆλός ἐστι τὸ ὅπερ ὂν μὴ ὡς γένος λαμβάνων. εἰ δέ τις διὰ τοῦτο ἀξιοῖ τὸ ὅπερ ὂν τὸ γένος λέγειν, διότι τὸ γένος ἐν ἄλλοις ὅπερ ὂν καλεῖ, ὥρα αὐτῷ καὶ τὴν διαφορὰν ὅπερ ὂν λέγειν.3 καὶ γὰρ καὶ ταύτην ἐνταῦθα ὡς συμπληρωτικὴν τοῦ ὅπερ ὄντος ὅπερ ὂν καλεῖ. καὶ ἐν οἷς μέντοι τὸ γένος ὅπερ ὂν καλεῖ, ὡς οὐσιωδῶς κατηγορούμενον καὶ ποιοῦν ἐκεῖνο οὗ κατηγορεῖται ὅπερ αὐτό, οὕτως ὅπερ ὂν καλεῖ. καὶ ὁ Εὔδημος δὲ τῷ Ἀριστοτέλει πάντα κατακολουθῶν τοῦ ὅπερ ὄντος οὐκ ἤκουσεν ὡς γένους. ἐν γοῦν τῷ πρώτῳ τῶν Φυσικῶν περὶ Παρμενίδου λέγων ταῦτα γέγραφεν (ὡς Ἀλέξανδρός φησιν· ἐγὼ γὰρ οὐχ εὗρον ἐν τῷ Εὐδημείῳ τὴν λέξιν ταύτην)· “τὸ μὲν οὖν κοινὸν οὐκ ἂν λέγοι. οὔτε γὰρ ἐζητεῖτό πω τὰ τοιαῦτα, ἀλλὰ ὕστερον ἐκ τῶν λόγων προῆλθεν, οὔτε ἐπιδέχοιτο ἂν ἃ τῷ ὄντι ἐπιλέγει. πῶς γὰρ ἔσται τοῦτο ‘μεσσόθεν ἰσοπαλὲς’ καὶ τὰ τοιαῦτα; τῷ δὲ οὐρανῷ, φασί, σχεδὸν πάντες ἐφαρμόσουσιν οἱ τοιοῦτοι λόγοι...”.
此外,他自己在行文中说:“因此,如果恰恰是存在者不偶属于任何事物”,但某些属是偶性,即使它们不是对以它们为属的事物作为偶性,但至少偶性的诸属据说是偶属于实体的,正如颜色偶属于人。因此,如果在属中也可以有某种偶性,而在实体中绝无此类事物,且他自己把恰恰是存在者设定为与偶性相对立之物,那么他所谓的恰恰是存在者就应当是实体,而不是属,因为属也触及偶性的本性。此外,他自己在行文中说:“因此,如果恰恰是存在者不偶属于任何事物,反而[诸偶性偶属于]那一事物”。因此,如果诸偶性所偶属的基底是实体而非属,那么恰恰是存在者就将是实体,而非属。此外,在划分恰恰是存在者时,他并不是将其划分为种和个体——这才是属的划分——而是划分为定义及其中的要素,即划分为属和种差,而这应当是实体的划分,而非属的划分。因为实体有属,但对于万物的最高之属而言,没有任何更高在上的属。此外,他证明了诸属和种差是恰恰是存在者,因为它们是恰恰是存在者的部分。因此,如果属是由于别的事物才是恰恰是存在者,它自身就不是恰恰是存在者,而实体才是,实体的属也是由于实体才得以实体化,正如同偶性的属也是偶性一样。此外,这样的看法既不会被看作一个独创论题,也不会被看作悖理的假定;因为对于许多哲学家来说,存在作为属为一似乎是成立的。此外,如果他假定恰恰是存在者是属,他怎能说白或任何其他偶性是非存在呢?因为这些事物正如实体一样是存在的种。但他自己设定那些事物是非存在,从而推论出这些事物所属于的恰恰是存在者也是非存在,且不是作为某种非存在,而是断然地非存在。然而,如果恰恰是存在者是偶性的属,偶性又怎能是断然的非存在呢?此外,如果恰恰是存在者是属,为什么属于它之下的一切事物要么是非存在,要么是恰恰是存在者呢?因为属于一个属之下的事物并非全都在自身也是诸属。此外:“因为如果,”他说,“恰恰是存在者是同一的且是白的”。然而没有人会把属称作白的,但我们把有所分有的实体称作白的;由此清楚表明,他所说的实体是作为个体的实体,而非属的实体。此外,通过陈列属的定义来证明存在者是多数,本是最现成直接的途径;因为属是依多数事物而被述说的。但他绝未提及这一显然能证明存在者是多数的事实,这显然表明他没有将恰恰是存在者当作属来理解。但是,如果有人因他在其他地方把属称为恰恰是存在者,就以此为由要求把恰恰是存在者称为属,那么他也该把种差称为恰恰是存在者了。因为在这里他也确实把种差作为恰恰是存在者的补充成分而称为恰恰是存在者。况且在他把属称为恰恰是存在者的地方,他是这样称其为恰恰是存在者的:作为实体性地被述说者,并使它所被述说的对象恰恰是其自身。而欧德谟在一切事上完全追随亚里士多德,也并未将恰恰是存在者理解为属。至少他在《物理学》第一卷中谈到帕曼尼德斯时写下了如下的话(正如亚历山大所说;因为我自己未能在欧德谟的著作中找到这段文句):“因此,他说的绝不可能是共同之物。因为这类事物当时尚未被探究,而是在后来从论辩中发展出来的;而且[共同之物]也无法接受他附加给存在者的那些属性。因为这怎会是‘从中轴均等平衡’以及诸如此类的性质呢?但他们说,对于天空而言,几乎所有这样的论说都能切合……”
- 1.25γένη δέ ἐστί τινα συμβεβηκότα, καὶ εἰ μὴ τούτοις ὧν ἐστι γένη, ἀλλὰ τῇ γε οὐσίᾳ τῶν συμβεβηκότων γένη συμβεβηκέναι λέγεται
由 καὶ εἰ 从句(让步从句)与 ἀλλὰ 从句构成的对比句式。在 τούτοις ὧν ἐστι γένη 中,ὧν 是依属于 γένη 的属格(“以它们为属的那些事物”)。主句中 τῶν συμβεβηκότων γένη 为不定式 συμβεβηκέναι 的主语,ἀνθρώπῳ 作为 τῇ οὐσίᾳ 的具体实例采用与格。
- 1.25εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν, ἀλλ’ ἐκείνῳ
引自 Aristot. Phys. 186b18 的文句。在 ἀλλ’ ἐκείνῳ 之后省略了谓语 τὰ ἄλλα συμβέβηκε(“其他事物偶属于它”)。此处的 ἐκείνῳ(作为基质接受其他偶性)与前面的 μηδενὶ συμβέβηκεν(不偶属于任何事物)形成严格对立。
- 1.25ὥρα αὐτῷ καὶ τὴν διαφορὰν ὅπερ ὂν λέγειν
ὥρα 搭配与格和不定式的习用句型(“是他……的时候了”,含有归谬法的引申意“他就不得不……”)。按将属称为“恰恰是存在者”的同等逻辑,他也必然被迫将种差同样称为“恰恰是存在者”。
