- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1328.17-1329.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘重申了第一推动者“全体同时存在的无限能力”与天体“走向无限地被运动”之间的区别,谴责菲洛波庞妄断亚里士多德自相矛盾,进而驳斥了菲洛波庞关于天体因需要质料而有限且可灭的第一个论证。
ἐπειδὴ γὰρ ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστὶν ἀλλ’ οὐκ ἐν τῷ κινοῦντι, ὡς δέδεικται ἐν τοῖς περὶ κινήσεως λόγοις, τὸ μὲν πρώτως ἀεὶ κινοῦν ἀκίνητον ὂν ἄπειρον ἀνάγκη δύναμιν ἔχειν διὰ τὸ ἀεί, ἄπειρον δὲ ὡς ἅμα ὅλην οὖσαν.1 εἰ γὰρ κατὰ τὴν γινομένην ἀπειρίαν κινούμενόν ἐστι καὶ οὐ κινοῦν οὐδὲ ἀκίνητον, καὶ ἄλλου του κινοῦντος δεήσεται. τὸ δὲ ἀεὶ κινούμενον πεπερασμένον σῶμα ἐπ’ ἄπειρον κινεῖται οὐκ ἔχον ἅμα τὴν ὅλην ἀπειροδυναμίαν ὡς τὸ κινοῦν. τὸ μὲν γὰρ κινοῦν ἀεὶ πρώτως ἀσώματόν τε καὶ αὐθυπόστατόν ἐστι καὶ τῆς ἀπείρου δυνάμεως ἑαυτῷ χορηγόν, τὸ δὲ ἀεὶ κινούμενον σῶμα ὂν πεπερασμένον, τό τε ἀεὶ εἶναι καὶ ἀεὶ κινεῖσθαι παρὰ τοῦ πρώτως κινοῦντος ἔχον, οὐ δύναται ἅμα ὅλην τὴν κίνησιν καταδέξασθαι, ἐπεὶ οὐκέτι ἐδεῖτο παρ’ ἄλλου κινεῖσθαι οὐδὲ ἐκινεῖτο ὅλως· ἡ γὰρ κίνησις οὐκ ἔστιν ἅμα ὅλη, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. εἰ γὰρ ἅμα ὅλην τὸ κινούμενον κατεδέχετο, εἱστήκει ἂν καὶ οὐκ ἐκινεῖτο. ταῦτα μὲν οὖν ἀρκεῖν οἶμαι περί τε τῆς τοῦ κινοῦντος ἅμα ὅλης ἀπειρίας, δι’ ἣν ἀδύνατον αὐτὸ σῶμα εἶναι πεπερασμένον, καὶ τῆς τοῦ προσεχῶς ὑπ’ αὐτοῦ κινουμένου ἐπ’ ἄπειρον μεταβολῆς, ὧν οὗτος τὴν διαφορὰν ἀγνοήσας συντελεῖν ἐνόμισεν αὐτῷ πρὸς τὸ τὸν οὐρανὸν φθαρτὸν ἀποδειχθῆναι τὸ ὑπὸ τοῦ Ἀριστοτέλους δειχθὲν νῦν, ὅτι οὐδὲν σῶμα πεπερασμένον ἄπειρον ἔχει κινητικὴν δύναμιν. καίτοι κἂν τῇ διαφορᾷ τοῦ τε κινεῖν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου καὶ τοῦ ἐπ’ ἄπειρον οὐκ ἐπέστησεν, ἀλλ’ ἐκεῖνο γοῦν ἐχρῆν ἐννοεῖν, ὅτι οὐκ ἂν ὁ Ἀριστοτέλης ἐν ἑνὶ τούτῳ βιβλίῳ παρὰ πόδας οὕτως ἂν τὰ ἐναντία ἑαυτῷ ἔλεγεν,2 ἐν ἀρχῇ μὲν δείξας ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι καὶ τὸ κινούμενον ἀΐδιον, προσεχῶς δὲ ὅτι τὸ κυκλοφορητικὸν σῶμά ἐστι τὸ τὴν μίαν καὶ συνεχῆ καὶ ἀΐδιον κίνησιν δυνάμενον κινεῖσθαι, νῦν δὲ τὸν οὐρανὸν πεπερασμένον ἔχοντα σῶμα φθαρτὸν λέγων, εἰ οὕτως ἐνόει τὸ μὴ ἔχειν ἄπειρον δύναμιν, καὶ πάλιν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ τῷ τοῦτο τὸ βιβλίον ἐκδεχομένῳ, σαφῶς ἀΐδιον ἀποδεικνὺς τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον, πρὸς ἃς ἀποδείξεις καὶ οὗτος ἀντειρηκέναι νομίζει. ποῖος οὖν χαμαιλέων τοιαύτας ἂν ἐτράπη τροπάς, οἵας οὗτος ὑπομεῖναι τὸν Ἀριστοτέλην νενόμικεν; καὶ οὐδὲ τούτῳ ἐπέστησεν, ὅτι οὐδὲ τῶν ἐξηγητῶν τῆς τοῦ Ἀριστοτέλους διαίτης ἐνόμισε δεῖσθαι τοὺς λόγους τούς τε περὶ τῆς ἀϊδιότητος τοῦ οὐρανοῦ καὶ τὸν νῦν δεικνύντα, ὅτι τὸ πεπερασμένον σῶμα πεπερασμένην ἔχει δύναμιν. πρόχειρον γὰρ ἦν, ὅτι τὴν κινητικὴν ἀπειροδυναμίαν τὴν ἅμα ὅλην οὖσαν ἀπέφησεν ἐν τούτοις τοῦ κινητοῦ σώματος πεπερασμένου ὄντος. Ἐπειδὴ δὲ τὸν ὅλον οὗτος σκοπὸν τῆς Ἀριστοτελικῆς ἀποδείξεως ἀγνοήσας καὶ νομίσας, ὅτι ὁ δεικνὺς τὸ πεπερασμένον σῶμα μὴ ἔχειν ἄπειρον κινητικὴν δύναμιν, εὐθὺς ἂν εἴη δεδειχὼς ὅτι ὁ οὐρανὸς πεπερασμένος ὢν φθαρτός ἐστι, καὶ διὰ τοῦτο καὶ δι’ οἰκείων ἐπιχειρημάτων ἐπιβάλλεται δεικνύναι, ὅτι τὸ πεπερασμένον σῶμα πεπερασμένην ἔχει δύναμιν, καὶ ὡς ἐξ ἀνάγκης ἑπόμενον τούτῳ ἐπάγει, ὅτι ὁ οὐρανὸς φθαρτός ἐστι, φέρε καὶ ταύταις αὐτοῦ ταῖς παρανοίαις ἐπιδράμωμεν. πρῶτον οὖν ἐπιχείρημα τίθησι τοιαύτην ἔχον τὴν συναγωγήν· τὰ οὐράνια ἐξ ὕλης καὶ εἴδους ἐστί· τὰ ἐξ ὕλης δεῖται τῆς ὕλης πρὸς τὸ εἶναι· τὰ δεόμενά τινος οὐκ ἔστιν αὐτάρκη· τὰ μὴ αὐτάρκη οὐκ ἔστιν ἀπειροδύναμα. καὶ συνάγει ἐκ τούτων, ὅτι τὰ οὐράνια κατὰ τὴν αὑτῶν φύσιν οὐκ ἔστιν ἀπειροδύναμα καὶ διὰ τοῦτο φθαρτά. δῆλον δέ, ὅτι εἰ μὲν φθαρτῆς οὔσης τῆς ὕλης ἐδεῖτο πρὸς τὸ εἶναι τὰ οὐράνια, φθαρτὰ ἂν ἦν εἰκότως. εἰ δὲ καὶ τὴν ὕλην ἢ τὸ ὑποκείμενον, ὅτι ποτέ ἐστιν αὐτῶν,3 ἄφθαρτόν τις εἶναι λέγων οὐκ ἐλέγχεται, πῶς τὸ ἀφθάρτου δεόμενον ὑποκειμένου φθαρτὸν εἶναι νομισθήσεται; οὐδὲ γάρ, ἐπειδὴ δεῖταί τινος καὶ κατὰ τοῦτο οὐκ ἔστιν αὔταρκες, διὰ τοῦτο καὶ φθαρτὸν ἀνάγκη εἶναι. ἀπειροδύναμον μὲν γὰρ οὐκ ἂν ἴσως εἴη τὸ μὴ αὐθυπόστατον, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. οὐ μέντοι ἤδη καὶ φθαρτὸν αὐτὸ ἀνάγκη εἶναι οὕτως, ὡς ποτε φθαρησόμενον. ἄλλο γὰρ ὡς εἴρηται τὸ κατ’ ἐνέργειαν ἅμα ὅλον ὂν ἄπειρον καὶ ἄλλο τὸ ἐπ’ ἄπειρον.
因为正如在关于运动的论述中所证明的那样,既然运动是在受动者之中而非在推动者之中,那么第一位的、永远的推动者既然自身是不动的,就必然由于其永恒而具有无限的能力,而且是作为全体同时存在的无限能力。因为如果它是依据那种生生不息的无限性,那么它就是被运动的,既不是推动者也不是不动者,并且还需要某种别的推动者。另一方面,永远被运动的有限物体则是走向无限地被运动,并不像推动者那样同时具有全体的无限能力。因为第一位永远推动者既是非身体的又是自立存在的,并且是自身无限能力的提供者;而永远被运动的物体由于是有限的,其永远的存在和永远的被运动都是从第一推动者那里获得的,因而不可能同时承受运动的全体,否则它就不再需要被他者推动,甚至根本不会被运动了;因为运动并不是全体同时存在的,而是在生成中具有其存在。因为如果受动者同时承受了全体,它就会静止下来而不会被运动了。 因此我认为,关于推动者那全体同时存在的无限性(因它之故推动者自身不可能是一个有限物体),以及关于紧接着由它推动之物走向无限的转变,上述讨论就足够了。此人忽视了二者的差别,以为亚里士多德现在所证明的——即没有任何有限物体具有推动性的无限能力——有助于他证明天空是可毁灭的。然而,即便他不曾注意到推动与被运动、现实态的无限与走向无限之间的差别,他至少也应当想到这一点:亚里士多德绝不可能在这一部书中,如此紧接着说出同自己相反的话——在开端处证明了运动必然是永恒的且受动者是永恒的,紧接前文又证明了圆周运动的物体是能够被单一、连续且永恒的运动所运动的,而现在却说具有有限物体的天空是可毁灭的(如果他是这样理解没有无限能力的话),并且在接续本书的《论天》第一卷中,又明确证明了天空和整个宇宙是永恒的(对此证明此人也自以为作了反驳)。那么,什么样的变色龙能发生如此的变易,如同比此人以为亚里士多德所经受的那样呢?而且他甚至没有注意到这一点:关于天空永恒性的那些论述以及现在证明有限物体具有有限能力的论述,就连亚里士多德的注解家们也没有一个认为它们需要调停。因为很显然,亚里士多德在这些论述中,针对有限的运动物体所否定的,乃是那全体同时存在的推动性无限能力。 然而,既然此人忽视了亚里士多德论证的整体目的,以为凡是证明有限物体不具有推动性无限能力的人,就必然立刻证明了天空因其有限而是可毁灭的,并且因此试图通过他自己的论据来证明有限物体具有有限能力,并得出作为其必然推论的天空是可毁灭的结论,那么来吧,让我们也来巡视他的这些错谬之论。首先,他提出了一个具有如下推导的论据:“天体由质料与形式构成;由质料构成之物为了存在而需要质料;需要某种事物之物不是自足的;不自足之物不是无限有能力的。”于是他从这些推导出,天体依其本性而言不是无限有能力的,并由此是可毁灭的。但显然,如果天体在质料是可毁灭的情况下需要质料以维持其存在,它们自然会是可毁灭的。可是,如果有人说质料或底层基质(无论在天体中究竟是什么)是不可毁灭的而未被驳倒,那么需要不可毁灭的底层基质的事物,又怎会被认为是可毁灭的呢?因为绝不是由于它需要某种事物且在此方面并非自足,它就因此也必然是可毁灭的。并非自立存在而是在他者中具有其存在的事物,或许不是无限有能力的;然而它绝不必然就已经是这种意义上的可毁灭者,即有朝一日终将毁灭。因为正如所说的那样,现实中全体同时存在的无限是一回事,而走向无限则是另一回事。
- 8.102ἄπειρον δὲ ὡς ἅμα ὅλην οὖσαν
形容词 ἄπειρον 承接前文的 δύναμιν ἔχειν 作宾语/谓语性宾格。ὡς ἅμα ὅλην οὖσαν 中分词 οὖσαν 与 ὡς 连用,明确规定了其样态和视点:“作为全体同时存在的[无限能力]”。
- 8.102παρὰ πόδας οὕτως ἂν τὰ ἐναντία ἑαυτῷ ἔλεγεν
成语 παρὰ πόδας 字面意为“在脚边”,引申为时间或篇幅上的“紧接着/旋踵之间”。归结句中 ἄν 与未完成过去时 ἔλεγεν 连用,构成与过去事实相反的虚拟语气:“绝不可能在如此紧接之处说出同自己相反的话”。
- 8.102ὅτι ποτέ ἐστιν αὐτῶν
插入性的间接疑问小句,ποτέ 作为不定副词起强调作用,意为“无论在它们(天体)之中究竟是什么”。用于对前述 τὴν ὕλην ἢ τὸ ὑποκείμενον(质料或底层基质)的具体本质作审慎的存疑或保留。
