- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1326.37-1328.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘严厉批评文法学家(约翰·斐洛庞努斯)企图根据天与宇宙的有限能力推导其可毁灭性,指出斐洛庞努斯混淆了整体同时具有的能动性无限能力,与走向无限地受动并永续存在的潜能之间的根本区别。
” Ὁ δὲ Γραμματικὸς ἐκεῖνος, οὗ κατ’ ἀρχὰς τῶν εἰς τοῦτο τὸ βιβλίον σχολῶν ἐμνημόνευσα, μέγα νομίζων, εἰ τῶν ἰδιωτῶν πολλοὺς ὑπάγοιτο πρὸς τοῦ οὐρανοῦ καὶ τοῦ κόσμου παντὸς καταφρόνησιν ὡς ὁμοίως αὐτοῖς ὄντων φθαρτῶν καὶ δηλονότι καὶ πρὸς τὴν αὐτοῦ τοῦ δημιουργοῦ, εἰ γενητοῦ καὶ φθαρτοῦ κόσμου ποιητὴς ἀποδειχθείη τὸν πρὸ τοῦ δημιουργεῖν ἅπαντα αἰῶνα οὔτε δημιουργὸς ὢν οὔτε πάντων τῶν ὄντων θεὸς καὶ πατὴρ καὶ ὑποστάτης, εἴπερ μηδὲ ἐγεγόνει τι τῶν ὄντων τότε, ἀπὸ δὴ τοιούτων γιγαντικῶν ἐννοιῶν ὁ ἀνὴρ οὗτος1 καὶ τοῖς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ περὶ τῆς ἀιδιότητος τοῦ οὐρανοῦ καὶ τοῦ κόσμου δειχθεῖσιν ὑπὸ τοῦ Ἀριστοτέλους ἀντιγράφειν ἐτόλμησεν οὐδὲ συνιεὶς τῶν ἐκεῖ λεγομένων, ὡς ἐν ἐκείνοις ἐπειράθην ἀποδεῖξαι, καὶ πρὸς τὰ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου τὰ τὴν κίνησιν καὶ τὸν χρόνον ἀίδια δεικνύντα παρὰ θύρας ὑπαντῶν ἐνέστη, ὡς δυνατὸν καταμαθεῖν ἐκ τῶν ἐκεῖ μοι πρὸς αὐτὸν εἰρημένων. εἰς δὴ τοιοῦτον σκοπὸν ἐνόμισεν αὐτῷ καὶ ταύτην συντελεῖν τὴν ἀπόδειξιν τοῦ Ἀριστοτέλους, δι’ ἧς δείκνυσιν, ὅτι οὐδὲν σῶμα πεπερασμένον ἄπειρον ἔχει δύναμιν. εἰ γὰρ πεπερασμένον ἐστὶ σῶμα τό τε οὐράνιον καὶ τὸ κοσμικόν, πεπερασμένην ἔχει δύναμιν, τὸ δὲ πεπερασμένην ἔχον δύναμιν εὐθὺς οὗτος ἐνόμισε φθαρτὸν ἀποδεδεῖχθαι. καὶ δὴ καὶ πρὸς τῷ τέλει τοῦ λόγου· ‘λείπεται ἄρα, φησί, πεπερασμένης εἶναι δυνάμεως καὶ τὸν ὅλον οὐρανὸν καὶ τῶν αὐτοῦ μερῶν ἕκαστον· τοιαῦτα δὲ καὶ τὰ ὑπὸ σελήνην ἅπαντα’. καὶ θαυμαστὸν ὅτι μὴ προσέθηκεν, ὅτι καὶ αὐτὸς τοιοῦτος· ὁ γὰρ ὅλος αὐτῶν σκοπὸς τῆς θεοσεβείας, καὶ τὸν οὐρανὸν δεῖξαι καὶ τὸν τοῦ οὐρανοῦ δημιουργὸν μηδὲν αὐτῶν διαφέροντα. ἐφιστάνειν δὲ ἀξιῶ τοὺς ἐντυγχάνοντας τοῖς ἐκείνου λόγοις, ὅτι κἀνταῦθα φαίνεται μήτε παρακολουθῶν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις καὶ τὸν ὅλον αὐτῶν σκοπὸν ἀγνοῶν· νομίζει γὰρ ταὐτὸν οἴεσθαι τὸν Ἀριστοτέλην τὸ δύναμιν ἄπειρον ἔχειν κινητικὴν καὶ τὸ δύνασθαι διαρκεῖν εἰς τὸν ἄπειρον χρόνον κινούμενον. καὶ δὴ καὶ γράφει ταῦτα, ἐξ ὧν δῆλον ἡμῖν γέγονεν, ὡς ἀληθὲς εἶναι δοκεῖ τῷ Ἀριστοτέλει τὸ μηδὲν σῶμα πεπερασμένον δύναμιν ἔχειν διαρκοῦσαν εἰς τὸν ἄπειρον χρόνον. ὅθεν κινεῖν τὴν ἀίδιον κίνησιν ἐνδέχεσθαί φησιν ἐν σώματι τὸ εἶναι ἔχουσαν δύναμιν.2 καὶ οὐκ ἐπέστησεν, ὅτι ἄλλο μέν ἐστι τὸ δύναμιν ἔχειν ἄπειρον ἅμα ὅλην κινητικὴν ἀιδίως καὶ ἄλλο τὸ δύνασθαι διαρκεῖν ἀιδίως κινούμενον, καὶ ὅτι τὸ μὲν ἐνεργείᾳ ἀπειροδύναμον ὅλον ἅμα τῷ ἀιδίως κινοῦντι ὑπάρχει, τὸ δὲ οὕτως ἄπειρον ὡς δύνασθαι ἐπ’ ἄπειρον κινεῖσθαι, οὐ κατὰ τὴν ἐνεργητικὴν καὶ κινητικὴν δύναμιν τὴν ἅμα ὅλην οὖσαν, ἀλλὰ κατὰ τὴν παθητικὴν καὶ τὸ δυνάμει ὑπάρχει τῷ ἀιδίως κινουμένῳ. καὶ λέγει ὁ Ἀλέξανδρος, ὃν οὗτος προΐσχεται, πρὸς τῷ τέλει τῶν εἰς τοῦτο τὸ βιβλίον ὑπομνημάτων, ὅτι ἐπὶ τοῦ κινουμένου ἐπ’ ἄπειρον δύναμιν οὐ λεκτέον, καθ’ ἣν κινεῖται, πλὴν ὁμωνύμως. διὸ τὴν μὲν ὅλην ἅμα οὖσαν ἄπειρον δύναμιν τὴν κινητικὴν τῷ πεπερασμένῳ σώματι ἀδύνατον ὑπάρχειν, τὸ δὲ κινεῖσθαι ἐπ’ ἄπειρον οὐδὲν κωλύει τῷ πεπερασμένῳ ὑπάρχειν, διότι ἡ ἐν τῷ ἐπ’ ἄπειρον ἀεὶ λαμβανομένη δύναμις πεπερασμένη ἐστίν· οὐ μὴν παῦλαν ἔχειν ἀνάγκη ἄλλης καὶ ἄλλης διαδεχομένης διά τε τὸ ἀιδίως κινοῦν καὶ διὰ τὴν τοῦ δυνάμει τοῦ ἐν τῷ κινουμένῳ ἀεὶ ἐνυπάρχοντος ὑποκουρίαν. ἀγνοήσας οὖν κἀνταῦθα οὗτος, ὥσπερ καὶ πρότερον, τὴν τοῦ ἅμα ὅλου ὄντος ἀπείρου πρὸς τὸ ἐπ’ ἄπειρον διαφορὰν καὶ αὐτὸ ἄπειρον ὂν καὶ πρὸς τὸ ἀίδιον ἀρκοῦν, καὶ ὅτι τὸ μὲν τῷ ἀιδίως κινοῦντι προσήκει, τὸ δὲ τῷ ἀϊδίως κινουμένῳ ἐνόμισεν, ὅτι ὁ δεικνὺς μὴ εἶναι δύναμιν ἄπειρον ἅμα ὅλην κινητικὴν ἐν πεπερασμένῳ σώματι διὰ τούτου ἔδειξεν, ὅτι οὐδὲ κινεῖσθαι δύναται ἐπ’ ἄπειρον τὸ πεπερασμένον σῶμα, ἀγνοῶν τὰ ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας περὶ τοῦ ἐπ’ ἄπειρον ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέντα, ὧν τινα καὶ κατ’ ἀρχὰς τῶν εἰς τοῦτο τὸ βιβλίον σχολῶν παρεθέμην, τινὰ δὲ καὶ νῦν παραθήσομαι· “ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι,3 καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον”. τὸ δὲ τοιοῦτον ὑπάρχει τοῖς ἐν γενέσει τὸ εἶναι ἔχουσιν. ἥ τε γὰρ κίνησις τοιαύτη καὶ ὁ χρόνος, καὶ ἡ τῶν ἀνθρώπων γένεσις, ὡς καὶ Ἀριστοτέλης εἶπεν, καὶ ἡ τῶν μεγεθῶν διαίρεσις.
”而那位文法学家,即我在对本书讲义的开端所提及的那个人,以为这是件了不起的大事,如果他能引诱许多无知之人去蔑视天空和整个宇宙,理由是它们与他们自己一样是可毁灭的,并且显然也去蔑视造物主本身——如果造物主被证明为一个被生成且可毁灭的宇宙的制造者,在制造之前的整个永恒中既不是造物主,也不是一切存在之物的神、父和支持者(如果当时存在之物中确实没有任何一个生成过的话)。正是出于这样狂妄的巨人般的意念,此人甚至敢于著书反对亚里士多德在《论天》第一卷中关于天空与宇宙之永恒性所作的证明,却甚至不理解那里所说的话,正如我在那些著作中曾试图指明的那样;并且他在本书开端之处,偏离要旨地应战,反驳那些表明运动和时间是永恒的论述,正如从我在那里对他所作的反驳中可以了解到的那样。 正是为了这样一个目的,他认为亚里士多德的这一论证也对他有所助益,即亚里士多德借以表明没有任何有限物体具有无限能力的论证。因为如果天体和宇宙的物体都是有限的,那么它就具有有限的能力;而此人随即认为,具有有限能力者就被证明是可毁灭的了。实际上,在论证的末尾他说:“因此所剩下的就是,整个天及其各个部分都属于有限的能力;月下的一切事物也同样如此。”令人惊奇的是,他竟然没有补充说他自己也是如此;因为他们所谓虔敬的全部目的,就是表明天以及天的创造者与他们自己毫无差异。 然而,我敦促那些读到他著作的人注意,在这里他也同样显然既没有跟上亚里士多德所说的话,又不知道这些论述的整体目的:因为他以为,亚里士多德把具有推动性的无限能力,与被运动着并能够持久存在至无限的时间,看作是同一回事。实际上他写下了这些话,从中我们清楚地看到,在亚里士多德看来没有任何有限物体具有能够持久存在至无限时间的能力这一命题似乎是真的。因此他说,在物体中具有存在的能力有可能推动永恒的运动。然而他没有注意到,全体同时具有永远推动的无限能力是一回事,而在被运动中能够永远持久存在则是另一回事;现实中全体同时具有无限能力的属性属于永远的推动者,而以能够走向无限地被运动这种方式的无限,则不依据于全体同时存在的能动作业与推动能力,而是依据于受动能力和潜能,属于永远的受动者。 而且,此人所推举作为挡箭牌的亚历山大,在对本书的注解末尾也说,对于走向无限而被运动的事物,不应说有它借以被运动的能力,除非在同名异义的意义上。因此,全体同时存在的推动性无限能力不可能属于有限物体,但走向无限地被运动却丝毫不妨碍其属于有限物体,因为在走向无限的过程中不断被获取的能力是有限的;然而这绝不必然有终止,因为由于永远的推动者,也由于受动者中始终内在的潜能的相助,一种又一种能力在不断更替交接。 因此,此人在此处正如先前一样,不知道全体同时存在的无限与走向无限的无限之间的差别(后者自身也是无限的且足以应付永恒),也不知道前者属于永远的推动者,而后者属于永远的受动者,从而他认为,证明全体同时存在的推动性无限能力不在有限物体中的人,借此就证明了有限物体甚至不可能走向无限地被运动;他不知道亚里士多德在本著作第三卷中关于“走向无限”所说的论述,其中一部分我在本书讲义的开端已经引述过,另一部分我现在也将引述: “因为一般而言,无限之所以存在,就是由于不断有相继的事物被取用,被取用者总是有限的,但总是一个接着一个不同的事物。” 而这样一种情况属于那些在生成中具有其存在的事物。因为运动是如此,时间是如此,正如亚里士多德所说,人类的世代相传是如此,大小的分割亦是如此。
- 8.102Ὁ δὲ Γραμματικὸς ἐκεῖνος... ἀπὸ δὴ τοιούτων γιγαντικῶν ἐννοιῶν ὁ ἀνὴρ οὗτος
句首的主格主语“Ὁ δὲ Γραμματικὸς ἐκεῖνος”在被关系从句以及长篇的分词短语“μέγα νομίζων...”等层层修饰后,在进入主要动词之前被拉长,随后在介词短语“ἀπὸ δὴ τοιούτων γιγαντικῶν ἐννοιῶν”之后,通过“ὁ ἀνὴρ οὗτος”对主语进行了重申与复指,统领随后的并列主动词“ἐτόλμησεν”和“ἐνέστη”。
- 8.102ὅθεν κινεῖν τὴν ἀίδιον κίνησιν ἐνδέχεσθαί φησιν ἐν σώματι τὸ εἶναι ἔχουσαν δύναμιν
间接引语中的“宾格加不定式”结构,由“φησιν”统辖。不定式“ἐνδέχεσθαι”的主语宾格为“ἐν σώματι τὸ εἶναι ἔχουσαν δύναμιν”(在物体中具有存在的能力),它进而统属不定式“κινεῖν”,而“τὴν ἀίδιον κίνησιν”(永恒的运动)充当其同源宾格补足成分。
- 8.102ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι
带定冠词的与格不定式“τῷ ... λαμβάνεσθαι”表示方式或原因(“通过相继不断地取用别的事物”),阐明了“无限”(τὸ ἄπειρον)并非作为整体一次性在现实中完备地存在,而是在不断接续取用部分的过程之中成立。
