← 辛普里丘

亚里士多德《物理学》注释

§1325.14-1326.37

亚历山大对有限大小中能力的批判与替代证明

关于亚里士多德通过归谬法证明有限大小中不能存在无限能力处(266a24),针对亚历山大提出应反过来设定的批评,辛普利丘捍卫了亚里士多德论证步骤的合理性,随后介绍了亚历山大通过将大小分割为有限部分而给出的另一种证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.102#2

ἀλλὰ ἀνάπαλιν χρὴ λαμβάνειν· τὸ γὰρ ὑπὸ τῆς πεπερασμένης δυνάμεως κεκινημένον ἐν χρόνῳ τινὶ τοῦτο ὑποτίθεσθαι χρὴ καὶ ὑπὸ τῆς ἀπείρου κινεῖσθαι ἔν τινι πολὺ ἐλάττονι· τὸ γὰρ ὑπὸ τῆς ἐλάττονος δυνάμεως κινούμενον δῆλον ὅτι καὶ ὑπὸ τῆς μείζονος κινηθήσεται, ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν· ἀνάγκη ἄρα καὶ ὑπὸ τοῦ πεπερασμένου μέν, ἄπειρον δὲ ἔχοντος δύναμιν πάσχειν τι τὸ πάσχον, καὶ 〈πλείω ἢ〉 ὑπ’ ἄλλου· πλείων γὰρ ἡ ἄπειρος. διὰ γὰρ τούτου ἔλαβεν τὸ πάσχον ὑπὸ τῆς πεπερασμένης δυνάμεως τοῦτο πάσχειν καὶ ὑπὸ τῆς ἀπείρου, διότι πλείων ἡ ἄπειρος. τὸ δὲ ὑπὸ τῆς ἐλάττονος δυνάμεως πάσχον ἀνάγκη καὶ ὑπὸ τῆς μείζονος πάσχειν”. ταῦτα μὲν ὁ Ἀλέξανδρος αὐτοῖς ἔγραψε τοῖς ῥήμασι. μήποτε1 δὲ καλῶς καὶ ἀναγκαίως ὁ Ἀριστοτέλης ἀπὸ τοῦ τὴν ἄπειρον ἔχοντος δύναμιν ἤρξατο, καὶ οὐ χρεία τοῦ ἀνάπαλιν λαμβάνειν· τὸ μὲν γὰρ προκείμενον ἦν δεῖξαι, ὅτι οὐδὲν πεπερασμένον μέγεθος ἄπειρον ἔχει δύναμιν. ὃ δείκνυσι διὰ τοῦ τὴν ἄπειρον δύναμιν, εἴπερ εἴη, ἐν μηδενὶ χρόνῳ ποιεῖν τι ἢ κινεῖν, ὅπερ ἀνεφώνησε διὰ τοῦ ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα. τὸ δὲ ἑπόμενον ἄτοπον τῷ μὴ ἐν χρόνῳ ποιεῖν ἢ κινεῖν τὴν ἄπειρον παρῆκεν ὡς ἐναργές· εἰ γὰρ πᾶν τὸ ὁπωσοῦν γινόμενον ἢ κινούμενον ἐν χρόνῳ γίνεται ἢ κινεῖται, τὸ μὴ ἐν χρόνῳ γινόμενον ἢ κινούμενον οὔτε γίνεται οὔτε κινεῖται· οὐδ’ ἄρα ἡ ἄπειρος ἐκείνη δύναμις ποιεῖ τι ἢ κινεῖ οὐδὲ ἔστιν ὅλως. ὅτι δὲ οὐκ ἐν χρόνῳ ποιεῖ τι ἢ κινεῖ, δείκνυσιν, ὡς καὶ πρότερον εἶπον, τὸ ἀντικείμενον ὑποθέμενος τὸ ἐν χρόνῳ ποιεῖν ἢ κινεῖν· καὶ συνάγων ἀδύνατόν τι ἑπόμενον τὸ τὴν μείζονα καὶ τὴν ἐλάττονα δύναμιν τὸ αὐτὸ μέγεθος ἐν τῷ ἴσῳ χρόνῳ κινεῖν, μᾶλλον δὲ τὴν ἄπειρον καὶ τὴν πεπερασμένην (τοῦτο γὰρ ἀτοπώτερον), εἰκότως ἐν τῇ τοιαύτῃ ἀγωγῇ τοῦ λόγου τὴν ἄπειρον δύναμιν προϋπέθετο ἐν πεπερασμένῳ χρόνῳ τῷ Α κινεῖν τι μέγεθος πεπερασμένον· τοῦτο γὰρ ἀντέκειτο τῷ ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα. εἶτα λαβὼν τὸ αὐτὸ ὑπὸ πεπερασμένης δυνάμεως κινεῖσθαι ἐν πλείονι χρόνῳ, οὐδὲν ἔλαβεν ἄτοπον, ὡς ὁ Ἀλέξανδρος ὑπενόησεν· οὐ γὰρ τοῦτο ἁπλῶς ἔλαβεν, ὅτι τὸ ὑπὸ τῆς ἀπείρου δυνάμεως κινούμενον καὶ ὑπὸ τῆς πεπερασμένης κινεῖται, ἀλλὰ τοσοῦτον λαβών, ὅτι τὸ πεπερασμένον μέγεθος ἐν πεπερασμένῳ χρόνῳ ὑπὸ πεπερασμένης κινεῖται δυνάμεως, ὅπερ ἐστὶν ἐναργές, ἔδειξεν ὅτι τὸ πεπερασμένον ἐν πεπερασμένῳ χρόνῳ κινούμενον, ὁπόσον ἂν ᾖ καὶ αὐτὸ καὶ ὁ χρόνος, δύναται τῆς μὲν δυνάμεως ἀεὶ αὐξανομένης τοῦ δὲ χρόνου 〈μειουμένου〉 ὑπὸ πεπερασμένης δυνάμεως κινεῖσθαι ἐν ἴσῳ χρόνῳ τῷ Α, ἐν ᾧ ἡ ἄπειρος δύναμις ἐκίνει· ὅπερ ἄτοπον. τὸ δὲ ἄτοπον ἠκολούθησε τῷ ὑποθεμένῳ τὴν ἄπειρον δύναμιν ἐν πεπερασμένῳ χρόνῳ ἐφ’ ὁσονοῦν ἐλαχίστῳ κινεῖν. ἀνάγκη γὰρ αὐτὴν ἢ μὴ κινεῖν ἐν χρόνῳ, ὥστε μηδὲ κινεῖν ὅλως, ἢ κινοῦσαν ἐν χρόνῳ τινὶ κινεῖν καὶ ἐν ἐλάττονι ἤπερ ἡ πεπερασμένη· ὥστε ἐν πεπερασμένῳ. τῷ οὖν κινεῖν λέγοντι τὴν ἄπειρον δύναμιν τοῦτο ἠκολούθησε· καὶ γὰρ τῇ δυνάμει τῇ πεπερασμένῃ δυνατὸν ἀεὶ προστιθέντα ὑπερβάλλειν τὴν ἀεὶ λαμβανομένην δύναμιν καὶ τοῦ ἐλαχίστου χρόνου ἀφαιροῦντα ἐλλιπέστερον ποιεῖν τὸν χρόνον, ἕως οὗ ἡ μὲν δύναμις αὐξομένη, ὁ δὲ χρόνος μειούμενος ἕως τοῦ Α χρόνου ὑπὸ πεπερασμένης μὲν ηὐξημένης δὲ ἐν τῷ Α χρόνῳ δείξῃ τὸ αὐτὸ κινούμενον,2 ὅπερ ὑπὸ τῆς ἀπείρου ἐν τῷ ἴσῳ χρόνῳ. οὐκ ἔλαβεν οὖν ὁ Ἀριστοτέλης τὸ ὑπὸ τῆς ἀπείρου δυνάμεως καὶ ὑπὸ τῆς πεπερασμένης κινεῖσθαι, ἀλλὰ τοσοῦτον ἔλαβεν ἐναργές, ὅτι τὸ πεπερασμένον ἐν πεπερασμένῳ χρόνῳ ὑπὸ πεπερασμένης κινεῖται δυνάμεως. καὶ ἔδειξε λοιπὸν ἀκολουθοῦν τῷ λέγοντι ἐν πεπερασμένῳ χρόνῳ κινεῖν τι τὴν ἄπειρον δύναμιν τὸ ἐν ἴσῳ χρόνῳ τῇ ἀπείρῳ δυνάμει τὴν πεπερασμένην κινεῖν. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, οὐ χρείαν ὁ λόγος ἔχει τῆς ἀνάπαλιν λήψεως. “Ἔνεστι δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ οὕτω δεικνύναι ἀδύνατον ὂν τὸ ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν· ἂν γὰρ ἀφέλωμεν μόριον τοῦ μεγέθους, δῆλον ὡς τοῦτο οὐχ ἕξει δύναμιν ἄπειρον· πεπερασμένην ἄρα. οὕτως οὖν ἀφαιροῦντες ἀεὶ ἀπὸ τοῦ μεγέθους μόριά τινα τῷ ἀφῃρημένῳ ἴσα, ὧν μορίων ἕκαστον πεπερασμένην δύναμιν ἔχει, εἰς περασμένα διελοῦμεν τὸ πᾶν καὶ μεγέθη καὶ δυνάμεις· οὐ γὰρ μόριόν τι τοῦ ὅλου ἔσται τὸ τὴν ἄπειρον ἔχον δύναμιν (κεῖται γὰρ τὸ ὅλον ἔχειν τὴν ἄπειρον δύναμιν), ὁπότε καὶ ἐπὶ τοῦ μορίου ὁμοίως δεικνύναι δυνατόν,3 ὅτι μὴ οἷόν τε ἄπειρον ἔχειν δύναμιν· ἀλλ’ οὐδὲ πᾶν μόριον αὐτοῦ ἄπειρον ἐνδέχεται δύναμιν ἔχειν.

“相反,应当反过来设定:因为必须假设,在某个时间内被有限能力运动过的事物,也在某个少得多的时间内被无限能力运动;因为被更小能力运动的事物显然也将被更大能力运动,他自己也通过说如下的话表明了这一点:‘因此,受动者必然也以某种方式被虽有限但具有无限能力者所影响,并且受影响多于被其他者;因为无限的能力是更多的。’因为通过这句话他设定了,受有限能力影响的事物也受无限能力影响,因为无限的能力是更多的;而被更小能力影响的事物必然也受更大能力影响。”亚历山大确实用原话这样写道。 然而,亚里士多德或许恰当且必然地从具有无限能力者出发,而没有必要反过来设定。因为当时摆在他面前的任务是表明没有任何有限大小具有无限能力;而他是通过无限能力若真存在则不在任何时间内施加作用或推动这一事实来表明这一点的,他通过说“然而决不可能有任何时间”表达了这一点。至于无限能力不在时间内施加作用或推动所随之产生的荒谬结论,他作为自明的而略过了;因为如果凡以任何方式生成或被运动的事物都在时间内生成或被运动,那么不在时间内生成或被运动的事物就既不生成也不被运动;因此那无限的能力就既不施加任何作用,也不推动任何事物,甚至根本不存在。而至于它不在时间内施加作用或推动,正如我先前所说,他是通过假设相反的命题(即在时间内施加作用或推动),并通过推导出一个随之而来的不可能的结论(即更大的能力和更小的能力在相等时间内运动同一大小,或者说无限能力和有限能力如此,因为这更加荒谬)来证明的,在论证的这样一种推进中,他理所当然地预先假设了无限能力在有限的时间 Α 内推动某个有限的大小;因为这与“然而决不可能有任何时间”是相反的。接着,在设定同一事物被有限能力在更多的时间内运动时,他并没有像亚历山大所怀疑的那样设定任何荒谬的前提;因为他并不是单纯地设定了被无限能力运动的事物也被有限能力运动,而是在仅仅设定了有限大小在有限时间内被有限能力运动(这是自明的)之后,表明了在有限时间内被运动的有限大小,无论它自身和时间有多大,都能够随着能力不断增加而时间减少,被一种有限的能力在与无限能力推动时的时间 Α 相等的时间内运动;而这正是荒谬的。对于假设无限能力在哪怕尽可能最小的有限时间内推动的人来说,这一荒谬结论便随之而来。因为无限能力要么不在时间内推动(从而根本不推动),要么若在推动则必须在某个时间内推动,且在比有限能力更少的时间内推动(从而在有限时间内推动)。因此,对于声称无限能力在推动的人来说,这便随之而来;因为通过向有限能力不断增加,有可能超过任何时刻所取的能力,并通过从最小时间中减去,使时间变得更为减少,直到能力增加而时间缩减至时间 Α,表明同一事物在时间 Α 内被一种增加的有限能力运动,而这在相等时间内曾被无限能力运动。因此,亚里士多德并没有设定被无限能力运动的事物也被有限能力运动,而是仅仅设定了这一自明的事实:有限大小在有限时间内被有限能力运动。最终他表明,对于声称无限能力在有限时间内推动某物的人来说,必然会得出有限能力与无限能力在相等时间内推动的结论。因此,如果我说得属实,这一论证就没有必要反过来设定。 亚历山大又说:“也可以这样来表明有限大小中不可能存在无限能力:因为如果我们从大小中切去一个部分,显然这部分将不具有无限能力;因此它具有有限能力。于是,通过这样不断地从大小中切去与已切去者相等的某些部分(这些部分中的每一个都具有有限能力),我们将把整个事物分割为有限的大小和有限的能力;因为全体的任何部分都不会是具有无限能力者(因为曾设定全体具有无限能力),更何况在部分的情况下同样能够表明它不可能具有无限能力;然而也不可能它的每一个部分都具有无限能力。”

语法注3 条
  1. 8.102μήποτε

    句首的 μήποτε 并非表示担忧,而是在晚期希腊语和注疏中常见的谦逊引出疑义或反驳的用法(“或许”)。此处引出了辛普利丘针对亚历山大的批评而为亚里士多德所作的辩护。

  2. 8.102ἕως οὗ ἡ μὲν δύναμις αὐξομένη, ὁ δὲ χρόνος μειούμενος ἕως τοῦ Α χρόνου ὑπὸ πεπερασμένης μὲν ηὐξημένης δὲ ἐν τῷ Α χρόνῳ δείξῃ τὸ αὐτὸ κινούμενον

    由连词 ἕως οὗ 引导的从属从句结构。虚拟语气动词 δείξῃ 的主语在形式上未标明,由整个逻辑推导过程充当隐伏主语。主格分词结构 ἡ μὲν δύναμις αὐξομένη, ὁ δὲ χρόνος μειούμενος 描写了伴随的增减过程,而分词短语 ὑπὸ πεπερασμένης... τὸ αὐτὸ κινούμενον 则作为 δείξῃ 的宾语从句成分(“表明同一事物在时间 Α 内被增大的有限能力所运动”)。

  3. 8.102ὁπότε καὶ ἐπὶ τοῦ μορίου ὁμοίως δεικνύναι δυνατόν

    此处的 ὁπότε 并非用作时间副词,而是作为表示原因的连词(“既然”、“鉴于”),引出亚历山大的补充理由,说明为何全体的任何部分都不具有无限能力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1325.14-1326.37