← 辛普里丘

亚里士多德《物理学》注释

§1321.1-1322.19

有限能力不能引起无限运动的证明

在亚里士多德着手证明第一推动者是不可分且无大小的(266a10)之际,辛普里丘概述了其总体论证结构,并阐释了在第一个预备性证明中比例项(Α、Β、Γ、Δ、Ε、Ζ)的设定,该证明旨在表明任何有限能力都不能在无限时间内运动有限之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.101#1

" Ὅτι δὲ τοῦτο ἀμερὲς ἀναγκαῖον εἶναι ἕως τοῦ οὐκ ἄρα οἷόν τε ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν." Δείξας πρότερον, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητόν τε καὶ ἀίδιόν ἐστι, νῦν προτίθεται δεῖξαι, ὅτι καὶ ἀμερές ἐστι, δεικνὺς ἅμα διὰ τούτου τὸν τρόπον τῆς ὑπ’ ἐκείνου γινομένης κινήσεως, ὅτι μὴ σωματικὴ μηδὲ βίαιος· αἱ γὰρ ὑπὸ σωμάτων γινόμεναι κινήσεις τοῦτον γίνονται τὸν τρόπον, αἵτινες καὶ διὰ τοῦτο οὕτως ἔχουσιν, ὡς τὴν μείζονα δύναμιν ἐπὶ πλείονα τε χρόνον καὶ ἐν ἐλάττονι χρόνῳ1 κινεῖν τὸ αὐτό, τὴν δὲ ἐλάττονα ἐπὶ ἐλάττονα καὶ ἐν πλείονι· οὕτω γὰρ αἱ σωματικαὶ κινήσεις ἐπιτελοῦνται. τὴν γὰρ αὐτὴν μύλην ἡμίονος μὲν ἐφ’ ἡμέραν ὅλην κινήσειεν, ἄνθρωπος δὲ ἀγαπητὸς ἕως μεσημβρίας· καὶ ἡ μὲν θᾶττον περιστρέφει, ὁ δὲ βραδύτερον. ὅτι δὲ τὸ πρώτως κινοῦν ἀσώματον καὶ ἀμερὲς καὶ ἀμέγεθες, δείκνυσι τὸ ἀντικείμενον ἀνελὼν τὸ μέγεθος ἔχειν αὐτό. ἀνάγκη γὰρ ἢ ἔχειν μέγεθος ἢ ἀμέγεθες εἶναι· ὅτι δὲ οὐκ ἔχει μέγεθος δείκνυσιν ἐκ διαιρέσεως, ἣν αὐτὸς ἐπὶ τέλει τοῦ βιβλίου συνάγων τὸν λόγον τίθησιν οὕτως· εἰ ἔχει μέγεθος, ἢ πεπερασμένον ἢ ἄπειρον ἀνάγκη αὐτὸ εἶναι· ἀλλὰ ἄπειρον εἶναι μέγεθος ἀδύνατον, ὡς δέδεικται ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας. εἰ οὖν πεπερασμένον ἐστὶ μέγεθος, ἢ πεπερασμένην ἔχει δύναμιν ἢ ἄπειρον, καὶ παρὰ ταῦτα οὐκ ἔστιν. εἰ οὖν μήτε τὸ πεπερασμένην ἔχον δύναμιν ἐν ἀπείρῳ χρόνῳ κινεῖν δύναται, ὡς δείξει ἐν τῷ πρώτῳ ἐπιχειρήματι, μήτε πεπερασμένον τι μέγεθος ἄπειρον ἔχει δύναμιν, ὡς ἐν τοῖς ἐφεξῆς δείκνυσι, δῆλον ὅτι οὐδαμῶς τὸ τὴν ἀίδιον κίνησιν ἐν ἀπείρῳ χρόνῳ κινοῦν μέγεθος ἕξει οὐδὲ μεριστὸν ἔσται· ἀμέριστον ἄρα καὶ ἀμέγεθες εἰς δὴ τὴν τούτου κατασκευὴν πρῶτον δεῖ, φησί, τὰ προηγούμενα λήμματα, ἀφ’ ὧν ὁ λόγος συναχθήσεται, προκατασκευάσαι. πρότεραι γὰρ αἱ προτάσεις τῶν συλλογισμῶν, ὅτι ἐκ τῶν προτάσεων οἱ συλλογισμοί. δείξει δὲ πρῶτον, ὅτι οὐδεμία δύναμις πεπερασμένη δύναται ἐπ’ ἄπειρον χρόνον κινεῖν τι πεπερασμένον· δεύτερον δέ, ὅτι μὴ οἷόν τε ἐν πεπερασμένῳ μεγέθει ἄπειρον δύναμιν εἶναι· τούτου γὰρ δειχθέντος συνάγεται, ὅτι τὸ ἄπειρον κινούμενον χρόνον ὑπ’ οὐδενὸς κινεῖται μεγέθους, εἴπερ μήτε ἄπειρον μέγεθος [καὶ] ἔστιν μήτε τὸ πεπερασμένον μέγεθος ἄπειρον ἔχειν δύναμιν δυνατὸν μήτε ὑπὸ πεπερασμένης δυνάμεως ἄπειρόν τι κινεῖσθαι χρόνον. δείκνυσιν οὖν πρῶτον, ὅτι οὐδὲν πεπερασμένον καὶ πεπερασμένην ἔχον δύναμιν δυνατὸν κινεῖν τι πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ ὡς ὁμολογουμένῳ χρώμενος ἐκείνῳ, ὅπερ ἐν τῷ ἑξῆς ἐπιχειρήματι καὶ ἐναργῶς προλαμβάνει, ὅτι τὸ μείζονα δύναμιν ἔχον τὸ αὐτὸ 〈ἐν〉 ἐλάττονι χρόνῳ κινεῖ τῆς ἐλάττονος δυνάμεως. ἡ δὲ δεῖξις τοιαύτη· τριῶν ὄντων, τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου καὶ τρίτου τοῦ χρόνου, ἐν ᾧ κινεῖται τὸ κινούμενον, ἀνάγκη ἢ πάντα πεπερασμένα εἶναι ἢ πάντα ἄπειρα ἢ τὰ μὲν πεπερασμένα τὰ δὲ ἄπειρα, ὡς λέγοι ἂν ὁ πεπερασμένον τι ὑπὸ πεπερασμένου ἐν ἀπείρῳ χρόνῳ κινεῖσθαι λέγων, ὅπερ ἀνελεῖν πρόκειται. ὑποτίθεται οὖν πεπερασμένα μὲν εἶναι τό τε κινοῦν μέγεθος ὃ Α λέγει καὶ τὸ κινούμενον τὸ Β, ἄπειρον δὲ τὸν Γ χρόνον, ἐν ᾧ ὑπὸ τοῦ Α τὸ Β κινεῖται. εἶτα λαβὼν ἀπὸ τοῦ Α τοῦ κινοῦντος πεπερασμένου ὄντος μόριόν τι, τὸ Δ ὑποτίθεται αὐτὸ κινεῖν μέρος τι τοῦ Β τὸ Ε. δεῖ δὲ λαβεῖν τὸ Δ τὸ κινοῦν καὶ τὸ Ε τὸ κινούμενον οὐκ ἐν τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα,2 ἐν ᾗ τὸ Α ὅλον τὸ κινοῦν πρὸς τὸ Β ὅλον ἐστὶ τὸ ὑπ’ αὐτοῦ κινούμενον, ἀλλ’ ὑπερέχον τὸ Δ τὸ κινοῦν τοῦ Ε τοῦ κινουμένου· τοῦτο γὰρ δεῖ προσυπακούειν, εἰ μέλλοι τὰ ἐφεξῆς ἀκολούθως ἐπάγεσθαι, οἷον ἵνα τὸ μὲν Δ τοῦ Α τρίτον μέρος ᾖ, τὸ δὲ Ε τοῦ Β δέκατον· οὕτω γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ Δ κινήσει τὸ Ε ἤπερ τὸ Α τὸ Β ἐκίνει. ὥστε οὐκ ἄπειρος ὁ χρόνος, ἐν ᾧ τὸ Ε κινεῖται ὑπὸ τοῦ Δ· ἐν ἀπείρῳ γὰρ τὸ Β ὑπὸ τοῦ Α ἐκινεῖτο μείζονα ἔχον πρὸς τὸ Α ἀναλογίαν ἤπερ τὸ Ε πρὸς τὸ Δ. ἐν πλείονι δὲ χρόνῳ τὸ μεῖζον κατὰ τὸν λόγον κινεῖται καὶ ἐν ἐλάττονι χρόνῳ ἡ μείζων δύναμις τὸ ἔλαττον κινεῖ. ἔστω οὖν μέρος τοῦ Γ ἀπείρου χρόνου ὁ Ζ πεπερασμένος, ἐν ᾧ τὸ Ε κινεῖται ὑπὸ τοῦ Δ.

“然而这一者必然是不可分的……至:因此没有任何事物能够被有限之物运动以无限的运动。” 在之前表明了第一推动者既是不动的又是永恒的之后,他现在提议要证明它也是不可分的,并借此同时表明由它所引起的运动方式既非形体的亦非强迫的;因为由物体引起的诸运动乃是以这种方式发生的,并且它们正是因此具有这样的性质,即较大的能力在更长的时间内、且在更少的时间内运动同一事物,而较小的能力在较短的时间内、且在更多的时间内运动;因为形体的诸运动就是这样得以完成的。事实上,同一架磨,骡子能够推上一整天,而人能推到中午便已值得庆幸了;并且前者转动得更快,后者转动得更慢。至于第一推动者是无形体的、不可分的且无大小的,他是通过否定与其对立的事项,即它自身具有大小,来证明的。因为它必然要么具有大小,要么是无大小的;而它不具有大小,他是从划分法来证明的,他在本卷末总结论证时自己也是这样陈述这种划分的:如果它具有大小,它必然要么是有限的,要么是无限的;但大小是无限的乃是不可能的,正如在本论著的第三卷中所证明的那样。因此,如果它是有限的大小,它要么具有有限的能力,要么具有无限的能力,此外别无其他可能。因此,如果既非具有有限能力之物能够在无限的时间内运动(正如他将在第一个论证中所要证明的),亦非任何有限大小具有无限能力(正如他在接下来的论述中所证明的),显然,在无限时间内运动永恒运动的事物绝不可能具有大小,也不会是可分的;因此它是不可分的且无大小的。他说,为了确立这一点,首先必须预先确立那些作为论述据以得出结论的前行引理。因为前提在先于三段论,因为三段论是由前提出发的。他将首先证明没有任何有限能力能够在无限时间内运动任何有限之物;其次,在有限大小中存在无限能力是不可能的;因为一旦证明了这一点,便可得出结论说,在无限时间内被运动之物不被任何大小所运动,如果无限大小既不存在,有限大小具有无限能力亦不可能,且任何事物被有限能力在无限时间内运动亦不可能的话。因此,他首先证明没有任何有限且具有有限能力之物能够在无限时间内运动任何有限之物,同时把他在接下来的论证中也清楚地预设为已知的前提用作公认的前提:即具有较大能力之物在更少的时间内运动同一事物,相较于较小的能力而言。而该证明如下:既然存在三者,即推动者、被运动者以及第三者即被运动者在其中被运动的时间,那么必然要么全都是有限的,要么全都是无限的,要么有些是有限的而有些是无限的,正如一个主张有限之物在无限时间内被有限之物所运动的人所说的那样,而这正是提议要予以驳斥的。于是,他假设被称为 Α 的推动大小以及被运动者 Β 是有限的,而 Β 被 Α 所运动的时间 Γ 则是无限的。接着,从作为有限者的推动者 Α 中取出一部分 Δ,他假设它运动被运动者 Β 的某一部分 Ε。但必须不是按照推动的全体 Α 对被其推动的全体 Β 的同一比例来相互设定推动者 Δ 和被运动者 Ε,而是要使推动者 Δ 超过被运动者 Ε;因为如果接下来的论断要连贯地得出,就必须在理解中补足这一点,例如使 Δ 为 Α 的三分之一,而 Ε 为 Β 的十分之一;因为唯有如此,Δ 才会比 Α 运动 Β 用更少的时间来运动 Ε。因此,Ε 被 Δ 所运动的时间并不是无限的;因为 Β 是在无限的时间内被 Α 运动的,且它对 Α 具有比 Ε 对 Δ 更大的比例。而按照比例,较大的事物在更多的时间内被运动,且较大的能力在更少的时间内运动较小的事物。因此,设 Ε 在其中被 Δ 所运动的有限的时间 Ζ 为无限时间 Γ 的一部分。

语法注2 条
  1. 8.101ἐπὶ πλείονα τε χρόνον καὶ ἐν ἐλάττονι χρόνῳ

    介词 ἐπί 加宾格(时间持续的长短)与 ἐν 加与格(完成动作所需的时间/速度)的对比用法。此处并置了较大能力所体现的两种不同时间契机:即在持久力上能持续“更长时间”,以及在速度上能在“更少时间内”完成运动。

  2. 8.101δεῖ δὲ λαβεῖν τὸ Δ τὸ κινοῦν καὶ τὸ Ε τὸ κινούμενον οὐκ ἐν τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα

    由非人称动词 δεῖ 引导的带不定词的宾格结构(λαβεῖν 的逻辑主语泛指推导者)。辛普里丘指出亚里士多德推论中一个未明言的前提假设:即推动部分 Δ 与被运动部分 Ε 的比例不能与整体 Α 和 Β 的比例相同,而必须使 Δ 在比例上超过 Ε(Δ/Ε > Α/Β),必须在理解中补足此点(τοῦτο γὰρ δεῖ προσυπακούειν)才能使后续结论必然成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1321.1-1322.19