- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1319.14-1320.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过引述一元论自然哲学家、以灵魂为原因的论者(如柏拉图)、日常语言习惯以及德谟克利特和斯多亚派的学说,确证位移是第一运动,随后概括了第8卷迄今为止所确立的论证要点(运动的永恒性、自我运动者、圆周运动的第一性以及不动的推动者)。
ἀλλὰ τὸ ἀλλοιουμένων ἀντὶ τοῦ ἀλλοίαν θέσιν καὶ τάξιν λαμβανόντων τῶν ἀτόμων σωμάτων εἴρηται.1 Εἰπὼν δὲ ὅπως οἱ πλείονας ἀρχὰς τῶν γινομένων τιθέντες καὶ τούτων οἵ τε ποιητικὰ αἴτια παραλαμβάνοντες καὶ οἱ χωρὶς τούτου τὰς γενέσεις διακοσμοῦντες πρώτην τῶν κινήσεων ἀπελογίζοντο τὴν φορὰν ἐφεξῆς λέγει καὶ ὅπως οἱ μίαν τὴν ἀρχὴν καὶ τὸ στοιχεῖον λέγοντες, ὡς οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένη καὶ Ἀναξίμανδρον καὶ Ἡράκλειτον, φυσικοὶ καὶ οὗτοι, τὴν φορὰν πρώτην τῶν κινήσεων τίθενται· διὰ γὰρ πυκνώσεως καὶ μανώσεως τὰς γενέσεις καὶ φθορὰς ἀποδιδόασι· σύγκρισις δέ τις ἡ πύκνωσίς ἐστι καὶ διάκρισις ἡ μάνωσις. οἰκείως δὲ οἶμαι οἱ μὲν ἓν λέγοντες πύκνωσιν καὶ μάνωσιν ἐκάλεσαν τὰ περὶ αὐτὸ πάθη, οἱ δὲ πλείονα σύγκρισιν καὶ διάκρισιν. καὶ ταῦτα δὲ καὶ ἐκεῖνα τὴν κατὰ τόπον ἐνδείκνυται κίνησιν. Τετάρτους δὲ καλεῖ μάρτυρας τοὺς τὴν ψυχὴν αἰτίαν κινήσεως ποιοῦντας, ὥσπερ ὁ Πλάτων τὸ αὐτοκίνητον τὴν ψυχὴν ἐν Φαίδρῳ δείξας ἑαυτό τε κινεῖν ἀεί φησι καὶ τοῖς ἄλλοις, ὅσα κινεῖται, τοῦτο πηγὴν καὶ ἀρχὴν εἶναι κινήσεως. καὶ οὗτοι δὲ τὴν κατὰ τόπον κίνησιν προσεχῶς ἀνατιθέασι τῇ ψυχῇ· τῶν γὰρ ἄλλων κινήσεων, κἂν ᾖ αἰτία παρ’ αὐτοῖς ἡ ψυχὴ ὡς πηγὴ καὶ ἀρχὴ πάσης κινήσεως, ἀλλὰ διὰ μέσης τῆς κατὰ τόπον, ὡς καὶ ὁ Ἀριστοτέλης ὑπὸ τοῦ πρώτου κινοῦντος διὰ τῆς τῶν οὐρανίων τοπικῆς κινήσεως καὶ τὰς ἄλλας ὑπὸ σελήνην ἐπιτελεῖσθαί φησι. καὶ τὸ παρὰ Ἀριστοτέλει δὲ αὐτοκίνητον, τὸ ζῷον ἑαυτὸ κινοῦν κατὰ τὴν ψυχὴν τὴν τοπικὴν κίνησιν ὑφ’ ἑαυτοῦ κινεῖται. εἰπὼν δὲ τὸ ζῷον καὶ αὐτὸ κινεῖν ἐπήγαγε καὶ πᾶν τὸ ἔμψυχον, οὐχ ὡς τὸ ἀναβεβηκὸς παρ’ αὐτῷ τὸ ζῷον τὸ καὶ τοῖς φυτοῖς ὑπάρχον ἔμψυχον λέγων2 (τὰ γὰρ φυτὰ οὐ κινεῖται κατὰ τόπον), ἀλλ’ εἰπὼν κινεῖν ἑαυτὸ τὸ ζῷον ἐπήγαγε καὶ πᾶν τὸ ἔμψυχον, τουτέστι τὸ τὴν ψυχὴν ἔχον ἐν ἑαυτῷ τὴν κινοῦσαν, δι’ ἣν ἑαυτὸ κινεῖ τὸ ζῷον. Ἐπὶ πᾶσι δὲ τούτοις καὶ τὴν ἀπὸ τῆς συνηθείας τῶν ὀνομάτων μαρτυρίαν παράγει πρὸς πίστιν τοῦ πρώτην τῶν κινήσεων εἶναι τὴν φοράν. ἁπλῶς γάρ, φησί, καὶ κυρίως κινεῖσθαι λέγομεν μόνον τὸ κινούμενον κατὰ τόπον, τὸ δὲ κατὰ τόπον μὲν ἠρεμοῦν, τῶν ἄλλων δέ τινα κινήσεων κινούμενον, οἷον αὐξανόμενον ἢ φθῖνον ἢ ἀλλοιούμενον οὐχ ἁπλῶς, ἀλλὰ πῇ κινεῖσθαι λέγομεν· αὐξάνεσθαι γάρ φαμεν ἢ ἀλλοιοῦσθαι, τὸ δὲ κατὰ τόπον κινεῖσθαι ἁπλῶς. οὕτω γοῦν καὶ τὰ οὐράνια κινεῖσθαι λέγομεν ἁπλῶς, ὅτι καὶ κατὰ τόπον ἡ κίνησις. οἱ δὲ περὶ Δημόκριτον μόνην τὴν κατὰ τόπον κίνησιν ἔλεγον· καὶ γὰρ τὰ ἀλλοιούμενα κατὰ τόπον ἔλεγον κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τῷ μὴ ὅλον, ἀλλὰ κατὰ μέρη ἀμείβειν τὸν τόπον. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κατὰ πᾶσαν κίνησιν ἔλεγον ὑπεῖναι τὴν τοπικὴν ἢ κατὰ μεγάλα διαστήματα ἢ κατὰ λόγῳ θεωρητὰ ὑφισταμένην.
然而,“质变着”这个词是用来代替“不可分的物体获得不同的位置和次序”。在说明了那些为生成之物设定多个本原的人——其中既包括引入动力因的人,也包括不借助于动力因来安排生成的人——是如何将位移推算为诸运动中第一的之后,他接下来也论述了那些主张本原与元素为一的人,如泰勒斯、阿那克西美尼、阿那克西曼德和赫拉克利特派(他们也是自然哲学家),是如何将位移设定为诸运动中第一的;因为他们通过浓缩与稀疏来解释生成与毁灭,而浓缩是一种结合,稀疏则是一种分离。我认为,主张本原为一的人将关于它的受动状态称为“浓缩”与“稀疏”,而主张多个本原的人则称之为“结合”与“分离”,这是很恰当的。并且后者与前者都指明了空间中的运动。第四,他征引那些将灵魂视作运动原因的人作为见证,正如柏拉图在《斐德罗篇》中表明灵魂是自我运动者之后,说它始终运动自身,并且对于所有其他被运动的事物而言,这是运动的源泉和本原。这些人也将空间运动直接归属于灵魂;因为在他们看来,即使灵魂作为一切运动的源泉和本原是其他诸运动的原因,那也是以空间运动为中介的,正如亚里士多德也说,通过天体的空间运动,月下区域的其他运动由第一推动者得以完成。而且在亚里士多德那里的自我运动者,即依循灵魂运动自身的动物,也是通过自身而以空间运动的方式被运动的。他在说了动物自身运动之后,又附加上“以及每一个有灵魂之物”,这并不是指那种在他那里高出于动物、且亦存在于植物之中的“有灵魂之物”(因为植物不作空间运动),而是在说了动物运动自身之后附加上“以及每一个有灵魂之物”,即是指自身内拥有推动它的灵魂、动物由此而运动自身之物。在所有这些之上,为了确信位移是诸运动中第一的,他又引入了来自日常语词习惯的见证。因为他说,我们只把依空间运动的事物说成在单纯意义上且在严格意义上运动,而对于依空间静止、但作其他某种运动的事物,例如在增长、缩减或质变的事物,我们不说它在单纯意义上运动,而说在某种意义上运动;因为我们说它“增长”或“质变”,而对依空间〔运动〕的事物则〔说〕它在单纯意义上“运动”。无论如何,我们正是由此也说天体在单纯意义上运动,因为它的运动也是依空间的。而德谟克利特派则说唯有空间运动存在;因为他们说质变的事物也是依空间运动的,而这一点未被察觉,是因为它不是作为整体、而是按各部分改变空间。至于斯多亚学派的人则说,在每一种运动之下都潜藏着空间运动,它要么跨越巨大的间距、要么跨越通过理性可考察的〔间距〕而成立。
"Ὅτι μὲν οὖν ἀεί τε κίνησις ἦν ἕως τοῦ καὶ τὸ κινοῦν πρῶτον ὅτι ἀκίνητον, εἴρηται." Μέλλων ἐπὶ τὸ πέρας λοιπὸν εἶναι τοῦ λόγου ὑπομιμνήσκει πρῶτον συντόμως ἡμᾶς τῶν δεδειγμένων, ἐφ’ οἷς κειμένοις τὰ λοιπὰ ἀποδείκνυσι.3 δέδεικται δὲ εὐθὺς ἐν ἀρχῇ τοῦ βιβλίου, ὅτι κίνησις ἀίδιός ἐστιν, ἀγένητός τε οὖσα καὶ ἄφθαρτος καὶ διὰ τοῦτο οὔτε ἀρξαμένη ποτὲ τοῦ εἶναι οὔτε πέρας λαμβάνουσα. ἐδείχθη δὲ καὶ τίς ἀρχὴ καὶ αἰτία προσεχὴς τῆς ἀιδίου κινήσεως, ὅτι οὐχὶ τὸ ὑπ’ ἄλλου κινούμενον (ἀνάγκη γὰρ οὕτως ἐπ’ ἄπειρον ἰέναι), ἀλλὰ τὸ ὑφ’ ἑαυτοῦ. ἐδείχθη δὲ καὶ τίς πρώτη κίνησις κατὰ πάντα τοῦ πρώτου τὰ σημαινόμενα, ὅτι τῶν μὲν ἄλλων τῆς κινήσεως εἰδῶν ἡ φορὰ πρώτη, ἐν δὲ τῇ φορᾷ ἡ κυκλοφορία τῆς κατ’ εὐθεῖαν πρώτη, καὶ ὅτι ταύτην ἐνδέχεται μόνην μίαν εἶναι καὶ συνεχῆ καὶ διὰ τοῦτο ἀίδιον. ἐδείχθη δὲ καὶ ὅτι τὸ πρώτως κινοῦν ἀκίνητον ἀνάγκη εἶναι τό τε ἐν τῷ αὐτοκινήτῳ κινοῦν καὶ τὸ τελείως ἐξῃρημένον, ὃ μηδὲ κατὰ συμβεβηκὸς κινεῖται, ὡς τὸ ἐν τῷ αὐτοκινήτῳ κινοῦν ἐλέγετο κινεῖσθαι.
“因此,运动始终存在”至“并且第一推动者是不动的,已被阐述”。 他即将到达本论述的终点,于是首先向我们简要地提示那些已被证明的事项,以这些事项为既定前提,他证明余下的事项。在本卷的开篇立刻就证明了运动是永恒的,它既不生也不灭,因此既未曾开始存在,亦不接受终结。并且还证明了永恒运动的直接本原与原因是什么,即不是被他物运动之物(因为如此必然陷入无穷倒退),而是由自身运动之物。而且还证明了按照“第一”的一切含义,哪一种运动是第一的:即在运动的其他各物种之中,位移是第一的,而在位移之中,圆周运动优于直线运动而为第一,并且唯有这种运动可能是单一且连续的,并因此是永恒的。此外还证明了首要地推动之物必然是不动的,这既包括在自我运动者内部推动的部分,也包括完全超越的、甚至不依偶性被运动之物(在自我运动者内部推动的部分曾被说成是依偶性被运动的)。
- 8.99ἀλλὰ τὸ ἀλλοιουμένων ἀντὶ τοῦ ἀλλοίαν θέσιν καὶ τάξιν λαμβανόντων τῶν ἀτόμων σωμάτων εἴρηται.
具定冠词的分词 τὸ ἀλλοιουμένων 作主语,ἀντὶ τοῦ 引领一个独立属格结构 ἀλλοίαν θέσιν καὶ τάξιν λαμβανόντων τῶν ἀτόμων σωμάτων(原子物体获得不同位置和次序),用以说明该词所替代的含义。
- 8.99οὐχ ὡς τὸ ἀναβεβηκὸς παρ’ αὐτῷ τὸ ζῷον τὸ καὶ τοῖς φυτοῖς ὑπάρχον ἔμψυχον λέγων
οὐχ ὡς 修饰分词 λέγων,表示被否定的动机。τὸ ἀναβεβηκὸς τὸ ζῷον(“高出/上位超越于动物的”)修饰同位语短语 τὸ καὶ τοῖς φυτοῖς ὑπάρχον ἔμψυχον(“也存在于植物之中的有灵魂者”)。
- 8.100ἐφ’ οἷς κειμένοις τὰ λοιπὰ ἀποδείκνυσι.
介词短语带分词 ἐφ’ οἷς κειμένοις(“在这些事项被确立[为前提]的基础之上”)表示证明余下事项的条件与基础。其先行词为前文的 τῶν δεδειγμένων(“已被证明的事项”)。
