- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1322.19-1323.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修通过对推动者与被运动者的部分进行累加与减去的归谬法,详细剖析了亚里士多德关于有限能力不可能在无限时间或无限运动中运动任何事物的论证,并澄清了“量尽”与“耗尽”的语义区别。
ἐὰν δὴ τῷ Δ προσθῶ ἄλλο τοσοῦτον, τουτέστιν ἄλλο τρίτον τοῦ Α μέρος καὶ πάλιν ἄλλο τοσοῦτον, καταναλώσω τὸ Α, τουτέστιν ὅλον λήψομαι τὸ Α. εἰ οὖν τὸ Δ ἐκίνει τὸ Ε ἐν τῷ Ζ χρόνῳ μέρει ὄντι τοῦ ἀπείρου τοῦ Γ, προστεθῇ δὲ τῷ κινοῦντι ἄλλο τηλικοῦτον ἡλίκον ἐστί, δῆλον ὡς ἐν ἐλάττονι χρόνῳ ἡ Δ δύναμις διπλασιασθεῖσα κινήσει τὸ Ε· ἐν γὰρ ἡμίσει τοῦ Ζ. κἂν πάλιν προστεθῇ τῇ κινούσῃ δυνάμει ἴσον, ἔσται ἡ Α δύναμις ὅλη, εἴπερ τρίτον ἦν αὐτῆς τὸ Δ. καὶ δῆλον ὅτι ἐν ἐλάττονι ἔτι κινήσει τὸ Ε. ἂν δὴ πάλιν ἔχοντες τὸ Α τὸ κινοῦν προστιθῶμεν τῷ Ε τῷ κινουμένῳ ἴσα, ἂν μὲν ἓν προσθῶμεν, ἐν διπλασίῳ αὐτὸ χρόνῳ κινήσει τὸ Α ἢ ἐκίνει τὸ Ε. ἐὰν δὲ δύο, ἐν τριπλασίῳ· καὶ ἔσται οὗτος ὁ Ζ, ἐν ᾧ τὸ Δ τρίτον ὂν τοῦ Α ἐκίνει τὸ Ε, ὃ νῦν ἐτριπλασιάσαμεν. τριπλασιασθέντων γὰρ ἀμφοτέρων, καὶ τοῦ κινοῦντος τοῦ Δ καὶ τοῦ κινουμένου τοῦ Ε, ὁ αὐτὸς μένει χρόνος. ὅταν οὖν προστιθέντες τῷ Ε ἐπὶ τὸ δέκατον ἔλθωμεν, ἐσόμεθα τὸ Β1 εἰληφότες, οὗ ἦν δέκατον μέρος τὸ Ε. ἔσται δὴ τὸ Β ὑπὸ τοῦ Α κινούμενον ἐν δεκαπλασίῳ χρόνῳ τοῦ ἐν ᾧ ὑπὸ τοῦ Α ἐκινεῖτο τὸ Ε. ἔκειτο δὲ καὶ ἐν ἀπείρῳ τῷ Γ κινεῖσθαι τὸ Β ὑπὸ τοῦ Α· τὸ αὐτὸ ἄρα ὑπὸ τοῦ αὐτοῦ ἔσται καὶ ἐν πεπερασμένῳ χρόνῳ καὶ ἐν ἀπείρῳ κινούμενον, ὅπερ ἀδύνατον. προστιθέντες γὰρ τῷ Ε, ἕως ὅλον λάβωμεν τὸ Β, ἢ καταναλώσομεν καὶ τὸν Γ χρόνον ἢ οὔ. ἀλλ’ εἰ μὲν καταναλώσομεν, οὐκ ἄπειρος· τὸ γὰρ καταμετρούμενον οὐκ ἄπειρον, ἔσται δὲ καταμεμετρημένος ὑπὸ τοῦ Ζ πεπερασμένου, ὅστις ἦν ὁ πρῶτος εἰλημμένος. εἰ δὲ μὴ καταναλώσομεν, ἀλλ’ ἔσται μετὰ τὴν τῶν τοσούτων χρόνων τῶν ἴσων τῷ Ζ ἀφαίρεσιν, ὅσα ἦν καὶ τὰ ἐν τῷ Β, ὑπολειπόμενός τις χρόνος, οὐκ ἐν τῷ Γ ἔσται ὅλῳ κεκινηκὸς τὸ Α τὸ Β, ἀλλ’ ἐν μέρει αὐτοῦ τῷ τοσαυτάκις ἴσῳ τῷ Ζ, ὁσάκις ἐλήφθη τὰ ἐν τῷ Β. τοῦτο οὖν ἔστιν ὃ λέγει, ὅτι τῷ Δ προσθεὶς καταναλώσω τὸ Α (πεπερασμένον γὰρ ἦν τὸ κινοῦν) καὶ τῇ Ε τὸ Β (πεπερασμένον γὰρ ἦν καὶ τὸ κινούμενον)· τὸν δὲ χρόνον οὐ καταναλώσω ἄπειρον ὄντα. δυνατὸν δὲ τὸ μὲν κινοῦν τὸ αὐτὸ φυλάξαι τὸ Α, τοῦ δὲ κινουμένου τοῦ Β μέρος ἀφελεῖν, ὃ δηλονότι ἐν ἐλάττονι τοῦ ἀπείρου χρόνῳ κινήσει τὸ Α· ἐν πεπερασμένῳ ἄρα. ἐὰν οὖν τὸ ληφθὲν τοῦ Β μέρος ἐν πεπερασμένῳ χρόνῳ κινούμενον συνθῶμεν τοσαυτάκις, ὁπόσον ἦν τοῦ Β μέρος, καὶ ὁ χρόνος τοσαυτάκις πλείων ἔσται τοῦ ἐν ᾧ τὸ Α ἐκίνει τὸ ἀφαιρεθὲν μέρος· πεπερασμένος ἄρα. τὸ Β ἄρα ὑπὸ τοῦ Α καὶ ἐν ἀπείρῳ καὶ ἐν πεπερασμένῳ χρόνῳ κινηθήσεται, ὅπερ ἄτοπον. τοῦτο δὲ συνήχθη διὰ τὸ πεπερασμένον μὲν εἶναι τὸ Β, πᾶν δὲ πεπερασμένον ἀναλίσκεσθαι τῇ τῶν ἴσων ἀπ’ αὐτοῦ ἀφαιρέσει. καλῶς δὲ τῷ καταναλώσω ἐχρήσατο, ἀλλ’ οὐ τῷ ‘καταμετρήσω’. ἂν μὲν γὰρ ἴσων τῷ ἐξ ἀρχῆς ἀφαιρουμένων καὶ τὸ τελευταῖον ἴσον ᾖ, πρὸς τῷ ἀνηλωκέναι τὸ Α καὶ κατεμετρήσαμεν αὐτὸ τῷ Δ, γένοιτο δ’ ἂν τοῦτο, εἰ τὴν ἀρχὴν2 οὕτως ἀφαιρεθείη τὸ Δ, ὡς δύνασθαι εἰς ἴσα αὐτῷ ὁσαοῦν διαιρεθῆναι τὸ Α. ἐὰν δὲ τὸ τελευταῖον ὑπολειπόμενον τοῦ Α μηκέτι ᾖ ἴσον τῷ Δ, ἀλλὰ ἔλαττον αὐτοῦ, καταναλωθῆναι μὲν καὶ οὕτω λέγεται τὸ Α τῇ τοιαύτῃ ἀφαιρέσει, οὐ μέντοι καὶ καταμετρηθῆναι ὑπὸ τοῦ Δ. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ Β καὶ τοῦ Ε. ἄντε δὲ καταμετρῶνται τὸ Α καὶ τὸ Β ὑπὸ τῶν εἰλημμένων ἀπ’ αὐτῶν μερῶν, ἄντε ἀναλίσκωνται μόνον, ὁ αὐτὸς λόγος. τὸ γὰρ ἄτοπον οὐ παρὰ τὸ καταμετρεῖσθαι, ἀλλὰ παρὰ τὸ ἀναλίσκεσθαι ἠκολούθησε. τοῦτο οὖν δείξας ἐπήγαγεν οὐκ ἄρα οἷόν τε ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν, ὡς ἀκολουθοῦντος τούτου τῷ τὴν ἐν ἀπείρῳ χρόνῳ γινομένην κίνησιν ἄπειρον εἶναι. οὐδὲν δὲ εἶπεν ἄπειρον κίνησιν ὑπὸ πεπερασμένου κινεῖσθαι, καίτοι τὸ πεπερασμένον νῦν δείξας ὑπὸ πεπερασμένου μὴ κινούμενον ἄπειρον χρόνον, ἐπειδὴ εἶχεν ἤδη δεδειγμένον, ὅτι ἄπειρον μέγεθος οὐδὲ ἔστιν ὅλως.
那么,如果我向 Δ 加上另一个同样大的量,即 Α 的另一个三分之一部分,并且再加一个同样大的量,我将耗尽 Α,也就是说我将取得作为整体的 Α。因此,如果 Δ 在作为无限时间 Γ 的一部分的时间 Ζ 内运动 Ε,并且向推动者加上另一个与其同样大的量,显然,增加为两倍的能力 Δ 将在更少的时间内(即在 Ζ 的一半时间内)运动 Ε。如果再次向推动能力加上相等的量,整个能力 Α 将会形成,如果 Δ 原是它的三分之一的话。并且显然它将在还要更少的时间内运动 Ε。于是,如果我们在保持推动者 Α 的同时,再次向被运动者 Ε 加上相等的部分,如果我们加一个,Α 运动它所用的时间将是运动 Ε 所用时间的两倍;如果加两个,则是三倍;而这正是时间 Ζ,在其中作为 Α 的三分之一的 Δ 运动着我们现在增加为三倍的 Ε。因为当推动者 Δ 和被运动者 Ε 两者都被增加为三倍时,时间保持不变。因此,当我们通过向 Ε 累加而达到第十份时,我们将已经取得了 Β,而 Ε 曾是它的十分之一部分。那么 Β 被 Α 运动所用的时间将是 Ε 被 Α 运动所用时间的十倍。但之前也设定了 Β 被 Α 在无限时间 Γ 内运动;因此同一事物将被同一事物既在有限时间内又在无限时间内运动,而这是不可能的。因为通过向 Ε 累加直到我们取得作为整体的 Β,我们要么也将时间 Γ 耗尽,要么不会。如果我们将它耗尽,它就不是无限的;因为被量尽之物不是无限的,而且它将已被最初取得的有限时间 Ζ 所量尽。但如果我们没有将它耗尽,而是在减去了与 Ζ 相等的、与 Β 中的部分等数的时间之后,还有某些剩余的时间,那么 Α 将不是在作为整体的 Γ 内完成了对 Β 的运动,而是在其与 Ζ 相等的、其倍数正如 Β 中部分被取之次数的那一部分内完成的。因此这就是他所说的:通过向 Δ 累加我将耗尽 Α(因为推动者曾是有限的),并且通过向 Ε 累加我将耗尽 Β(因为被运动者也曾是有限的);但我将不会耗尽时间,因为它是无限的。此外,也可以保持推动者 Α 不变,而减去被运动者 Β 的一部分,显然 Α 将在少于无限时间的时间内运动它,因而在有限时间内运动它。因此,如果我们把在有限时间内被运动的、所取得的 Β 的部分按照它是 Β 的几分之几而相加相应次数,那么时间也同样是 Α 运动被减去部分的时间的相应倍数,因而是有限的。因此 Β 将被 Α 既在无限时间内又在有限时间内运动,这是荒谬的。得出这一结论是因为 Β 是有限的,而一切有限之物都可以通过从中减去相等的部分而被耗尽。而且他恰当地使用了“耗尽”一词,而没有用“量尽”。因为如果在减去与最初相等的部分时,最后剩下的也是相等的,那么在耗尽 Α 之外,我们也通过 Δ 量尽了它;如果最初 Δ 就是以能使 Α 分割为若干与其相等部分的方式被减去的,这种情况就会发生。但如果 Α 最后剩下的部分不再与 Δ 相等,而是小于它,那么 Α 虽然也通过这种减去被称为被耗尽,但却不能说被 Δ 所量尽。对于 Β 和 Ε 也是同样的道理。无论 Α 和 Β 是被从它们之中取得的部分所量尽,抑或仅仅是被耗尽,道理都是一样的;因为荒谬的结果并非随量尽而来,而是随耗尽而来的。因此,在表明了这一点之后,他接着得出结论说:“因此没有任何事物能够被有限之物运动以无限的运动”,因为这是无限时间内发生的运动是无限的这一命题的必然推论。而他说没有任何事物被有限之物运动以无限的运动——尽管他刚才表明的是有限之物不被有限之物运动无限的时间——是因为他已经证明了无限的大小根本就不存在。
- 8.101τῷ τοσαυτάκις ἴσῳ τῷ Ζ, ὁσάκις ἐλήφθη τὰ ἐν τῷ Β
在相关结构 τοσαυτάκις ... ὁσάκις(“正如……那么多次”)中,定冠词 τῷ 使修饰先行词 μέρει 的限定短语名词化,意为“在[Γ的]那一部分内,该部分与 Ζ 相等的倍数正如 Β 中的部分被取的次数”。
- 8.101τὴν ἀρχὴν
宾格短语 τὴν ἀρχήν 在此作副词性宾格,意为“从一开始”或“根本上”,修饰条件从句 εἰ ... οὕτως ἀφαιρεθείη τὸ Δ(“如果从一开始 Δ 就是以那种方式被减去”)。
