← 辛普里丘

亚里士多德《物理学》注释

§131.11-132.21

亚历山大反驳将恰恰是存在者视为属的观点

辛普里丘总结了阿佛洛狄西亚的亚历山大对阿斯帕修等人将“恰恰是存在者”解释为存在者的“属”的反驳,从多个论据证明它指的不是属,而是数目上为一的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#4

” Ἀλλ’ ἐπεὶ παρ’ ὅλην τὴν ἐξήγησιν τὸ ὅπερ ὂν ὡς οὐσίαν καὶ αὐτὸς ἐξεδεξάμην καὶ οὐσίαν τὴν ἄτομον καὶ ἀριθμῷ μίαν, τινὲς δὲ τῶν τοῦ Ἀριστοτέλους ἐξηγητῶν, ὧν καὶ Ἀσπάσιός ἐστι, τὸ ὅπερ ὂν τὸ γένος τῶν ὄντων λαμβάνουσι, πρὸς οὓς ἱκανῶς ἀντείρηκεν Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ἐπιτετμημένως ἐκκείσθω τὰ παρ’ ἐκείνου λεγόμενα.1 “τινὲς γάρ, φησίν, οὕτως ἤκουσαν τῆς λέξεως ὡς λέγοντος αὐτοῦ ἀναγκαῖον εἶναι τοῖς μοναχῶς λέγουσι τὸ ὂν λέγεσθαι κοινόν τι γένος πάντων τῶν ὄντων λαμβάνειν, εἰς ὃ πάντα τὰ κατὰ μέρος ὄντα χωρεῖ, καὶ τοῦτο λέγειν εἶναι τὸ ὂν καὶ οὕτως ἕν, ἐπεὶ μηδὲν τῶν ὑπὸ τὸ ὂν λαμβάνοντες ἓν ἔτι τὸ ὂν δύνανται λέγειν τῷ καὶ τὰ ἄλλα τῷ τεθέντι συνεισάγεσθαι. καὶ γὰρ τῇ οὐσίᾳ τὰ συμβεβηκότα καὶ τοῖς συμβεβηκόσιν ἡ οὐσία συνεισάγεται, ὡς ἔδειξε. πιστοῦται δὲ τὸν λόγον καὶ ἀπὸ τοῦ ἐν τοῖς Τοπικοῖς τὸ ὅπερ ὂν ἐπὶ τοῦ γένους τιθέναι λέγοντα “ὁ ἄνθρωπος ὅπερ ζῷον” ἀντὶ τοῦ ἐν γένει τῷ ζῴῳ. ὅτι δὲ οὐχ οὕτως νῦν λέγει τὸ ὅπερ ὂν ἀλλὰ τὴν οὐσίαν σημαίνει, δηλοῖ ἐκ τῶν προειρημένων. κἂν γὰρ δεῖ πρὸς τὴν τοιαύτην ἀντειπεῖν ὑπόθεσιν, εἴρηκεν ἤδη ἐν οἷς ἔλεγεν “εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποσὸν καὶ ποιόν, καὶ ταῦτα εἴτε ἀπολελυμένα ἀπ’ ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα.” πάντα γὰρ ταῦτα εἶναι τίθεται ὁ τὸ ὂν ὡς γένος λέγων. ὥστε εἰρημένον καὶ πρὸς ταύτην τὴν δόξαν, εἴπερ ἄρα ἐδεῖτό τινος ἀντιλογίας· ἔοικε γὰρ ὡς προφανῶς ἐναντιολόγου καταφρονῆσαι. ὁ γὰρ ἕν τι μόνον εἶναι βουλόμενος οὕτως ὡς ἀριθμῷ ἕν, οὐκ ἂν εἴποι γένος ἓν εἶναι τοῦτο, διότι τὸ γένος πλῆθος εὐθὺς καὶ εἰδῶν καὶ ἀτόμων ἑαυτῷ συνεισάγει. ἀλλὰ πόθεν δῆλον, φαίη ἄν τις, ὅτι ὡς ἀριθμῷ ἓν ἔλεγεν ὁ Παρμενίδης; ἀλλὰ καὶ ἐξ ἐκείνου δῆλον, ὅτι οὐχ ὡς γένος λέγει τὸ ὅπερ ὄν, ἀλλ’ ὡς οὐσίαν. δείκνυσι γὰρ ὅτι οὐκ ἔστι συμβεβηκὸς ἐκ τοῦ τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου λέγεσθαι, ὥστε αὐτὸ οὐ καθ’ ὑποκειμένου ἀλλ’ ὑποκείμενον, ὅπερ ἐστὶν οὐσία καθ’ ἑαυτὴν ὑφεστῶσα καὶ μὴ δεομένη τινὸς ἄλλου πρὸς τὸ εἶναι. τὸ δὲ γένος καὶ αὐτὸ τῶν καθ’ ὑποκειμένου ἐστίν· ὥστε οὐκ ἂν εἴη γένος τὸ ὅπερ ὄν, εἰ σαφῶς αὐτῷ τὸ καθ’ ὑποκειμένου ἀντιδιέστειλεν. ἔτι μετ’ ὀλίγον αὐτὸς ἐρεῖ “τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι”; εἰ οὖν τὸ αὐτὸ ὂν μὴ τῷ γένει ἀλλὰ τῇ οὐσίᾳ προσήκει, οὐσία ἂν εἴη τὸ ὅπερ ὄν. πρὸς δὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι τὸ ‘αὐτὸ’ κατὰ τῶν γενῶν ὁ Πλάτων φέρει2 ἀλλ’ οὐχὶ τῶν ὑστερογενῶν, ἀλλὰ τῶν διὰ πάντων χωρούντων κατὰ μίαν κοινὴν φύσιν. ἔτι δὲ εἰ τὸ ἀντικείμενον τῷ συμβεβηκότι λαμβάνει, ὡς δῆλον ἐκ τοῦ ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός, ἀντίκειται δὲ τῷ συμβεβηκότι οὐ τὸ γένος ἀλλ’ ἡ οὐσία, αὕτη ἂν εἴη τὸ ὅπερ ὄν. ἔτι ἐκ διαιρέσεως τὴν ἀντιλογίαν ποιούμενος εἰς συμβεβηκὸς καὶ τὸ ὅπερ ὂν διεῖλεν. οὐ γὰρ ἦν ἀναγκαία ἐρώτησις τί λέγουσι τὸ ὄν, συμβεβηκὸς ἢ γένος· ἔστι γάρ τι παρὰ ταῦτα. ὥστε εἰς οὐσίαν· οὐσία ἄρα τὸ ὅπερ ὄν. ἔτι τὸ ἓν ποσαχῶς λέγεται διαιρῶν τὸ κατὰ τὸν ἀριθμὸν ἓν διεῖλεν. τοῦ δὲ τῷ γένει ἢ εἴδει ἑνὸς οὐκ ἐμνημόνευσεν, ὡς προφανῶς εἰσάγοντος τὸ πλῆθος. ἔτι τὸ μὲν γένος δύο ἔχει τό τε οὐσιῶδες καὶ τὸ κοινόν, ἡ δὲ οὐσία τὸ εἶναι οὐσία μόνον. εἰ οὖν οὐδαμοῦ πρὸς κοινότητα ἀλλ’ ὡς πρὸς οὐσίαν μόνον ἀντιλέγει, οὐ γένος ἀλλ’ οὐσία τὸ ὅπερ ὄν.

” 但是,既然在整篇阐释中我自己也将“恰恰是存在者”理解为实体,且是不可分的、数目上为一的实体,而亚里士多德的某些注释家,其中也有阿斯帕修,把“恰恰是存在者”理解为存在者的属,针对他们,阿佛洛狄西亚的亚历山大已经作出了充分的反驳,那么就将他所说的话简要地陈列出来。“因为有些人,”他说,“是这样理解这段文句的,仿佛他是说,对于主张存在以单一意义述说的人而言,必然要设定一切存在者的某个共同的属,所有个别的存在者都归入其中,并主张这就是存在,且以这种方式为一,因为设定存在之下的任何事物,他们就都不能再说存在是一,这是因为其他事物也会与所设定的事物一并被引入。因为正如他所指出的,偶性确实与实体一并被引入,实体也与偶性一并被引入。他们还从他在《论题篇》中把‘恰恰是存在者’用于属、说‘人恰恰是动物’以代替‘处于动物这个属中’这一事实来确证其说法。但他现在并不是在这一意义上说‘恰恰是存在者’,而是指实体,这从前述各点中表现得很清楚。因为即便有必要反驳这样的假说,他也在他说‘因为如果既有实体又有数量和性质,且无论这些是彼此分离的还是不分离的,存在者都是多数’的地方已经说过了。因为将存在作为属述说的人,设定了所有这些事物都存在。因此,针对这种观点也已经说过了,如果它确实需要某种反驳的话;因为他似乎把它看作显而易见的矛盾言论而予以藐视。因为凡是希望唯有某个单一事物在此意义上作为数目上的一而存在的人,绝不会说这是一个属,这是因为属会立即将种和个体的多数性与自身一并引入。但是有人可能会说,从何处能清楚帕曼尼德斯是作为数目上的一而言说的?但即便从这一点也能清楚,他不是将‘恰恰是存在者’作为属而言说,而是作为实体。因为他从偶性是依基质被述说的这一事实,证明了它不是偶性,从而它自身不是依基质被述说,而是基质,而这正是自身独立持存且存在不需要任何其他事物的实体。而属自身也是依基质被述说者之一;因此,如果他明确将依基质被述说者与它区分开来,‘恰恰是存在者’就不可能是属。此外,稍后他自己将说:‘因为如果不把存在本身理解为某种恰恰是存在者,又有谁能理解它呢?’因此,如果‘存在本身’不属于属而属于实体,‘恰恰是存在者’就将是实体。”但对此可以说,柏拉图是将“本身”用于诸属,然而不是用于后起者,而是用于依单一共同本性通贯一切者。“此外,如果他采取与偶性相对立之物——正如从‘但且设恰恰是存在者不偶属于任何事物’中清楚表明的那样——而与偶性相对立的不是属而是实体,那么这[实体]就将是‘恰恰是存在者’。此外,他从划分中进行反驳,划分为偶性和‘恰恰是存在者’。因为问他们把存在称作什么、是偶性还是属,并不是一个必然的问题;因为在这些之外还有某种事物存在。所以他是划分入实体;因此实体是‘恰恰是存在者’。此外,在划分一有几种述说方式时,他划分了数目上的一。但他并未提及属上的一或种上的一,因为它们显然引入了多数。此外,属具有两个方面,即实体性的方面和共同的方面,而实体仅具有作为实体这单一属性。因此,如果他绝不是针对共同性,而仅仅作为针对实体来反驳,那么‘恰恰是存在者’就不是属而是实体。”

语法注2 条
  1. 1.25ἐπεὶ παρ’ ὅλην τὴν ἐξήγησιν τὸ ὅπερ ὂν ὡς οὐσίαν καὶ αὐτὸς ἐξεδεξάμην ... ἐπιτετμημένως ἐκκείσθω τὰ παρ’ ἐκείνου λεγόμενα

    整个句子的主要动词是第三人称祈使语气动词 ἐκκείσθω,前面是由连词 ἐπεί 引导的从句,包含辛普里丘本人的立场(ἐξεδεξάμην)、阿斯帕修等人的对立解释(λαμβάνουσι)以及亚历山大的反驳(ἀντείρηκεν)。主句要求简要陈列亚历山大的论据,并随即引入引文。

  2. 1.25πρὸς δὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι τὸ ‘αὐτὸ’ κατὰ τῶν γενῶν ὁ Πλάτων φέρει

    这是辛普里丘本人针对前文亚历山大的论点(即 αὐτὸ τὸ ὄν 适用于实体而非属)作出的简短插话,指出柏拉图确实将“本身”(αὐτό)用于至高的属。紧随其后的 ἔτι δὲ εἰ... 则重新恢复了对亚历山大反驳的引述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:131.11-132.21