- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1318.8-1319.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在完成论证后,如何引入古代自然哲学家(恩培多克勒、阿那克萨戈拉、德谟克利特)的学说作为佐证,指出他们都将位移作为其动力因或基本元素的首要乃至唯一运动。
" Ὅτι δὲ ἡ κατὰ τόπον φορὰ πρώτη τῶν κινήσεων ἕως τοῦ ἁπλῶς δὲ κινεῖσθαι οὔ φαμεν." Ἔθος ἐστὶ τῷ Ἀριστοτέλει μετὰ τὰς ἀποδείξεις καὶ τὰς τῶν πρὸ αὐτοῦ μαρτυρίας ὡς συμφωνούσας αὐτοῦ ταῖς ἀποδείξεσι παράγειν, ἵνα διὰ μὲν τῶν ἀποδείξεων διδάσκῃ καὶ ἀναγκάζῃ τοὺς ἐντυγχάνοντας, διὰ δὲ τῆς τῶν ἄλλων μαρτυρίας πειθὼ βεβαιοτέραν ἐμποιῇ τοῖς ἀκούουσιν. οὐδὲ γὰρ ὡς ἀποδείξει χρῆται τῇ τῶν † νεωτέρων μαρτυρίᾳ, ὥσπερ τοῖς νεωτέροις ἔθος ἐστί. τοῦτο οὖν καὶ νῦν ποιεῖ τὸ πρώτην εἶναι τῶν κινήσεων τὴν κατὰ τόπον πιστούμενος καὶ ἐκ τοῦ πάντας τοὺς περὶ τούτων ἀποφηναμένους ἐπὶ τοῦτο ἐνεχθῆναι ὥσπερ ὑπ’ αὐτῆς τῆς φύσεως ὁδηγουμένους, ὡς αὐτὸς ἐν ἄλλοις λέγει. μαρτύριον δὲ τοῦ πρώτην τῶν κινήσεων τὴν κατὰ τόπον φορὰν τίθεσθαι καὶ τοὺς προτέρους φυσιολόγους παράγει τοὺς μνήμην κινήσεως ποιουμένους τὰς ἀρχὰς καὶ αἴτια κινήσεως ἀποδιδόναι τὰ τοιαύτην κίνησιν κινοῦντα.1 διάκρισις γὰρ καὶ σύγκρισις κινήσεις εἰσὶ κατὰ τόπον. ἡ δὲ Φιλία καὶ τὸ Νεῖκος τὰ παρ’ Ἐμπεδοκλεῖ ποιητικὰ αἴτια κατὰ φορὰν κινεῖ, καὶ ἡ μὲν συγκρίνειν, τὸ δὲ διακρίνειν λέγεται τὰ στοιχεῖα. λέγει γὰρ ὁ Ἐμπεδοκλῆς· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει. καὶ πάλιν· οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως. καὶ ὁ νοῦς δὲ παρὰ Ἀναξαγόρᾳ διακοσμῶν καὶ κινῶν ἐξ ἀρχῆς τὰς ὁμοιομερείας διακρίνειν αὐτὰς λέγεται. οὕτω μὲν οἱ ποιητικὸν αἴτιον προϊστάμενοι τῆς γενέσεως τῶν ὄντων. καὶ οἱ ποιητικοῦ δὲ μὴ μνησθέντες αἰτίου, περὶ δὲ κινήσεως λέγοντες, ὡς οἱ περὶ Δημόκριτον διὰ τὸ κενὸν καὶ οὗτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι λέγουσι τὴν φύσιν, τουτέστι τὰ φυσικὰ καὶ πρῶτα καὶ ἄτομα σώματα. ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν καὶ ἔλεγον κατὰ τὴν ἐν αὐτοῖς βαρύτητα κινούμενα ταῦτα διὰ τοῦ κενοῦ εἴκοντος καὶ μὴ ἀντιτυποῦντος κατὰ τόπον κινεῖσθαι· ‘περιπαλαίσεσθαι’ γὰρ ἔλεγον αὐτά. καὶ οὐ μόνον πρώτην, ἀλλὰ καὶ μόνην ταύτην οὗτοι κίνησιν τοῖς στοιχείοις ἀποδιδόασι, τὰς δὲ ἄλλας τοῖς ἐκ τῶν στοιχείων· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι καὶ γίνεσθαι καὶ φθείρεσθαι προσκρινομένων καὶ ἀποκρινομένων τῶν πρώτων σωμάτων φασίν. εἰ οὖν τοῖς πρώτοις τὴν διὰ τοῦ κενοῦ κίνησιν ἀνατιθέασιν, ἡ δὲ διὰ τὸ κενὸν κίνησις φορά ἐστιν ἐν τόπῳ, δῆλον ὅτι πρώτην ταύτην ἡγοῦντο τῶν κινήσεων. ἡ γὰρ τῶν πρώτων πρώτη. Ἰστέον δέ, ὅτι πολλὰ μὲν τῶν βιβλίων οὕτως ἔχει τὴν γραφήν· συγκρινομένων καὶ διακρινομένων τῶν ἀτόμων σωμάτων φασίν. ὁ δὲ Ἀλέξανδρος συγκρινομένων καὶ ἀλλοιουμένων γράφει καὶ ἐξηγεῖται προσφόρως· παρὰ γὰρ τὴν ἀλλοίαν τῶν ἀτόμων θέσιν καὶ τάξιν ἀλλοιοῦσθαι τὰ συγκρίματά φασιν· οὐ γὰρ ὅτι τῶν ἀτόμων ἀλλοιουμένων.2 προεῖπεν γὰρ μὴ ὑπάρχειν ἐκείνοις ἄλλην κίνησιν, εἰ μὴ τὴν κατὰ τόπον.
“位移乃是诸运动中第一的……但我们不说它在单纯意义上运动”至此。 亚里士多德习惯在论证之后,也引入前人的见证作为与他的论证相一致的证据,以便一方面通过论证来教导并迫使读者信服,另一方面通过他人的见证向听者灌输更为坚定的信念。因为他并不像后代人习以为常的那样,将后代人的见证当作论证来使用。因此他现在也这样做,确证位移是诸运动中第一的,这也是由于所有曾就这些问题发表见解的人都被带到了这一点上,正如他在别处所言,仿佛受本性本身的引导一样。作为早期自然哲学家们也将位移置于诸运动之首的证据,他指出那些提及运动的人,都把产生这种运动的东西指定为运动的本原和原因。因为分离与结合就是空间中的运动。而在恩培多克勒那里作为动力因的爱与争,按照位移引起运动,并且据说前者结合元素,后者分离元素。因为恩培多克勒说:“时而一切由爱聚集为一,时而又因争的憎恨而各自离散奔移。”又说:“因为那时它奔跑着恰好如此相遇,但往往以别的方式。”而在阿那克萨戈拉那里,从最初就安排并运动同质分子的心灵,也被说成是分离它们。那些为存在者的生成设立动力因的人便是如此。而那些没有提及动力因、却谈论运动的人,例如德谟克利特派,也说自然——即自然的、第一的且不可分的物体——通过虚空进行空间上的运动。因为他们把这些称作“自然”,并说这些物体凭借其内在的重力运动,通过退让且不抗拒的虚空作空间运动;因为他们说它们“翻滚扭结”。而且他们不仅将这种运动作为第一运动,甚至作为唯一的运动赋予元素,而把其他运动赋予由元素构成的事物;因为他们说,随着第一物体的附加与分离,事物发生增长、缩减、质变、生成与毁灭。因此,如果他们把通过虚空的运动归属于第一之物,而通过虚空的运动就是空间中的位移,显然他们认为这一运动是诸运动中第一的。因为第一之物的运动乃是第一的。应当知晓的是,许多抄本的异文作:“他们说,当不可分的物体结合与分离时”。但亚历山大写作“结合与质变”,并作了恰当的解释:因为他们说复合体是依据原子的不同位置和次序发生质变的,并非因为原子本身发生了质变。因为他此前已说过,除了空间中的运动之外,原子没有任何其他运动。
- 8.99μαρτύριον δὲ τοῦ πρώτην τῶν κινήσεων τὴν κατὰ τόπον φορὰν τίθεσθαι καὶ τοὺς προτέρους φυσιολόγους παράγει τοὺς μνήμην κινήσεως ποιουμένους τὰς ἀρχὰς καὶ αἴτια κινήσεως ἀποδιδόναι τὰ τοιαύτην κίνησιν κινοῦντα.
全句的主要动词是 παράγει,支配一个带不定式句结构:τοὺς μνήμην κινήσεως ποιουμένους 作逻辑主语,ἀποδιδόναι 为不定式动词,τὰ τοιαύτην κίνησιν κινοῦντα 作宾语,τὰς ἀρχὰς καὶ αἴτια κινήσεως 作宾补谓语。开头的 μαρτύριον 用作修饰整个动词动作的同格/状语性宾格(“作为……的证据”),其后接冠词属格不定式短语 τοῦ ... τίθεσθαι 作限制定语。
- 8.99οὐ γὰρ ὅτι τῶν ἀτόμων ἀλλοιουμένων.
在 οὐ γὰρ ὅτι 之后省略了主动词(如 ἔλεγον),紧随其后的属格独立结构 τῶν ἀτόμων ἀλλοιουμένων 表示被否定的原因(“[并不是]因为原子本身发生了质变”)。它与前一句的 παρὰ γὰρ τὴν ἀλλοίαν τῶν ἀτόμων θέσιν... 相对比,明确说明质变发生于复合体而非原子自身。
