- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1316.24-1318.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了圆周运动作为运动的尺度与作为第一者之间的相互蕴涵关系,并指出了文本异文;随后从中心与圆周的关系解释了为何唯独圆周运动能够是一致的,并对比了直线运动的不一致性以及自然运动加速的原因。
" Συμβαίνει δὲ ἀντιστρόφως1 ἕως τοῦ καὶ διότι πρώτη, μέτρον ἐστὶ τῶν ἄλλων." Καὶ διὰ τοῦ μέτρον εἶναι τὴν κυκλοφορίαν τῶν ἄλλων κινήσεων δείκνυσιν, ὅτι πρώτη ἐστὶ καὶ ὅτι μὲν μέτρον, δῆλον μὲν καὶ ἐκ τῆς ἐναργείας· ἡμέρα γὰρ καὶ νὺξ τῆς κυκλοφορίας χρόνος, καὶ τούτῳ καὶ τοῖς τούτου μέρεσι τὰς κινήσεις πάσας μετροῦμεν, καὶ δέδεικταί τε ἐν τῷ τετάρτῳ τῆσδε τῆς πραγματείας, ὅτι μέτρον τῶν ἄλλων κινήσεών ἐστιν ἡ κυκλοφορία, ὅτε περὶ τοῦ χρόνου τὸν λόγον ἐποιεῖτο. ὅτι δὲ τὸ μέτρον πρῶτον τῶν μετρουμένων, δῆλον, εἴπερ πᾶν τὸ μετρούμενον ὑπὸ τοῦ ἁπλουστάτου τῶν ἐν τῷ αὐτῷ εἴδει μετρεῖται, τὸ πλειόνων πηχῶν ὑπὸ πήχεος, τὸ πλειόνων ποδῶν ὑπὸ ποδὸς καὶ τὸ δακτύλων ὑπὸ δακτύλου καὶ ὁ ἀριθμὸς ὑπὸ μονάδος· τὸ δὲ ἁπλούστερον τοῦ συνθετωτέρου πρῶτον. ἐπέστησεν δὲ καλῶς, ὅτι οὐ μόνον ἐκ τοῦ μέτρον εἶναι δείκνυται τὸ πρώτην εἶναι, ἀλλὰ καὶ ἐκ τοῦ πρώτην εἶναι τὴν κυκλοφορίαν, ὅπερ διὰ πολλῶν ἀποδέδεικται, τὸ μέτρον αὐτὴν εἶναι συνάγεται. τὸ γὰρ πρῶτον ἁπλούστατον, τὸ δὲ ἁπλούστατον μέτρον ἐν τοῖς μετρητοῖς. ἀντακολουθεῖ γὰρ ἀλλήλοις τό τε πρῶτον καὶ τὸ μέτρον, ὅπερ αὐτὸς ἀντιστρόφως συμβαίνειν εἶπεν. ὁ δὲ Ἀλέξανδρος τὴν γραφὴν εὑρὼν οὕτως ἔχουσαν καὶ γὰρ ὅτι μέτρον τῶν κινήσεων ἡ φορά, πρώτην ἀναγκαῖον αὐτὴν εἶναι, “τὴν φοράν, φησίν, ἀντὶ τῆς κυκλοφορίας εἶπεν τῷ τοῦ κοινοῦ ὀνόματι χρησάμενος ἐπ’ αὐτῆς, ἐγὼ μέντοι ἔν τισιν ἀντιγράφοις ἀντὶ τοῦ ἡ φορὰ ἡ περιφορὰ γεγραμμένον ηὗρον.”
“而且反过来也同样成立……并且由于它是第一的,它是其他运动的尺度。” 他也通过圆周运动是其他运动的尺度这一事实来表明它是第一的。它是尺度这一点,从明白可见的事实也是清楚的;因为白昼与黑夜乃是圆周运动的时间,我们用这个时间以及它的各部分来度量一切运动;并且在本著作的第四卷中,当他论述时间时,也已经表明圆周运动是其他运动的尺度。而尺度在被度量之物中居于第一,这是清楚的,如果说每一个被度量之物都是由同一物种中最简单的东西来度量的——几肘之物由一肘度量,几步之物由一步度量,几指之物由一指度量,而数由单位度量;更简单的东西则先于更复合的东西。他又恰当地指出,不仅由于作为尺度而表明圆周运动是第一的,而且由圆周运动是第一的——这已通过许多论证得到证明——也推论出它是尺度。因为第一者乃是最简单的,而最简单者在可度量之物中就是尺度。因为第一者与尺度乃是相互伴随的,这正是他自己所说的“反过来也同样成立”。然而亚历山大发现了这样一条异文:“因为既然位移是诸运动的尺度,它就必然是第一的”,于是说:“他用‘位移’代替‘圆周运动’,对其使用了通名;不过在某些抄本中,我发现写的是‘旋转运动’而非‘位移’。”
" Ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται εἶναι τὴν κύκλῳ ἕως τοῦ ἀλλ’ ἐκτός." Τὸ αἴτιον τῇ κυκλοφορίᾳ τῆς συνεχοῦς τε καὶ ἐν ταὐτῷ κινήσεως, ὅπερ ἦν τὸ τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ εἶναι ἐν τῷ κύκλῳ, ἀλλ’ ἐκτὸς αὐτοῦ, τοῦτο καὶ τοῦ μόνην αὐτὴν ὁμαλῆ δύνασθαι κίνησιν κινεῖσθαι αἴτιον εἶναί φησι. καὶ τοῦτο δὲ αὐτὴν τελειοτέραν καὶ πρώτην τῇ φύσει δείκνυσι· τὸ γὰρ ὁμαλὲς τελειότερον καὶ πρῶτον τοῦ ἀνωμαλοῦς. πάλιν δὲ κατὰ τὴν πρὸς τὸ ἐπ’ εὐθείας παράθεσιν καὶ τὴν ἐκείνου ἀνωμαλίαν τὸ τῆς κυκλοφορίας ὁμαλὲς συλλογίζεται. τὰ μὲν γὰρ ἐπ’ εὐθείας καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν κινούμενα ἀνωμαλῶς ἀπὸ τῆς ἀρχῆς πρὸς τὸ τέλος φέρεται. τὰ μὲν γὰρ παρὰ φύσιν καὶ βίᾳ κινούμενα τὰ μὲν ῥιπτούμενα θᾶττον μὲν πρὸς τῇ ἀρχῇ κινεῖται, βραδύτερον δὲ ἀφιστάμενα ἐκλυομένης τότε τῆς τοῦ ῥίψαντος δυνάμεως· τὰ δὲ ἑλκόμενα βραδύτερον μὲν ἐν ἀρχῇ, θᾶττον δὲ τῷ ἕλκοντι πλησιάσαντα. τὰ δὲ κατὰ φύσιν κινούμενα θᾶττον κινεῖσθαι, ὅταν ἤδη πλησιάζῃ τοῖς οἰκείοις τόποις, πεπίστευται. πάντα γάρ, φησί, τὰ κατὰ φύσιν κινούμενα. ὅσῳπερ ἂν ἀφίστηται τοῦ ἠρεμοῦντος,2 τουτέστι τοῦ ἐν ᾧ ἠρέμει παρὰ φύσιν δηλονότι πρὸ τοῦ τὴν κατὰ φύσιν ταύτην κινηθῆναι κίνησιν, θᾶττον φέρεται. ἡ γὰρ βῶλος μετὰ τὴν ἄνω ἠρεμίαν παρὰ φύσιν οὖσαν ἐπὶ τὸ κάτω κατὰ φύσιν κινουμένη θᾶττον φέρεται πρὸς τῷ κάτω καὶ τὸ πῦρ πρὸς τῷ ἄνω, τοῦτο δὲ διὰ τὸ ἀπ’ ἀρχῆς ἀλλοτρίας πρὸς τὸ τέλος οἰκεῖον ἐπείγεσθαι. μόνη δὲ ἡ κύκλῳ τῷ ἀεὶ ἴσον ἀφεστάναι τῆς ἀρχῆς καὶ τοῦ πέρατος, ὅπερ ἐστὶ τὸ κέντρον, ὁμαλῶς ἀεὶ κινεῖται οὔτε ἀπ’ αὐτοῦ οὔτε πρὸς αὐτὸ κινουμένη, ἀλλὰ περὶ αὐτό· οὐ γὰρ ἐν τῷ κύκλῳ ἡ ἀρχὴ καὶ τὸ τέλος, ἵνα ἀπ’ αὐτοῦ καὶ ἐπ’ αὐτὸ φέρηται, ἀλλ’ ἐκτὸς ἤτοι ἐντός.3 διὸ περὶ αὐτὸ ἴσον ἀπέχον ἀεὶ ὁμοίως κινεῖται. τὸ δὲ κατὰ φύσιν κινούμενον πλησίον τοῦ οἰκείου τόπου γενόμενον θᾶττον φέρεται ἢ ὡς πρὸς συγγενές, ἢ ὅτι ἔλαττον τῷ πλησιάζοντι τὸ ἐμποδίζον καὶ διαιρούμενον, τὸ δὲ ἔλαττον εὐδιαιρετώτερον, ἢ ὅτι ὁμοιότερον αὐτῷ τὸ τοῦ οἰκείου πλησίον καὶ οὐχ ὁμοίως ἐναντίον, ὥσπερ τὸ ὅθεν ἤρχετο τῆς κινήσεως, ἢ ὅτι ἄρχεται μὲν τῆς ἐπὶ τὸ οἰκεῖον κινήσεως ἄρτι μεταβεβληκὸς ἀπὸ τοῦ ἐναντίου, καὶ μήπω τελέως τῶν ἐκείνου ποιοτήτων ἀπηλλαγμένον, ἐξ ὧν εἰς ταύτας μετέβαλλε, προϊὸν δὲ εἰλικρινέστερον γίνεται. εἰ οὖν διὰ τὴν εἰς τοῦτο ὃ γέγονε μεταβολὴν τήνδε κινεῖται τὴν κίνησιν, ὅταν τελέως καὶ εἰλικρινῶς εἰς αὐτὸ μεταβάλῃ, θᾶττον αὐτὴν κινηθήσεται· τότε γὰρ καὶ τὴν ῥοπήν, καθ’ ἣν κινεῖται, τελειοτέραν ἔχει.
“此外,圆周运动也可能是一致的……而是在外。” 赋予圆周运动以连续且在同一处所中运动的原因——即起点与终点不在圆周上,而是在其外——他说这也正是唯有它能够作一致运动的原因。而这也表明它更为完全且在本性上居于第一;因为一致之物比不一致之物更为完全且在先。他又根据与直线运动的对照及其不一致性,推论出圆周运动的一致性。因为沿直线运动的事物,无论是顺应本性的还是违背本性的,从起点到终点都是不一致地运行的。因为违背本性且受强力运动的事物中,被抛掷的事物在起点附近运动得更快,但随着远去,由于抛掷者的力量在那时逐渐衰竭而运动得更慢;而被牵引的事物在起点处较慢,但接近牵引者时则更快。而顺应本性运动的事物,人们相信当它们已经接近其固有处所时运动得更快。因为他说,顺应本性运动的一切事物,越是离开那静止之物——即显然在进行这一顺应本性的运动之前在其中违背本性而静止之物——运行得就越快。因为土块在上方违背本性地静止之后,当顺应本性向下运动时,越靠近下方运行得越快,而火则是越靠近上方越快;这是由于它们从异己的起点急奔向固有的终点。但唯独圆周运动,由于始终距起点与界限(即中心)等距离,既非离开它运动也非朝向它运动,而是围绕着它运动,因而始终一致地运动;因为起点和终点并不在圆周上,以致它从其出发或朝向其运行,而是在外,亦即在内。因此,围绕着它始终等距,它便同样地运动。顺应本性运动的事物在到达固有处所附近时运行得更快,或者是因为趋向于同类,或者是因为对于接近者而言阻碍并被穿透的事物更少,而更少的事物更容易被穿透;或者是因为固有处所的附近与它更为相似,并不像它开始运动之处那样同样具有相反性;或者是因为当它开始朝向固有处所运动时,刚从相反者转变过来,尚未完全摆脱它从中转变为这些〔特质〕的那〔相反者〕的特质,但随着前行它变得更为纯粹。因此,如果它是由于向其所成之物的转变而进行这种运动,那么当它完全且纯粹地转变为它时,它就会更快地进行这种运动;因为那时它赖以运动的倾向性也更为完全。
- 8.97ἀντιστρόφως
副词 ἀντιστρόφως 意为“相互地、可逆地(convertibly)”,在此指“作为尺度”与“居于第一”二者在逻辑上相互蕴涵。下文的 ἀντακολουθεῖ γὰρ ἀλλήλοις τό τε πρῶτον καὶ τὸ μέτρον 清楚地阐明了这一含义。
- 8.98πάντα γάρ, φησί, τὰ κατὰ φύσιν κινούμενα. ὅσῳπερ ἂν ἀφίστηται τοῦ ἠρεμοῦντος
底本在 πάντα... τὰ κατὰ φύσιν κινούμενα 后使用了句号,但从句法上看,该短语跨越了 ὅσῳπερ 引导的从句,作为主动词 θᾶττον φέρεται 的主语(前置主语或破格句结构),整段文字构成一个完整的逻辑语句。
- 8.98ἀλλ’ ἐκτὸς ἤτοι ἐντός
小词 ἤτοι 在此起说明或校正作用,意为“即、亦即”。它解释了作为起点和终点的中心为何一方面在不属于圆周本身的意义上被称为“外”(ἐκτός),另一方面在空间几何上实际上是在“内”(ἐντός)。
