- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1312.28-1313.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏了亚里士多德在《物理学》卷八第九章(265a2)中对主张一切可感物都在持续运动的自然哲学家(如赫拉克利特派)的反驳,阐明除圆周运动外其他变化皆不可能连续,在对立运动之间必然插有哪怕难以察觉的静止。
" Δῆλον οὖν ἐκ τούτων ὅτι οὐδὲ οἱ φυσιολόγοι ἕως τοῦ ἔστω τοσαῦτα ἡμῖν εἰρημένα." Δείξας, ὅτι οὐδεμίαν τῶν ἄλλων κινήσεων καὶ μεταβολῶν συνεχῆ δυνατὸν εἶναι πλὴν τῆς κυκλοφορίας τοῖς οὐρανίοις μόνοις ὑπάρχουσαν σώμασιν, αἰτιᾶται τῶν φυσιολόγων τοὺς πάντα τὰ αἰσθητὰ σώματα κινεῖσθαι λέγοντας ἀεί. καὶ γὰρ εἰ μὲν τὴν κύκλῳ κίνησιν ἐκινεῖτο πάντα, ὥσπερ τὰ οὐράνια, δυνατὸν ἦν ἀεὶ πάντα κινεῖσθαι· ἐπειδὴ δὲ καὶ ἐκ τῆς ἐναργείας δῆλον, ὅτι τὰ ὑπὸ σελήνην τὰς ἄλλας κινεῖται κινήσεις ἀλλοιούμενα καὶ αὐξόμενα καὶ μειούμενα καὶ κατὰ τόπον ἐπ’ εὐθείας κινούμενα, καὶ γινόμενα καὶ φθειρόμενα (αὗται γὰρ τῶν ὑπὸ σελήνην αἱ μεταβολαί), καὶ μέντοι καὶ κατ’ ἐκείνους αὗται ἐν τοῖς αἰσθητοῖς εἰσιν αἱ κινήσεις (καὶ γὰρ γένεσιν καὶ φθορὰν λέγουσιν) ῥεῖν ἀεὶ καὶ φθίνειν τὰ αἰσθητὰ λέγοντες, καὶ δῆλον ὅτι καὶ ἀλλοίωσιν ἐροῦσι καὶ ὅτι τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσι, διότι τὸ γίνεσθαι καὶ φθίνειν ἀλλοιουμένων τῶν σωμάτων ἐπιτελεῖται. εἰ οὖν ἐδείχθη ἀδύνατον ὂν τὸ κατά τινα τούτων τῶν κινήσεων συνεχῶς κινεῖσθαι, καὶ καθόλου δέδεικται, ὅτι οὐδεμίαν κίνησιν ἐνδέχεται συνεχῆ εἶναι πλὴν τῆς κύκλῳ, δῆλον ὅτι οὐδὲ ἀλλοίωσις οὐδὲ αὔξησις καὶ μείωσις, ἃς ἑώρων καὶ ἐκεῖνοι ἐν τοῖς αἰσθητοῖς, συνεχεῖς εἶναι δύνανται. τοὺς δὲ περὶ Ἡράκλειτον φυσιολόγους εἰς τὴν ἐνδελεχῆ τῆς γενέσεως ῥοὴν ἀφορῶντας, καὶ ὅτι γινόμενα καὶ ἀπογινόμενα πάντα ἐστὶ τὰ σωματικά, ὄντως δὲ οὐδέποτε ὄντα, ὡς καὶ ὁ Τίμαιος εἶπεν, εἰκός ἐστι λέγειν,1 ὅτι ἀεὶ πάντα ῥεῖ καὶ ὅτι εἰς τὸν αὐτὸν ποταμὸν δὶς οὐκ ἂν ἐμβαίης. τὴν γὰρ μεταξὺ ταύτην τῶν ἀντικειμένων κινήσεων ἠρεμίαν, ἣν ὁ Ἀριστοτέλης ἐξέφηνε, κἂν ἐθεάσαντο, ὡς ἀνεπαίσθητον οὖσαν ἐν οὐδενὶ λόγῳ πρὸς τὴν ὅλην ῥοὴν ἐλογίσαντο.2 μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ, ὡς αὐτὸς ὁ Ἀριστοτέλης καλῶς ἐν τοῖς Ἠθικοῖς ἀπεφθέγξατο. ἐπὶ δὴ τούτοις συμπεραίνεται τὰ εἰρημένα καὶ ὑπομιμνῄσκει, ὅτι ἄπειρος μὲν οὐδεμία ἐστὶ μεταβολή· καὶ γὰρ ἡ συνεχὴς οὐκ ἄπειρος, ἀλλ’ ἐπ’ ἄπειρον·3 ἀνέκλειπτος γὰρ τῷ πάλιν καὶ πάλιν· οὐδὲ συνεχὴς δὲ ἄλλη πλὴν τῆς κυκλοφορίας οὕτως ὡς ἀΐδιος.
“由此可见,自然哲学家们也不是……”直至“我们就说这么多吧。” 在表明除了仅属于天体的圆周位移之外,其余运动和变化都不可能连续之后,[亚里士多德]谴责了自然哲学家中那些主张一切可感物体始终在运动的人。因为,如果一切事物确实都像天体那样作圆周运动,那么一切事物始终运动原是可能的;但由于从明显的事实来看也很清楚,月下事物作着其余的运动——发生性质变化、增减、沿直线作空间运动,以及生成和毁灭(因为这些就是月下事物的变化),况且在那些人看来,这也正是存在于可感事物中的运动(因为他们也说生成与毁灭,说可感事物始终在流变与衰减,而且显然他们也会说性质变化,并把生成与毁灭称为性质变化,因为生成与衰减是在物体发生性质变化时完成的),因此,如果已经表明按照这些运动中的任何一种连续运动都是不可能的,并且普遍地已经证明,除了圆周运动之外没有任何运动可能是连续的,那么显而易见,连他们自己在可感事物中所见到的性质变化以及增减,也都不可能是连续的。另一方面,赫拉克利特一派的自然哲学家们注目于生成的不断流动,注目于一切有形体的事物都处于生成与消逝之中而绝非真正存在(正如蒂迈欧所言),他们说一切事物始终在流变,人不可能两次踏入同一条河流,也是合情合理的。因为在对立运动之间的这一静止(亚里士多德所揭示的),即使他们曾经目睹,也会由于它是不可察觉的,而在整个流动面前将其视为无足轻重;因为正如亚里士多德自己在《伦理学》中所精辟指出的那样,“独燕不成春”。因此,在这些论述的基础上,〔亚里士多德〕总结了前述内容,并提醒我们:没有任何变化是无限的;因为即便是连续的变化也不是无限的,而是延展至无限(因为它因一次又一次重复而无穷尽);除圆周位移之外,也没有其他运动是连续的,以至于能够是永恒的。
- 8.94τοὺς δὲ περὶ Ἡράκλειτον φυσιολόγους ... εἰκός ἐστι λέγειν
非人称结构 εἰκός ἐστι(……是合情合理的)支配不定式 λέγειν,宾格短语 τοὺς δὲ περὶ Ἡράκλειτον φυσιολόγους 作该不定式的逻辑主语。在主语和动词之间插入了分词短语 εἰς τὴν ἐνδελεχῆ ... ἀφορῶντας 及其所带的 ὅτι 从句。
- 8.94κἂν ἐθεάσαντο ... ἐλογίσαντο
连词 κἄν(καὶ ἄν)与不定过去时直陈式 ἐθεάσαντο 连用,构成让步条件从句,其与事实相反的虚拟语气意味延伸至主句动词 ἐλογίσαντο,意为“即使他们曾看见过,也会将其视若无物”。
- 8.94οὐκ ἄπειρος, ἀλλ’ ἐπ’ ἄπειρον
表语形容词 ἄπειρος(现实的无限)与介词短语 ἐπ’ ἄπειρον(延展至无限/潜在的无休止)形成对比。这在构词与句法上体现了亚里士多德哲学中现实无限与过程性无限的区别。
