- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1311.13-1312.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》264b28,阐述了不仅直线位移运动,而且质变、增长、减小、生成与毁灭等所有其他种类的变化,因其都是在其间发生静止并折返的有限变化,故而都不可能是连续的。
" Φανερὸν δὲ ἐκ ταύτης τῆς διαιρέσεως ἕως τοῦ ἀμφοτέρως γὰρ συμβαίνει ταὐτὰ κινεῖσθαι πολλάκις." Δείξας, ὅτι τὴν μὲν ἐπ’ εὐθείας κίνησιν οὐχ οἷόν τε συνεχῆ εἶναι, τὴν δὲ κύκλῳ δυνατόν, καὶ χρησάμενος πρὸς τοῦτο τῷ τὴν μὲν ἐπ’ εὐθείας πολλάκις ἐν τοῖς αὐτοῖς γίνεσθαι, τὴν δὲ κύκλῳ μηδέποτε ἐν τοῖς αὐτοῖς κατ’ ἐνέργειαν, λέγει ὅτι ἐκ ταύτης τῆς διαιρέσεως τῆς δεικνύσης τὸ μὲν ἀνακάμπτον πολλάκις ἐν τοῖς αὐτοῖς γινόμενον καὶ ἀρχὴν καὶ πέρας τὸ αὐτὸ ποιούμενον κατ’ ἐνέργειαν καὶ διὰ τοῦτο μεταξύ τε ἠρεμοῦν καὶ πλείονας καὶ ἀντικειμένας κινήσεις κινούμενον μὴ δύνασθαι συνεχῶς κινεῖσθαι, τὸ δὲ μὴ ἀνακάμπτον δύνασθαι, διὰ ταύτης οὖν φησι τῆς διακρίσεως δείκνυσθαι1 μὴ μόνας τὰς ἐπὶ τῆς εὐθείας καὶ τὰς ἐπὶ τοῦ ἡμικυκλίου καὶ ὅλως τὰς κατὰ γραμμὴν πεπερασμένην κινήσεις ἀνακαμπτόντων γίνεσθαι τῶν ἐπ’ αὐτῶν κινουμένων καὶ διὰ τοῦτο μὴ δύνασθαι συνεχῶς κινεῖσθαι, ἀλλὰ μηδὲ τῶν ἄλλων τινὰ τῶν κατὰ τὰ ἄλλα τῆς κινήσεως ἤτοι τῆς μεταβολῆς εἴδη γινομένων (ἔστι δὲ ταῦτα αὔξησις, μείωσις, ἀλλοίωσις, γένεσις, φθορά) δυνατὸν συνεχῶς κινεῖσθαι. καὶ γὰρ ἐν πάσαις ταύταις, φησί, τὰ αὐτὰ συμβαίνει κινεῖσθαι πολλάκις καὶ τοσαυτάκις, ὁσάκις ὑπὸ ἠρεμίας ὁρίζονται. καὶ γὰρ ἐν τῇ ἀλλοιώσει, ὅταν ἐκ μέλανος εἰς λευκὸν μεταβάλλῃ καὶ πάλιν ἐκ λευκοῦ εἰς μέλαν καὶ τοῦτο πολλάκις, τὰ μεταξὺ τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι πλείονα ὄντα ἠρεμίσματα καὶ ὁρίζοντα τὰς κινήσεις πλείονας καὶ ἐκείνας ποιεῖ· ἄλλη γὰρ κίνησις ἡ ἀπὸ τῆς ἀρχῆς τοῦ λευκαίνεσθαι ἕως τοῦ πέρατος καὶ ἄλλη ἡ ἀπὸ τῆς ἀρχῆς τοῦ μελαίνεσθαι ἕως τοῦ πέρατος, διότι καὶ ἠρεμία ἄλλη μὲν ἡ ἐν τῷ λελευκάνθαι, ἄλλη δὲ ἡ ἐν τῷ μεμελάνθαι. ταῦτα οὖν λέγει τὰ μεταξὺ ἔν τε ἀλλοιώσει καὶ ἐν τῇ κατὰ ποσὸν κινήσει, τὰ ἀνὰ μέσον τῶν κινήσεων τῆς τε κατὰ αὔξησιν καὶ μείωσιν μεγέθη, ἐν οἷς ἠρεμεῖν ἀνάγκη· ταῦτα γὰρ πλείονα ὄντα πολλὰς ποιεῖ τὰς κινήσεις. καὶ ἐν γενέσει δὲ καὶ φθορᾷ ὡσαύτως· πεπερασμένων γὰρ οὐσῶν πασῶν τούτων τῶν κινήσεων ἀνακάμπτειν ἀνάγκη τὰ κινούμενα καὶ τὰς ἐναντίας ἢ τὰς ἀντικειμένας κινεῖσθαι. καὶ διὰ τοῦτο μὴ μίαν, ἀλλὰ πολλὰς κινεῖσθαι κινήσεις ἐναντίας ἢ ἀντικειμένας, ὧν δεῖ τὸ πλῆθος ἀπολογίζεσθαι. κἂν γὰρ διὰ πλειόνων τῶν μεταξὺ ἡ μεταβολὴ γίνηται, κἂν δι’ ἐλαττόνων, οὐδὲν διαφέρει· οἷον εἰ ἡ μὲν λεύκανσις διὰ πλειόνων γίνεται μεταβολῶν, ἡ δὲ μέλανσις δι’ ἐλαττόνων, οὐδὲν διαφέρει· δύο γὰρ αἱ κινήσεις καὶ δύο αἱ ὁρίζουσαι αὐτὰς ἠρεμίαι. τὰ δὲ μεταξὺ οἶμαι οὕτω χρὴ ὁρᾶν ὡς μὴ εἰς εἶδος τέλειον καταντῶντα, ὥστε καὶ στάσει διαλαμβάνεσθαι, οἷον εἰ ἀπὸ λευκοῦ πυρρὸν καὶ ἀπὸ πυρροῦ φαιὸν καὶ ἀπὸ φαιοῦ μέλαν γίνοιτο (ταῦτα γὰρ εἴδη, καὶ στάσιν ἔχει ἐν αὐτοῖς τὸ κινηθέν), ἀλλὰ διὰ τῶν ἀτελῶν ἡ κίνησις προϊοι.2 τότε γὰρ μία καὶ συνεχὴς ἄχρι τοῦ μέλανος, ὡς ἐπ’ ἐκεῖνο τῆς ὁρμῆς οὔσης καὶ ἐκεῖθεν γινομένης τῆς ἀνακάμψεως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεταβολῶν· ἡ γὰρ ἀνάκαμψις ἐναργῶς δείκνυσι τὴν τῆς συνεχείας διακοπήν. καὶ εἰ μὲν ἄπειρα ἦν τὰ μεταξύ, δυνατὸν ἦν λέγειν, ὅτι οὐδὲ ἀνακάμπτει τῷ μηδὲ γίνεσθαι ἐπὶ τῷ πέρατι. ἐπειδὴ δὲ πεπερασμένα ἐστὶν ἔν τε τῷ ποιῷ τὰ μεταξὺ 〈εἴδη καὶ ἐν τῷ ποσῷ τὰ μεταξὺ〉 τῶν ὡρισμένων ἐφ’ ἑκάτερα μεγεθῶν κατὰ τὴν οἰκείαν ἑκάστου φύσιν, καὶ τῆς γενέσεως καὶ φθορᾶς ὥρισται τὰ καθ’ ἃ ἡ μεταβολὴ ἢ τῇ ἀντιφάσει ἢ ταῖς στερήσεσιν, οὐδὲν τὸ διὰ πλειόνων ἢ δι’ ἐλαττόνων ἀνακάμπτειν τὰ κινούμενα ἐπὶ τὰ ἐναντία ἢ τὰ ἀντικείμενα τὸν εἰρημένον λόγον παραλυπεῖ.3 τὰ δὲ ἀνακάμπτοντα πολλάκις ἐν τοῖς αὐτοῖς γίνεται ὡς ἐν πέρατι καὶ ὡς ἐν ἀρχῇ κατὰ τὸν εἰρημένον τρόπον διὰ τὸ πολλὰς τὰς κινήσεις γίνεσθαι· διὸ οὐδὲ μία καὶ συνεχὴς ἡ τοιαύτη.
“从这一区分显而易见”直至“因为在两种情形下都会发生多次作同样的运动”。 在指明了直线上的运动不能是连续的,而圆周运动是可能的,并且为此利用了直线上的[运动]多次在相同事物中发生,而圆周运动在现实中绝不在相同事物中发生之后,[亚里士多德]说,从这一区分——即指明了折返之物多次在相同事物中发生,并在现实中将同一事物既作为起点又作为极限,且因此在其间静止并作更多且对立的运动,因而不能连续地运动,而未折返之物则能够[连续运动]——,因此他说,通过这一区分便指明了,不仅直线上的运动、半圆上的运动以及总括而言沿着有限线条的运动,是由于在其上运动之物折返而发生,并因此不能连续地运动,而且按照运动即变化的其余诸种所发生的其他运动(这些是增长、减小、质变、生成与毁灭),任何一种都不可能连续地运动。因为他说,在所有这些之中,都会发生多次作同样的运动,且被静止限定多少次,就作多少次运动。因为在质变中,当某物从黑变为白,又从白变为黑,并且多次如此时,变白与变黑之间的中间静止状态由于数量较多并限定着运动,也就使得那些运动成为多数;因为从变白的起点直至极限的运动是一回事,而从变黑的起点直至极限的运动则是另一回事,因为在变白完成状态下的静止是一回事,而在变黑完成状态下的静止则是另一回事。因此,他把这些称为质变中的中间事物,以及量上的运动中在按照增长和减小的运动之间的诸大小,在其中必然要发生静止;因为这些[中间事物]由于数量较多,便使得运动成为多数。在生成与毁灭中亦是如此;因为所有这些运动既然都是有限的,运动之物就必然要折返并作相反或对立的运动。并且因此,它们所作的不是单一的运动,而是许多相反或对立的运动,必须清算它们的数量。因为无论变化是经过较多的中间事物发生,还是经过较少的[中间事物]发生,都没有分别;例如,如果变白经过较多的变化发生,而变黑经过较少的[变化]发生,并没有分别;因为运动是两次,限定它们的静止也是两次。但我认为,应当这样看待中间事物,即它们并不到达完全的种以至于被停顿所间隔——例如若从白生成黄褐色,从黄褐色生成灰色,从灰色生成黑色(因为这些是种,运动之物在其中具有停顿)——,而是运动通过不完全的事物前进。因为在那时,运动直到黑色都是单一且连续的,因为冲力是朝向那里的,并且折返也是从那里发生的。在其他变化中同样如此;因为折返明白地表明了连续性的中断。而且,若中间事物是无限的,原本可以说由于根本无法到达极限而甚至不会折返。但由于性质中的中间〈种,以及数量中〉按照各自身固有的本性在两端被限定的大小之间的中间[大小]是有限的,并且在生成与毁灭中,变化所依据的端点或是通过矛盾或是通过缺乏而被限定的,因而运动之物通过较多或较少的[中间事物]折返向相反者或对立者,绝不会动摇前述的论证。而折返之物以前述的方式多次在相同事物中发生,既作为在极限中又作为在起点中,这是由于运动成为多次;因此这种运动既非单一的,亦非连续的。
- 8.93διὰ ταύτης οὖν φησι τῆς διακρίσεως δείκνυσθαι
在开头的 λέγει ὅτι ἐκ ταύτης τῆς διαιρέσεως τῆς δεικνύσης ... 之后插入了冗长的限定修饰成分,随后借助复指小词 οὖν 重新引出主干结构,句法由 ὅτι 引导的从句转为带不定式的宾格结构(φησι ... δείκνυσθαι)。其主语为后续的整个不定式从句体系(μὴ μόνας τὰς ἐπὶ τῆς εὐθείας ... ἀλλὰ μηδὲ τῶν ἄλλων τινὰ ... δυνατὸν [εἶναι] συνεχῶς κινεῖσθαι)。
- 8.93τὰ δὲ μεταξὺ οἶμαι οὕτω χρὴ ὁρᾶν ὡς μὴ εἰς εἶδος τέλειον καταντῶντα, ὥστε καὶ στάσει διαλαμβάνεσθαι ... ἀλλὰ διὰ τῶν ἀτελῶν ἡ κίνησις προϊοι
此处出现句法断联(破格现象)。前半部分由 ὡς 引出中性复数宾格分词短语(μὴ ... καταντῶντα),但在对比性的 ἀλλὰ 之后,句式陡然转换为带有祈愿语气动词的独立分句(ἡ κίνησις προϊοι)。在逻辑上,它构成对照:应当把中间事物理解为不是到达完全的种并因而被停顿阻断,而是运动通过不完全的诸状态继续前进。
- 8.93οὐδὲν τὸ διὰ πλειόνων ἢ δι’ ἐλαττόνων ἀνακάμπτειν τὰ κινούμενα ἐπὶ τὰ ἐναντία ἢ τὰ ἀντικείμενα τὸν εἰρημένον λόγον παραλυπεῖ
包含倒装语序的句子。其句法骨架为:带冠词的不定式短语 τὸ ... ἀνακάμπτειν τὰ κινούμενα(“运动之物折返这一事实”)作主语,谓语动词为 παραλυπεῖ(“损害/妨碍”),直接宾语为 τὸν εἰρημένον λόγον(“前述论证”)。句首的 οὐδὲν 是副词性宾格,意为“绝不/丝毫不”,修饰整个谓语动词。
