- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1313.20-1315.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于位移的分类(圆周运动、直线运动及复合运动),并阐释了从完全性、单纯性与永恒性等维度证明圆周位移先于直线位移及一切其他运动的论证。
" Ὅτι δὲ τῶν φορῶν ἡ κυκλοφορία πρώτη ἕως τοῦ τῶν δὲ ἄλλων οὔτε φορὰν οὔτε ἄλλην οὐδεμίαν." Δείξας, ὅτι μόνην τῶν κινήσεων ἐνδέχεται τὴν κύκλῳ συνεχῆ καὶ ἀΐδιον εἶναι (τῶν γὰρ ἄλλων οὐδεμία συνεχής γε πᾶσα δέδεικται κίνησις), ἐφεξῆς δείκνυσιν, ὅτι καὶ πρώτη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ μὲν οὖν τὴν φορὰν πρώτην εἶναι τῶν ἄλλων κινήσεων δεδειγμένον ἔχει, κεῖται δὲ αὐτῷ καὶ ὅτι τῆς φορᾶς ἡ μὲν ἐπ’ εὐθείας ἐστίν, ἡ δὲ κύκλῳ, ἡ δὲ ἐκ τούτων μικτή. τούτῳ δὲ ὡς ἐναργὲς προσλαβὼν τὸ τὴν μικτὴν ἔκ τινων ὑστέραν εἶναι τῶν ἁπλῶν, ἐξ ὧν μέμικται, δείκνυσι νῦν ὅτι τῆς ἐπ’ εὐθείας ἡ κυκλοφορία πρώτη. τούτου δὲ δειχθέντος δεδειγμένον ἔσται, ὅτι καὶ πασῶν ἐστι πρώτη τῶν κινήσεων ἡ κυκλοφορία. εἰς δὲ τὴν τούτου δεῖξιν προλαμβάνει ὡς ὁμολογούμενα ἓν μέν, ὅτι τὸ τέλειον πρῶτόν ἐστι τοῦ ἀτελοῦς, ἕτερον δέ, ὅτι τὸ ἁπλοῦν τοῦ οὐχ ἁπλοῦ πρῶτον, καὶ δείξας τελείαν μὲν καὶ ἁπλῆν τὴν κύκλῳ, μηδέτερον δὲ τούτων ἔχουσαν τὴν ἐπ’ εὐθείας, συνάγει ὅτι πρώτη ἡ κύκλῳ τῆς ἐπ’ εὐθείας ἐστὶ καὶ πρῶτον ὅτι μὴ ἔστιν ἡ ἐπ’ εὐθείας τέλειος δείκνυσιν ἐκ διαιρέσεως. ἢ γὰρ ἄπειρον ἀνάγκη τὴν εὐθεῖαν εἶναι ἢ πεπερασμένην, ἀλλὰ τὴν ἄπειρον εὐθεῖαν πρῶτον μὲν ἀδύνατον εἶναι. τὸ γὰρ οὕτως ἄπειρον μέγεθος, ὡς ἐνεργείᾳ καὶ ἀδιεξίτητον, ὅτι μὴ ἔστι, δέδεικται ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας. ἔπειτα εἰ καὶ συγχωρήσοι τις ἄπειρον εὐθεῖαν εἶναι, οὐκ ἄν τι ἐκινεῖτο ἐπ’ αὐτῆς· ἦν γὰρ ἀδύνατον διεξελθεῖν ταύτην. εἰ γὰρ τὸ γινόμενον πᾶν τῷ δύνασθαι γενέσθαι γίνεται, ὃ μὴ δύναται γενέσθαι, οὐδ’ ἂν γίνοιτο· τὴν δὲ ἄπειρον ἀδύνατον κινηθῆναι· ἀδιεξίτητον γὰρ καὶ ἀκατάληπτον τὸ ἄπειρον· οὐδὲ κινεῖται ἄρα τι τὴν ἄπειρον, ὥστε οὐδὲ εἰ ἦν ἄπειρός τις εὐθεῖα, ἐκινεῖτο ἄν τι τὴν ἐπ’ αὐτῆς κίνησιν· τὴν ἐπ’ εὐθείας ἄρα κίνησιν ἐπὶ πεπερασμένης ἀνάγκη γίνεσθαι. εἰ δὲ τοῦτο, ἢ ἀνακάμπτειν ἀνάγκη τὸ ἐπ’ αὐτῆς κινούμενον ἢ μὴ ἀνακάμπτειν· ἀλλ’ εἰ μὲν ἀνακάμπτοι, σύνθετον κινήσεται κίνησιν, ἐκ δύο κινήσεων συγκειμένην καὶ ἐναντίων ἀλλήλαις, μὴ ἀνακάμπτουσα δὲ ἀτελὴς ἔσται·1 φθαρτὴ γάρ, τὸ δὲ φθαρτὸν ἀτελές. καὶ ὅτι μὲν ἀτελὴς ἡ ἐπ’ εὐθείας ἔδειξεν οὕτως. ἐπάγει δὲ λοιπὸν ὅτι ταύτης ἀτελοῦς οὔσης καὶ φθαρτῆς ἀνάγκη τῆς μὲν ἀτελοῦς τὴν τελείαν προτέραν εἶναι, τῆς δὲ φθαρτῆς τὴν ἄφθαρτον κατὰ τὰ τοῦ προτέρου σημαινόμενα, καθ’ ἃ τὴν φορὰν τῶν ἄλλων κινήσεων ἔδειξεν προτέραν· ἦν δὲ ταῦτα φύσει καὶ λόγῳ καὶ χρόνῳ· φύσει μὲν γὰρ πρώτη ἡ τέλειος καὶ ἀΐδιος, οἵα ἐστὶν ἡ κυκλοφορία, ὅτι ταύτης μὲν ἀναιρουμένης ἀναιρεθήσονται καὶ αἱ ἄλλαι κινήσεις αἱ ἀτελεῖς καὶ φθαρταί, οἷαί εἰσιν αἱ ἐπ’ εὐθείας· οὐ μὴν ἡ τελεία ταῖς ἀτελέσι συναναιρεθήσεται. γενέσεως γὰρ καὶ φθορᾶς τῶν ἐπ’ εὐθείας κινουμένων αἰτία οὖσα ἡ κύκλῳ κίνησις, δῆλον ὅτι συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ. τὸ δὲ λόγῳ τὸ τῇ οὐσίᾳ σημαίνει.2 τὸ γὰρ ἀΐδιον καὶ τέλειον τοῦ φθαρτοῦ καὶ ἀτελοῦς πρότερόν ἐστι τῇ οὐσίᾳ. καὶ τῷ χρόνῳ δέ, ὅτι τὸ ἀΐδιον τοῦ μὴ ἀϊδίου πρότερον καὶ τὸ τέλειον τοῦ ἀτελοῦς. ἐπειδὴ δὲ οὔπω τελέως δέδεικται ἀΐδιος ἡ κυκλοφορία·3 ὅτι γὰρ συνεχής, ἐδείχθη οὐ καθ’ ὃ κίνησις· τὸ γὰρ τοιοῦτο συνεχὲς πᾶσα κίνησις ἔχει, ὥσπερ καὶ τὸ μέγεθος καὶ ὁ χρόνος· ἀλλ’ ὅτι οὐκ ἔχει ἀνάγκην οὔτε περατοῦσθαι οὔτε ἀνακάμπτειν ὡς ἡ ἐπὶ τῶν πεπερασμένων γραμμῶν, ἐφ’ ὧν ἡ ἀρχὴ καὶ τὸ τέλος ἀπ’ ἀλλήλων διώρισται, τὸ δὲ οὕτω συνεχὲς ἐνδέχεται ἀΐδιον εἶναι, εἰ ἐπιμένοι, ἐνδέχεται δὲ καὶ μὴ εἶναι, ὡς ἡ τῶν παρ’ ἡμῖν τροχῶν κυκλοφορία τῶν ἐν τῷ αὐτῷ τόπῳ κινουμένων· τὰ μέντοι ἐπὶ πεπερασμένης γραμμῆς κινούμενα, συνεχῆ μὲν τὴν ἕως τοῦ πέρατος κινεῖσθαι οὐδὲν κωλύει, εἴτε δὲ παύοιτο ἐν τῷ πέρατι εἴτε ἀνακάμπτοι, στάσις αὐτὰ διαδέχεται· διὸ ἀΐδιον εἶναι τὴν τοιαύτην κίνησιν οὐκ ἐνδέχεται. εἰ οὖν ταῦτα ἀληθῶς εἴρηται, δῆλον ὅτι τὴν μὲν κύκλῳ ἐνδέχεται ἀΐδιον εἶναι, τῶν δὲ ἄλλων κινήσεων οὔτε τὴν ἐπ’ εὐθείας φορὰν οὔτε πολλῷ μᾶλλον τὰς ἄλλας, ὧν ἐδείχθη προτέρα ἡ ἐπ’ εὐθείας φορά. εἰ οὖν προτέρα ἐστὶ κατὰ πάντα τοῦ προτέρου τὰ σημαινόμενα ἣν ἐνδέχεται ἀίδιον εἶναι τῆς μὴ ἐνδεχομένης, προτέρα ἂν εἴη ἡ κύκλῳ τῶν ἄλλων πασῶν κινήσεων· ὅπερ νῦν δεῖξαι προέκειτο.
“在位移中圆周位移是第一位的……至于其余运动,无论是位移还是任何其他运动[都不能是永恒的]。” 在表明诸运动中唯有圆周运动可能是连续且永恒的之后(因为已经证明其余运动就其整体而言没有一个是连续的),[亚里士多德]接着表明圆周位移在诸运动中也是第一位的。位移先于其余诸运动,这在他那里已得到证明;而且他也设定了位移有直线的、圆周的以及由这两者构成的复合位移。在将“由某些事物复合而成者后于构成它的单纯事物”这一显而易见的事实补充于此之后,他现在表明圆周位移先于直线位移。而一旦证明了这一点,也就证明了圆周位移在一切运动中也是第一位的。为了证明这一点,他预先假定了公认的两点:其一,完全者先于不完全者;其二,单纯者先于非单纯者。在表明圆周运动既完全又单纯,而直线运动两者皆不具备之后,他推断出圆周运动先于直线运动;并且他首先通过划分证明直线运动不是完全的。因为直线必然要么是无限的,要么是有限的;但首先,无限的直线是不可能存在的。因为作为现实存在的且不可遍历的这种无限大小是不存在的,这一点在本论著的第三卷中已经证明。其次,即使有人承认存在无限的直线,也没有任何东西能在这条线上运动;因为遍历它是绝不可能的。因为如果一切生成之物都是由于能够生成而生成的,那么不能生成的事物也就绝不会生成;但是穿过无限是不可能的,因为无限是不可遍历且不可把握的;因此没有任何东西能沿着无限运动,从而即便存在某种无限的直线,也没有任何东西会作其上的运动。因此,沿直线的运动必然发生在有限的直线上。如果是这样,在其上运动的事物就必然要么折返,要么不折返。但是,如果折返,它所作的运动就是由两种相互对立的运动组合而成的复合运动;如果〔运动〕不折返,它就是不完全的,因为它是会消亡的,而会消亡者是不完全的。他就是这样证明了直线运动是不完全的。随后他进而补充道,既然这种运动是不完全且会消亡的,那么按照他此前证明位移先于其他运动时所依据的“先于”的诸种含义,完全者必然先于不完全者,不灭者必然先于可消亡者;而这些含义就是依本性、依定义(本性存在)和依时间。因为依本性而言,第一位的是完全且永恒的,正如圆周位移那样,因为如果它被取消,其余不完全且可消亡的运动(如直线运动)也将被一同取消;然而完全的运动绝不会随不完全的运动而被取消。因为圆周运动作为沿直线运动之物的生成与毁灭的原因,显而易见它虽能一同取消[其他运动],自身却不会被一同取消。所谓“依定义”,意味着“依本质”;因为永恒且完全者在本质上先于可消亡且不完全者。依时间也是如此,因为永恒者先于非永恒者,完全者先于不完全者。然而,由于圆周位移是永恒的这一点尚未完全证明——因为证明它是连续的,并不是就其作为运动而言(因为正如大小和时间一样,一切运动都具有这种连续性),而是因为它不像在起点与终点彼此分立的有限线段上的运动那样,具有被界定或折返的必然性,而以这种方式连续的运动,若其持续存在,则可以是永恒的,但也可以不是永恒的,就像我们身边在同一处所运动的轮子的圆周位移那样;然而对于在有限线段上运动的事物,虽然不妨碍其到达界限为止的运动是连续的,但无论它们在界限处停下还是折返,静止都会接替它们;因此这种运动不可能是永恒的——因此,如果这些说法是真实的,显然圆周运动可以是永恒的,而其他运动中直线位移不能是永恒的,直线位移被证明先于它们的其余诸运动更不能是永恒的。因此,如果可以永恒的运动按照“先于”的一切含义都先于不能永恒的运动,那么圆周运动就先于其余一切运动;这正是方才提出来要证明的课题。
- 8.95μὴ ἀνακάμπτουσα δὲ ἀτελὴς ἔσται
阴性单数分词 ἀνακάμπτουσα 在语法上与省略的阴性主语 ἡ κίνησις(“运动”)相一致,从前文的中性主语 τὸ ἐπ’ αὐτῆς κινούμενον(“在其上运动之物”)转换为主体所作的“运动”。
- 8.95τὸ δὲ λόγῳ τὸ τῇ οὐσίᾳ σημαίνει.
名词化的与格短语 τὸ λόγῳ 作主语,τὸ τῇ οὐσίᾳ 作为动词 σημαίνει 的直接宾语,意为“‘依定义(logos)’这一说法意味着‘依本质(ousia)’”。
- 8.95ἐπειδὴ δὲ οὔπω τελέως δέδεικται ἀΐδιος ἡ κυκλοφορία·
由 ἐπειδή 引导的从属从句因包含长篇的因果说明(ὅτι γὰρ συνεχής...)和对比(τὰ μέντοι ἐπὶ πεπερασμένης...)而被极大拉长,未直接接续主句,而是在 εἰ οὖν ταῦτα ἀληθῶς εἴρηται, δῆλον ὅτι... 处以总结形式重新收束,构成破格句式(anacoluthon)。
