- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1310.16-1311.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明运动不能连续的原因不在于直线本身,而在于有限性以及具有现实的极限,并指出唯有圆周运动因其起点与极限相结合且自身之外不遗留任何事物,才是连续且完全的。
ὁσάκις γὰρ τὴν ὅλην, τοσαυτάκις καὶ τῶν μερῶν αὐτῆς ἕκαστον καθ’ ἑκάστην αὐτῶν ἅπαξ κινούμενον ἐπὶ τοῦ ὑποκειμένου·1 οὔτε γὰρ ὡς ἐπὶ ἑνὸς οὔτε μίαν ἐκινεῖτο μὴ συνεχῶς κινούμενον. εἰ δέ τις καὶ ἐπὶ τῶν συνεχῶν λέγοι τὸ πλεονάκις κατὰ τὸ αὐτὸ γενόμενον πολλάκις ἐπ’ αὐτοῦ κεκινῆσθαι, οὐ κυρίως ἂν λέγοι. οὐ γὰρ κυρίως πολλάκις τῷ μὴ πολλάς, ἀλλὰ μίαν τε καὶ συνεχῆ εἶναι ἐπὶ μιᾶς καὶ συνεχοῦς γινομένην· τὰ γὰρ τῶν συνεχῶν μέρη δυνάμει ἐστὶν ἐν τοῖς συνεχέσι καὶ οὐ διώρισται καθ’ αὑτά· διὸ οὔτε πολλὰς οὔτε πολλάκις, ὡς τὰ ἀνακάμπτοντα κινεῖται οὐ συνεχῶς, ἀλλ’ ἐφεξῆς. τὸ γὰρ ἀνακάμπτον ἐν ᾧ ἐπαύσατο ἀπὸ τούτου πάλιν ἄρχεται· ἀδύνατον δὲ τὸ οὕτω κινούμενον συνεχῶς κινεῖσθαι, ὡς δέδεικται. Δείξας δέ, ὅτι τὸ τὴν αὐτὴν πολλάκις κινούμενον ἀνάγκη τὰς ἀντικειμένας κινεῖσθαι κινήσεις ἀνακάμπτον καὶ μεταξὺ ἠρεμεῖν, ἐφιστάνει καλῶς, ὅτι οὐχὶ ἡ εὐθεῖα τούτου αἰτία, ἀλλὰ τὸ πεπερασμένον καὶ τὰ πέρατα ἐνεργείᾳ ἔχον. τοιγαροῦν καὶ ἐπὶ ἡμικυκλίου καὶ ἐπὶ ἄλλης ἡστινοσοῦν περιφερείας ἀρχὴν καὶ τέλος διωρισμένα κατ’ ἐνέργειαν ἐχούσης ἀνακάμπτειν ἀνάγκη τὰ ἐπιμόνως κινούμενα. μόνη δὲ ἡ κυκλικὴ ἅτε μὴ ἔχουσα ἀρχὴν καὶ πέρας κατ’ ἐνέργειαν διωρισμένα συνεχὴς εἶναι δύναται. τοιγαροῦν καὶ ἡ ἐπ’ εὐθείας, εἰ ἄπειρος ἦν ἡ εὐθεῖα, οὐδὲν ἐκώλυεν τὸ συνεχῶς ἐπ’ αὐτῆς τι κινεῖσθαι, ἀλλὰ διότι τὸ ἐπὶ τῆς πεπερασμένης ἀνακάμπτειν ἀνάγκη, καὶ ἅμα μὲν μεταξὺ ἠρεμεῖν, ἅμα δὲ τὰς ἀντικειμένας κινεῖσθαι, δι’ ἄμφω συνεχῆ τὴν τοιαύτην κίνησιν ἀδύνατον εἶναι. καὶ τὴν αἰτίαν αὐτὸς συντόμως ἐπήγαγεν τοῦ μὴ εἶναι συνεχῆ τὴν ἐπὶ τῆς πεπερασμένης εὐθείας. οὐ γὰρ συνάπτει, φησίν, ἐπ’ αὐτῆς τῇ ἀρχῇ τὸ πέρας, ὡς ἐπὶ τῶν κύκλῳ κινουμένων πᾶν τὸ ληφθὲν σημεῖον καὶ πέρας καὶ ἀρχή ἐστιν, ὡς κατὰ πᾶν τοῦ πέρατος καὶ τῆς ἀρχῆς συνημμένων διὰ τὸν κυκλισμὸν καὶ οὐ διωρισμένων ὡς ἐπὶ τῆς εὐθείας.2 κἂν γὰρ καὶ ἐπὶ τῆς εὐθείας τὸ πέρας καὶ ἀρχὴ γίνεται τῷ ἀνακάμπτοντι καὶ ἡ ἀρχὴ καὶ πέρας, ἀλλ’ οὐ συνῆπται ἡ ἀρχὴ τῷ πέρατι ἐπὶ τῆς εὐθείας οἷον τὸ Α τῷ Β, εἰ ταῦτα εἴη τῆς εὐθείας πέρατα. ἐν μέντοι τῷ κύκλῳ συνῆπται πρὸς ἄλληλα ἡ ἀρχὴ καὶ τὸ πέρας, διότι ὅθεν ἂν ἄρξηται τὸ κινούμενον ἐπὶ τοῦ κύκλου, εἰς τὸ αὐτὸ καταλήγει διελθὸν τὴν τοῦ κύκλου γραμμήν. διὰ τοῦτο δὲ καὶ μόνη τέλειος ἡ κύκλῳ, ὅτι οὐδὲν ἐκτὸς ἑαυτῆς ἀπολείπει, ὥσπερ ἡ πεπερασμένη εὐθεῖα, καὶ προσαυξηθῆναι δύναται, ὡς ἔχουσά τι ἐκτὸς ἑαυτῆς, ὁ δὲ κύκλος οὐ δέχεται προσαύξησιν.
因为作整个[运动]有多少次,在基底上于它们每一[运动]中作一次运动时,作它的各部分也就有多少次;因为非连续运动的事物,既非如同在单一事物上运动,亦非作单一的运动。但若有人就连续的事物而言,也说多次沿着同一事物生成之物是在其上多次运动了,那么他所说的并不是严格意义上的。因为这并不是严格意义上的多次,这是由于它不是多个运动,而是在单一且连续的[基底]上发生的单一且连续的运动;因为连续事物的各部分乃是潜能地存在于连续事物中,并且自身并未被划分开来;因此它既非作多个运动,亦非运动多次,并不像折返之物那样不是连续地而是接续地运动。因为折返之物正是从它所停止的那一点再次开始;而如此运动之物不可能连续地运动,正如已经表明的那样。在指明了多次作相同运动的事物必然要折返并作对立的运动且在其间静止之后,[亚里士多德]恰当地指出,造成这点的并非直线本身,而是具有有限性并在现实中具有极限。因此,无论在半圆上,还是在现实中具有被划分开来的起点与终点的任何其他圆周上,持久运动的事物都必然要折返。唯有圆周运动,因其在现实中没有被划分开来的起点与极限,才能够是连续的。因此,直线上的运动也是如此,若直线是无限的,则没有任何东西阻碍某物在其上连续地运动;但由于在有限的直线上必然要折返,且既在其间静止,又作对立的运动,因而由于这两者,此类运动不可能成为连续的。并且他本人简要地补充了在有限直线上运动不能连续的原因。因为他说,在直线上极限并不与起点相连,而不像在作圆周运动的事物中,所取的任何一点既是极限又是起点,由于圆环的缘故,极限与起点在每一点上都结合在一起,并不像在直线上那样被划分开来。因为即使在直线上,对于折返之物而言极限也成为了起点,起点也成为了极限,但直线上起点并未与极限相连,例如在Α与Β是直线的极限的情形下Α并未与Β[相连]。然而在圆中,起点与极限彼此结合,因为在圆上运动之物无论从何处开始,在穿过圆的线之后都终止于同一点。也正因如此,唯有圆周运动是完全的,因为它不像有限的直线那样在自身之外遗留任何东西;并且[有限的直线]能够被增加,因其在自身之外具有某物,而圆则不接受增加。
- 8.92ὁσάκις γὰρ τὴν ὅλην, τοσαυτάκις καὶ τῶν μερῶν αὐτῆς ἕκαστον καθ’ ἑκάστην αὐτῶν ἅπαξ κινούμενον ἐπὶ τοῦ ὑποκειμένου
在 ὁσάκις 与 τοσαυτάκις 处均省略了动词 κινεῖται,且表示“整个”与“各部分”的宾格(τὴν ὅλην, τῶν μερῶν αὐτῆς ἕκαστον)作表运动的同族宾格。短语 καθ’ ἑκάστην αὐτῶν 指前文由静止所隔开的每一个个别运动。
- 8.92ὡς κατὰ πᾶν τοῦ πέρατος καὶ τῆς ἀρχῆς συνημμένων διὰ τὸν κυκλισμὸν καὶ οὐ διωρισμένων ὡς ἐπὶ τῆς εὐθείας
这是由 ὡς 引导的属格绝对结构(τοῦ πέρατος καὶ τῆς ἀρχῆς συνημμένων... καὶ οὐ διωρισμένων),解释了圆周运动中所呈现的事态或原因。短语 κατὰ πᾶν 作状语,意为“在每一点上”。
