- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1308.33-1310.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解亚里士多德《物理学》第8卷第8章(264b18–19),论证圆周运动是从自身到自身,在圆周上不存在需要静止的现实点,而直线运动在折返时必定在极限处产生静止因而是不连续的。他进一步解释,即使圆周运动旋转多次,只要没有静止介入且各点仅以潜能存在,它就依然是单一且连续的运动。
" Ἡ μὲν γὰρ κύκλῳ κίνησίς ἐστιν ἀφ’ ἑαυτοῦ εἰς ἑαυτό, ἡ δὲ κατ’ εὐθεῖαν εἰς ἄλλο." Δείξας διὰ τοῦ προτέρου ἐπιχειρήματος, ὅτι ἡ κύκλῳ κίνησις οὐ κωλύεται εἶναι συνεχὴς διὰ τὸ μὴ ἐξ ἐναντίων ἢ ἀντικειμένων κινήσεων συγκεῖσθαι, ὥσπερ ἡ ἐπ’ εὐθείας, νῦν δείκνυσιν, ὅτι οὐδὲ κατ’ ἐνέργειάν ἐστί τι σημεῖον, ἐν ᾧ δεήσει γίνεσθαι καὶ ἀπογίνεσθαι καὶ μεταξὺ ἠρεμεῖν, ὡς ἐπὶ τῶν κατ’ εὐθεῖαν ἀνακαμπτόντων ἐδείκνυτο, καὶ τοῦτο ἓν αἴτιον τοῦ μὴ συνεχῶς κινεῖσθαι. ἡ μὲν γὰρ κύκλῳ κίνησις ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γινομένη οὐκ ἔχει τι σημεῖον ἐπὶ τοῦ κύκλου κατ’ ἐνέργειαν, ἐφ’ ὃ πρῶτον ὡρμημένον τὸ κινούμενον, ὡς πέρατι καὶ ἀρχῇ τῷ αὐτῷ χρήσεται καὶ μεταξὺ ἠρεμήσει.1 εἰ γὰρ ἔχει τι τοιοῦτον σημεῖον, οὐκ ἂν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἐλέγετο κινεῖσθαι, ἀλλ’ ἐπ’ ἐκεῖνο, ἐν ᾧ ἔδει πρώτῳ γενέσθαι. ἡ δὲ ἐπὶ τῆς εὐθείας ἀπὸ τοῦ αὐτοῦ ἐπ’ ἄλλο γίνεται· ἐπὶ γὰρ τὸ πέρας τῆς εὐθείας τὸ ἀντικείμενον, ἐν ᾧ πρώτῳ ἀνάγκη αὐτὸ γενέσθαι ὡς ἐν πέρατι. καὶ ἀνακάμπτον ἀπ’ ἐκείνου ὡς ἀπ’ ἀρχῆς αὐτοῦ, κινεῖσθαι πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς τοῦ κινουμένου τόπον. τὸ γὰρ ἀπὸ τοῦ αὐτοῦ τὸ ἀπὸ τοῦ τόπου σημαίνει, ἐν ᾧ ἐξ ἀρχῆς ἦν, καὶ τὸ εἰς αὐτὸ τὸ εἰς ἐκεῖνον τὸν τόπον, τὸ δὲ εἰς ἄλλο, τὸ εἰς ἄλλον τόπον, παρ’ ὃν ἐξ ἀρχῆς ἦν.
“因为圆周运动是从自身到自身,而沿直线的运动则是到另一物。” 通过前一个论证指出了圆周运动并不因由相反或对立的运动所构成(如同沿直线的运动那样)而受阻于成为连续的之后,现在[亚里士多德]指明,也不存在任何现实的点,使得[运动]必须在其中生成、离去并在其间静止(正如在沿直线折返的事物上,这也被表明是不能连续运动的一个原因)。因为从同一者到同一者发生的圆周运动,并不在圆周上具有运动之物首先朝向的任何现实的点,使得它将这同一点既作为极限又作为起点来使用并在其间静止。因为如果它具有任何这样的点,它就不会被说成是从同一者向同一者运动,而是向它必须首先在其中生成的那个[点]运动了。而在直线上的运动则是从同一者向另一物发生;因为它是向着直线的对立极限发生,运动之物必然首先在其中作为在极限中一样生成。并且从那个极限折返,如同从它的起点出发一样,再次向运动之物最初的场所运动。因为“从同一者”意味着从它最初所在的场所出发,“向同一者”意味着向那个场所去,而“向另一物”则意味着向最初所在场所之外的另一场所去。
"Καὶ ἡ μὲν ἐν τῷ κύκλῳ οὐδέποτε ἐν τοῖς αὐτοῖς ἕως τοῦ καὶ ἔστι μόνη τέλειος." Καὶ ἐκ τούτου τοῦ ἐπιχειρήματος δείκνυσι τὴν διαφορὰν τῆς κύκλῳ κινήσεως πρὸς τὴν κατ’ εὐθεῖαν, καθ’ ἣν διαφορὰν ἡ μὲν κύκλῳ κίνησις δύναται συνεχὴς εἶναι, ἡ δὲ κατ’ εὐθεῖαν οὐ δύναται. ἡ μὲν γὰρ ἐν τῷ κύκλῳ φησί, τουτέστιν ἡ κύκλῳ, οὐδέποτε ἐν τοῖς αὐτοῖς. καὶ προσυπακούει ὁ Ἀλέξανδρος τὸ ‘γίνεται’, ἵνα ᾖ· οὐδέποτε ἐν τοῖς αὐτοῖς γίνεται τῷ μηδὲ ἐνεργείᾳ τι εἶναι ἐν τῇ περιφερείᾳ σημεῖον, ἐν ᾧ γινομένη στήσεται, ἢ ὅλως γίνεται καὶ ἀπογίνεται, τὴν δὲ κατ’ εὐθεῖαν καὶ ἐπ’ εὐθείας πολλάκις ἐν τοῖς αὐτοῖς ἀνάγκη γίνεσθαί τε καὶ ἀπογίνεσθαι, ἕπεσθαι δὲ τῷ μὲν μηδέποτε ἐν τοῖς αὐτοῖς τὸ μὴ ἔχειν2 ἀνάγκην στῆναι, τῷ δὲ πολλάκις ἐν τοῖς αὐτοῖς γινόμενον 〈τὸ〉 ἀνάγκην ἔχειν ἐν ᾧ γίνεται πάλιν καὶ πάλιν ἵστασθαι ἐν αὐτῷ· ἐν ᾧ γὰρ γίνεται κατ’ ἐνέργειαν, καὶ ἀπογίνεται ἀπ’ αὐτοῦ. μεταξὺ δὲ τοῦ γίνεσθαι καὶ ἀπογίνεσθαι στάσιν ἀνάγκη εἶναι, ὡς δέδεικται πρότερον. τὰ οὖν ἐπὶ τῆς εὐθείας ἀνακάμπτοντα δὶς ἐν τῷ αὐτῷ σημείῳ γίνεται τελευτῶντά τε καὶ πάλιν ἀρχόμενα, ὅταν τὸ αὐτὸ διάστημα δὶς ἐφεξῆς κινῆται παυόμενόν τε ἐπὶ τὸ σημεῖον, ἀφ’ οὗ ἀνακάμπτει, καὶ ἀρχόμενον ἀπ’ αὐτοῦ πάλιν· καὶ τοῦτο, ὁσάκις ἀνακάμπτει, ποιεῖ. διὸ ἡ μὲν ἀεὶ ἐν ἄλλῳ σημείῳ γινομένη δύναται συνεχὴς εἶναι, ἡ δὲ ἐν τῷ αὐτῷ πολλάκις γινομένη οὐ δύναται· ἵστασθαι γὰρ ἀνάγκη τὰ ἀνακάμπτοντα μεταξὺ τοῦ γίνεσθαι καὶ ἀπογίνεσθαι, καὶ μέντοι καὶ τὰς ἀντικειμένας κινεῖσθαι κινήσεις· οὔτε δὲ τὸ ἱστάμενον μεταξὺ οὔτε τὸ τὰς ἀντικειμένας κινούμενον συνεχῆ κίνησιν δύναται κινεῖσθαι. τὸ μὲν γὰρ συνεχῆ κίνησιν κινούμενον μίαν κινεῖται καὶ ἅπαξ, τὸ δὲ ἱστάμενον, εἶτα κινούμενον τοσαύτας καὶ τοσαυτάκις, ὁσάκις ἐκ στάσεως μεταβάλλει. ὅταν οὖν ἱστάμενόν τι πάλιν κινῆται ἐπὶ τοῦ αὐτοῦ ἀνακάμπτον, διότι μὲν ἵσταται πολλάκις κινεῖται, τῷ δὲ ἀνακάμπτον ἐπὶ τῆς αὐτῆς κινεῖσθαι πάλιν πολλάκις γίνεται τὴν αὐτὴν κινούμενον καὶ τοσαυτάκις, ὁσάκις ἀνακάμπτει. πῶς οὖν οὐχὶ καὶ ἡ κύκλῳ πολλάκις ἔσται κατὰ ταὐτά, εἴ γε πολλάκις περιφέρεται; ἢ οὐ τὸ πλεονάκις κατὰ ταὐτὸν γινόμενον εὐθέως ἤδη καὶ πολλάκις ταύτην κεκίνηται· ἀλλ’ ἂν κατὰ μίαν ὁρμὴν καὶ τάσιν καὶ ῥοπὴν συνεχῶς κινούμενον πλεονάκις κατὰ ταὐτὸ γίνηται, δυνάμει ὂν καὶ οὐκ ἐνεργείᾳ οὕτως, ὥστε τὸ αὐτὸ ἀρχὴν καὶ πέρας γίνεσθαι καὶ μὴ ἠρεμεῖν μεταξύ,3 συνεχὴς ἡ κίνησις ἔσται· ἐὰν δὲ ἠρεμῆσαν μεταξὺ πάλιν κινῆται τὴν αὐτὴν ἀνάπαλιν ὡς ἐπὶ τῶν ἀνακαμπτόντων, εἴτε ἐπ’ εὐθείας εἴτε ἐπὶ περιφερείας, πλεονάκις κατὰ τὸ αὐτὸ γενήσεται τῷ μίαν ἑκάστην τῶν κινήσεων τῶν διαλαμβανομένων ὑπὸ τῶν ἠρεμιῶν ἰδίᾳ εἶναι πολλάς τε οὕτω τὸ κινούμενον κινεῖται κινήσεις καὶ πολλάκις.
“并且在圆中的运动决不在相同的事物中……并且唯有它是完全的”为止。 从这个论证中,他也指明了圆周运动与沿直线的运动之间的差异,依据这一差异,圆周运动能够是连续的,而沿直线的运动则不能。因为他说“在圆中的”,也就是圆周运动,“决不在相同的事物中”。亚历山大补充了“生成”,以便成为:它决不在相同的事物中生成,这是因为在圆周上没有任何现实的点使它在其中生成便会停下,或者说根本就不在其中生成与离去;而沿直线且在直线上的运动,则必然多次在相同的事物中生成并离去,并且伴随着“决不在相同的事物中”的是没有停下的必然性,而伴随着“多次在相同的事物中生成”的,则是具有必然性在它一再于其中生成的那一事物中停下;因为凡在其中以现实生成的,也从其中离去。而在生成与离去之间,必然存在静止,正如先前所表明的那样。因此,在直线上折返的事物,当停留在所折返的点上并再次从该点开始而连续两次在同一间隔上运动时,既终止又再次开始,两次在同一点中生成;并且每当折返时,它都这样做。因此,始终在不同点中生成的运动能够是连续的,而多次在同一点中生成的则不能;因为折返之物必然在生成与离去之间停下,而且也必然作对立的运动;但无论在其间停下的事物,还是作对立运动的事物,都不能作连续的运动。因为作连续运动的事物乃是作单一且一次的运动,而停下随后又运动的事物,则是根据它从停下转变的次数,作相应数量与相应次数的运动。因此,当某物停下后折返并在同一路径上再次运动时,因其停下故而运动多次,且因其折返而在同一直线上再次运动,便多次发生作相同的运动,其次数与折返的次数相同。那么,如果圆周运动确实多次旋转,岂不是也要多次沿着相同的事物吗?或者说,多次沿着相同事物发生,并不立即意味着它已经多次作了这一运动;而是,如果依据单一的冲力、张力与倾向连续运动,潜能上而非现实上处于同一点既成为起点又成为极限且在其间不静止的状态,多次沿着相同事物发生,那么运动将是连续的;但若在其间静止之后,又如折返之物那样(无论在直线上还是在圆周上)反向作相同的运动,则由于被静止所隔开的每一运动各自是单一的,它就将多次沿着相同事物发生,而运动之物也就这样作了多个运动且运动了多次。
- 8.91ἐφ’ ὃ πρῶτον ὡρμημένον τὸ κινούμενον, ὡς πέρατι καὶ ἀρχῇ τῷ αὐτῷ χρήσεται καὶ μεταξὺ ἠρεμήσει
关系代词 ὅ 指向前行动词所带的先行词 τι σημεῖον,由介词 ἐπί 支配表示运动的目的地。分词 ὡρμημένον(中被动态完成时分词)与主语 τὸ κινούμενον 一致。动词 χρήσεται 支配与格(τῷ αὐτῷ 作为其宾语),由 ὡς 引领的与格 πέρατι καὶ ἀρχῇ 构成谓语性补足语。
- 8.92ἕπεσθαι δὲ τῷ μὲν μηδέποτε ἐν τοῖς αὐτοῖς τὸ μὴ ἔχειν ἀνάγκην στῆναι, τῷ δὲ πολλάκις ἐν τοῖς αὐτοῖς γινόμενον 〈τὸ〉 ἀνάγκην ἔχειν
延续亚历山大解释的一系列间接引语(不定式结构)。不定式 ἕπεσθαι 以带冠词的不定式短语 τὸ μὴ ἔχειν... 和 〈τὸ〉 ἀνάγκην ἔχειν... 分别作为主语,而与格短语 τῷ μὲν μηδέποτε ἐν τοῖς αὐτοῖς 与 τῷ δὲ πολλάκις... 则作为间接宾语表示结论所附随的前提条件。
- 8.92δυνάμει ὂν καὶ οὐκ ἐνεργείᾳ οὕτως, ὥστε τὸ αὐτὸ ἀρχὴν καὶ πέρας γίνεσθαι καὶ μὴ ἠρεμεῖν μεταξύ
中性单数分词 ὂν 描述先行条件从句中主语的存在样态,由方式与格 δυνάμει 和 οὐκ ἐνεργείᾳ 修饰。其后的结果从句 οὕτως, ὥστε... 说明了仅在潜能中存在的后果:即同一点成为起点与极限,且其间并不发生静止。
