- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:130.3-131.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘系统地列举了亚历山大对亚里士多德驳斥巴门尼德论证的三段论重构(包括无可论证式),并总结说明存在无论作为连续体、定义同一者还是不可分者,按一的任何含义都不能是一。
ἀλλ’ εἰ μὲν πολλαχῶς, ὁμολογήσουσι πολλὰ εἶναι τὰ ὄντα, (καὶ γὰρ οὐσίαν καὶ ποσὸν καὶ ποιὸν καὶ τὰ ἄλλα, εἰς ὅσα διῄρηται τὸ ὄν), ἀλλ’ οὐχ ἕν· ὥστε οὐ πολλαχῶς· μοναχῶς ἄρα κατὰ τὸν πέμπτον καλούμενον ἀναπόδεικτον. εἶτα ὁ δεύτερος συλλογισμὸς μοναχῶς ὑποτεθέντος λέγεσθαι τοῦ ὄντος διαιρετικὸς καὶ αὐτὸς τοιοῦτος ‘τὸ ὂν ἤτοι οὐσία ἐστὶν ἢ συμβεβηκὸς κατὰ τὴν διχῇ γενομένην ἐν κατηγορίαις τῶν ὄντων διαίρεσιν, εἴς τε τὸ ἐν ὑποκειμένῳ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ. ἀλλὰ μὴν συμβεβηκὸς οὐκ ἔστιν· οὐσία ἄρα’ κατὰ τὸν πέμπτον ἀναπόδεικτον καὶ οὗτος συναχθείς. ὅτι δὲ οὐ συμβεβηκὸς τὸ ἓν ὄν, ὁ τρίτος δείκνυσι συλλογισμὸς οὕτως· ‘εἰ συμβεβηκὸς τὸ ὄν, τὸ ὑποκείμενον αὐτῷ ἔστιν ἅμα καὶ οὐκ ἔστιν. ἀλλὰ μὴν τοῦτο ἀδύνατον. οὐκ ἄρα συμβεβηκὸς τὸ ὄν’ δευτέρῳ ἀναποδείκτῳ. ἔδειξε δὲ τὸ συνημμένον ἐκ τοῦ τὸ ὑποκείμενον τῷ ἑνὶ καὶ μόνῳ ὄντι διὰ μὲν τὸ ἄλλο παρ’ αὐτὸ εἶναι μὴ ὂν εἶναι (οὐ γὰρ ἦν ἄλλό τι παρὰ τὸ ὄν), διὰ δὲ τὸ ὑπάρχειν αὐτῷ τὸ ὂν καὶ αὐτὸ ὂν γίνεσθαι. ὅτι δὲ οὐδὲ ἡ οὐσία ἐστὶ τὸ κυρίως ὄν, ἢ ὡς αὐτός1 φησι τὸ ὅπερ ὄν, δείκνυσι πάλιν οὕτως. ‘εἰ ἡ οὐσία τὸ ὅπερ ὄν, οὐδὲν μᾶλλον ὂν σημαίνει τὸ ὅπερ ὂν ἢ μὴ ὄν. ὥστε τὸ ὅπερ ὂν ὁμοίως ὂν καὶ μὴ ὂν ἔσται. καὶ πλείω σημαίνει τὸ ὄν, ἓν μόνον ὑποτεθὲν σημαίνειν. ἀλλὰ μὴν ταῦτα ἀδύνατα· οὐκ ἄρα ἡ οὐσία ἐστὶ τὸ ὅπερ ὄν’. ὅτι δὲ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὂν ἔσται τὸ ὅπερ ὄν, δείκνυσιν οὕτως· ‘εἰ τὸ ὅπερ ὂν οὐσία καὶ ὑποκείμενόν ἐστι, τῇ δὲ οὐσίᾳ τὰ συμβεβηκότα ὑπάρχει, ἅπερ ἐστὶ μὴ ὄντα διὰ τὸ παρὰ τὸ ὄν εἶναι, ᾧ δὲ τὸ μὴ ὂν ὑπάρχει μὴ ὂν τοῦτο,2 ἡ οὐσία καὶ τὸ ὑποκείμενον μὴ ὂν ἔσται, καὶ οὐδὲ τὶ μὴ ὄν, ἀλλ’ ὅλως μὴ ὄν. τοιοῦτο γὰρ ἦν μὴ ὂν τὸ ὑπάρχον αὐτῇ συμβεβηκός’. ὅτι δὲ καὶ πλείω σημαίνει τὸ ὅπερ ὄν, δείκνυσιν οὕτως· ‘εἰ ὑποκείμενόν ἐστι τὸ ὅπερ ὄν, δυνατὸν καὶ ἀπὸ τοῦ συμβεβηκότος αὐτὸ ὀνομάζειν οἷον λευκόν. ὥστε καὶ λευκὸν ῥηθήσεται εἶναι, ἓν δὲ εἶναι καὶ ὅπερ ὂν εἶναι3 (οὐ γὰρ ἔστιν ἄλλο τι παρὰ τοῦτο), καὶ οὕτως πολλὰ τὸ ὂν ἔσται.’ ὅτι δὲ οὐδὲ μέγεθος ἕξει τὸ ἓν ὄν, δείκνυσιν οὕτως· ‘τὸ ὅπερ ὂν αὐτὸ μόνον ὑποκείμενον πολλὰ οὐκ ἔστιν οὐδὲ ἔχει πλῆθος· τὸ μέγεθος ἔχον πολλά ἐστι· τὸ ἄρα ὅπερ ὂν μέγεθος οὐχ ἕξει’. ὅτι δὲ τὸ μέγεθος ἔχον πολλά ἐστι δείκνυσιν οὕτως· ‘τὸ μέγεθος μέρη ἔχει· τὸ μέρη ἔχον ἕτερα τῷ λόγῳ ἔχει· τὸ ἕτερα τῷ λόγῳ ἔχον πολλὰ ἐν ἑαυτῷ ἔχει καὶ πολλά ἐστι’. καὶ ἐπὶ τέλει λοιπὸν ὅτι τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα διαιρεῖται καὶ τῷ λόγῳ διαφέροντα, δείκνυσιν ἐπί τινος ὅπερ ὄντος τὸν ὁρισμὸν αὐτοῦ λαβὼν καὶ συναγαγὼν ὅτι τὰ τοῦ ὁρισμοῦ μέρη καὶ αὐτὰ ὅπερ ὄντα ἐστί. συνάγει δὲ οὕτως· ‘ἀνάγκη ἢ οὐσίας αὐτὰ εἶναι ἢ συμβεβηκότα. ἀλλὰ μὴν συμβεβηκότα οὐκ ἔστιν· οὐσία ἄρα’ κατὰ τὸν πέμπτον ἀναπόδεικτον καὶ τοῦτο. εἰ τοίνυν τὸ ἕν, ὡς εἴρηται πρότερον, ἢ ὡς συνεχές ἐστιν ἢ ὡς ὧν ὁ λόγος ὁ αὐτὸς ἢ ὡς τὸ ἀδιαίρετον, δέδεικται δὲ τὸ ἓν ὂν μήτε μέγεθος ἔχειν δυνάμενον μήτε ὁρισμὸν μήτε ἀδιαίρετον ὄν, δῆλον ὅτι κατ’ οὐδὲν τῶν τοῦ ἑνὸς σημαινομένων ἓν ἂν εἴη τὸ ὄν.
但如果是在多种意义上[被述说],他们就将承认存在者是多数(因为确实有实体、数量、性质以及存在被分割为的一切其他范畴),而不是一;因此不是在多种意义上;所以根据所谓的第五个无可论证式,是在单一意义上。随后,当设定存在是在单一意义上被述说时,第二个三段论其自身也是一种划分式的,其形式如下:“根据存在者在各范畴中作出的二重划分,即区分为在基质之中的和不在基质之中的,存在要么是实体要么是偶性。然而它绝非偶性;因此是实体”,这也是根据第五个无可论证式推得的。至于单一的存在不是偶性,第三个三段论证明如下:“如果存在是偶性,它的基质就同时存在又不存在。然而这绝不可能。因此存在不是偶性”,这是由第二个无可论证式得出的。而他[亚历山大]论证这一假言前提,是基于这样的事实:唯一且单一存在的基质,由于它是存在之外的他者而为非存在(因为在存在之外别无他物),又由于存在属于它而使自身也成为存在。至于实体也不是严格意义上的存在,或者正如他所说的,也不是恰恰是存在者,他又证明如下:“如果实体是恰恰是存在者,那么恰恰是存在者意味着存在决不甚于意味着非存在。因此恰恰是存在者将同等地既是存在又是非存在。并且存在意味着多个含义,尽管曾设定它仅意味着单一含义。然而这些是绝不可能的;因此实体不是恰恰是存在者”。至于恰恰是存在者将是存在决不甚于非存在,他证明如下:“如果恰恰是存在者是实体和基质,而偶性属于实体,这些偶性因处于存在之外而为非存在,而非存在所属于的主体其自身即是非存在,那么实体和基质就将是非存在,甚至不是某种非存在,而是完全的非存在。因为属于它的偶性就是这样的非存在”。至于恰恰是存在者也意味着多个含义,他证明如下:“如果恰恰是存在者是基质,那么也可能依其偶性来称呼它,例如白。因此它将被说成是白,而另一方面将被说成是一且是恰恰是存在者(因为除此以外别无他物),这样存在就将是多数。”至于单一的存在也不会具有量度,他证明如下:“唯独自身作为基质的恰恰是存在者不是多数,也不具有多数性;具有量度者是多数;因此恰恰是存在者将不具有量度”。而具有量度者是多数,他证明如下:“量度具有部分;具有部分者具有在定义上不同的成分;具有在定义上不同的成分者在自身之中包含多数,并且是多数”。最后,至于恰恰是存在者被分割为若干恰恰是存在者且在定义上相异,他是通过就某个恰恰是存在者取得其定义,并推论出定义的各部分自身也是恰恰是存在者来证明的。他推论如下:“它们必然要么是实体要么是偶性。然而它们绝非偶性;因此是实体”,这也是根据第五个无可论证式得出的。因此,如果一正如之前所说,要么作为连续体而存在,要么作为定义相同的事物而存在,要么作为不可分者而存在,并且已经证明单一的存在既不能具有量度,也不能具有定义,也不是不可分的,那么显然,按照一的任何一种含义,存在都不可能是一。
- 1.25ὡς ὧν ὁ λόγος ὁ αὐτός
不带先行词的关系代词属格 ὧν 构成了名词化从句,意为“作为那些定义相同的事物”。这是指代亚里士多德在《物理学》中所提出的“一”的分类之一(定义上的一)的固定句式。
- 1.25ᾧ δὲ τὸ μὴ ὂν ὑπάρχει μὴ ὂν τοῦτο
在接续关系代词与格 ᾧ 从句的主句中,指示代词 τοῦτο 作主语,省略了述谓名词 μὴ ὄν 的系词(ἐστί)。整句构成一个判断:“非存在所属于的主体,它自身即是非存在”。
- 1.25ἓν δὲ εἶναι καὶ ὅπερ ὂν εἶναι
该不定式短语承接前文的 ὥστε καὶ λευκὸν ῥηθήσεται εἶναι,通过连接词 δέ 构成对比并列,句法上同受动词 ῥηθήσεται(“将被说成是”)支配,作补足语不定式。
