- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1307.13-1308.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里斯多德《物理学》264b9的评注。论证了唯有圆周运动能够单一且连续地进行而不会导致任何不可能后果,而直线上折返的运动包含相反或对立的运动,因而绝不可能连续。
" Ἡ δὲ ἐπὶ τῆς περιφεροῦς ἔσται μία καὶ συνεχὴς ἕως τοῦ καὶ μηδένα χρόνον διαλείπειν." Δείξας, ὅτι οὐδὲ αἱ ἄλλαι παρὰ φορὰν μεταβολαὶ δύνανται εἶναι συνεχεῖς οὐδὲ τῆς φορᾶς ἡ κατ’ εὐθεῖαν διὰ τὰ ἑπόμενα ἀδύνατα, συνεχῆ τινα τούτων ὑποτιθεμένων,1 λέγει ὅτι μόνη ἡ κυκλοφορία δύναται μία καὶ συνεχὴς εἶναι, εἴπερ μηδὲν ἀδύνατον ἕπεται τιθεμένης αὐτῆς. εἰ γὰρ τὰς ἄλλας κινήσεις2 μὴ οὔσας συνεχεῖς ἐδείκνυμεν διὰ τὸ ἀδύνατα ἀκολουθεῖν τῷ συνεχῆ τινα ἐκείνων τιθέντι, εἰ μηδὲν ἀδύνατον ἕπεται συνεχοῦς τῆς κυκλοφορίας τεθείσης θαρροῦντας χρὴ ταύτην συνεχῆ νομίζειν.3 τὸ γὰρ κύκλῳ κινούμενον ἀπὸ τοῦ Α ἀρξάμενον καὶ ἐπὶ τὸ Α πάλιν φερόμενον κατὰ τὴν αὐτὴν ὁρμήν τε καὶ ῥοπήν, οὐκ ἐπὶ ἐναντίον τι τῷ Α πρῶτον ἔρχεται, ὡς ἐπὶ τῆς κατ’ εὐθεῖαν κινήσεως ἐδείκνυτο, καὶ διὰ τοῦτο τὴν ἐξ ἐναντίων συγκειμένην μίαν εἶναι καὶ συνεχῆ ἀδύνατον ἦν ἐπ’ ἐκείνης· τὸ δὲ κύκλῳ κινούμενον οὔτε ἐναντίας οὔτε ὅλως ἀντικειμένας κινεῖται κινήσεις ἐν τῇ περιφορᾷ. οὔτε γὰρ μόριόν τι τῆς ἀπὸ τοῦ Α ἐπὶ τὸ Α μορίῳ τινί ἐστιν ἐναντίον οὔτε ὅλη ἡ ἀπὸ τοῦ Α κίνησις ἐπὶ τὸ Α ὅλῃ τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Α ἐστὶν ἐναντία οὐδὲ ἀντικειμένη ὅλως. καὶ δείκνυσι, τίνες εἰσὶν αἱ ἐν φορᾷ ἐναντίαι τε καὶ ἀντικείμεναι κινήσεις· οὐδὲ γὰρ ἁπλῶς ἡ ἀπὸ τοῦ Α τῇ ἐπὶ τὸ Α ἐστὶν ἐναντία ἢ ἀντικειμένη (καὶ γὰρ ἡ κυκλικὴ οὕτως ἐπιτελεῖται), ἀλλ’ ἔστιν ἡ ἀπὸ τοῦ Α τῇ ἐπὶ τὸ Α ἐναντία, ὅταν ἐπ’ εὐθείας γίνηται· ἐναντία γὰρ τὰ κατὰ διάμετρον· ταῦτα γὰρ πλεῖστον ἀλλήλων ἀφέστηκε, καὶ τὰ ἀπὸ τῶν κατὰ διάμετρον κινούμενα καὶ ἐπ’ αὐτὰ πάλιν ὡς ἀπὸ ἐναντίων καὶ ἐπὶ ἐναντία [ἐναντία] ἐναντίας κινεῖται κινήσεις. εἰ γάρ ἐστι πέρατα τῆς διαμέτρου τό τε Α καὶ τὸ Β, ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β κίνησις τῇ ἀπὸ τοῦ Β ἐπὶ τὸ Α ἐναντία ἐστί. διάμετρον δὲ λέγει τὴν τοῦ κύκλου τὴν εὐθεῖαν καὶ ὡς ἐν τῷ κύκλῳ παραδεικνύς, καὶ ὅτι τῆς διαμέτρου τὰ πέρατα πλεῖστον ἀλλήλων διέστηκε. διὸ καὶ ἐναντίαι ἐπὶ τῆς διαμέτρου ἀνάπαλιν γινόμεναι. ἀντικειμένη δέ, φησίν, ἔστιν ἡ κατὰ τὸ αὐτὸ μῆκος· αἱ μὲν γὰρ ἐπὶ τῆς διαμέτρου ἐναντίαι διὰ τὸ πλεῖστον ἀλλήλων διεστηκέναι· ὁμοίως δὲ καὶ αἱ τὸ ἄνω καὶ κάτω πέρας ὁρίζουσαι καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν τὰ κατὰ φύσιν ὡς ἀπὸ ἐναντίων τῶν κατὰ τόπον καὶ ἐπὶ ἐναντία γινόμεναι κινήσεις ἐναντίαι εἰσί, τὰ δὲ ἐπ’ ἄλλης τινὸς εὐθείας τῆς τυχούσης, ἀνακάμπτοντα μέντοι, ἀντικειμένας κινήσεται κινήσεις, εἰ καὶ μὴ ἐναντίας· ὡς γὰρ ἀπ’ ἀρχῆς ἐπὶ πέρας ἢ ὡς ἀπὸ πέρατος ἐπ’ ἀρχὴν ἢ ὅτι τὸ μὲν ὡς πρὸς ἡμᾶς ἄνω, τὸ δὲ ὡς πρὸς ἡμᾶς κάτω, καὶ τὸ μὲν δεξιὸν πρὸς ἡμᾶς, τὸ δὲ ἀριστερόν, καὶ τὸ μὲν ὡς πρὸς ἡμᾶς ἔμπροσθεν, τὸ δὲ ὄπισθεν. ἀντίκειται δὲ ταῦτα ὡς τὰ πρός τι, ὥστε πᾶσαι αἱ ἐπὶ τῶν τοιούτων εὐθειῶν ἀνακάμπτουσαι κινήσεις, εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ οὖν ἀντικείμεναί γε. ἐναντίας γὰρ μόνας τὰς ἀπὸ τῶν ἐναντίων εἶναί φαμεν, ἐναντία δὲ τὰ κατὰ διάμετρον “ὡς πλεῖστον ἀλλήλων διεστῶτα”, φησὶν ὁ Ἀλέξανδρος. μήποτε δὲ ἐναντία πέρατα εὐθείας ἐστὶ καὶ τὰ τοὺς ἐναντίους τόπους ὁρίζοντα,4 ὡς πρότερον εἶπον· καὶ γὰρ τῆς ἐκ τοῦ κέντρου ἡμισείας οὔσης τῆς διαμέτρου ἐναντία τὰ πέρατα, διότι τὸ μὲν ἄνω τὸ δὲ κάτω ἐστί. “δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, ἀντικειμένην τὴν κατὰ τὸ αὐτὸ μῆκος λέγειν, κἂν μὴ ἐπ’ εὐθείας γένηται· ἂν γὰρ ἀπό τινος σημείου ἐπί τι σημεῖον πλείους ἐπιζευχθῶσι γραμμαὶ μὴ οὖσαι εὐθεῖαι (μία γὰρ ἡ ἀπὸ ἑνὸς σημείου ἐφ’ ἓν εὐθεῖα), ἔσται τὰ ἐπὶ τῶν γραμμῶν τούτων κινούμενα ἀνάπαλιν οὐκ ἐπ’ εὐθείας μὲν ἀντικινούμενα, ἐπὶ δὲ τοῦ αὐτοῦ μήκους. αἱ οὖν ἐπὶ τῶν τοιούτων γραμμῶν ἀντικινήσεις οὐκ ἐναντίαι μέν, ὅτι ἐπὶ τῆς εὐθείας αἱ ἐναντίαι, ἀντικείμεναι δέ, ὅτι ἀλλήλας ἀνθιστῶσι καὶ ἀλλήλων εἰσὶν ἀναιρετικαί.” εἰ τοίνυν τὰ μὲν ἐπ’ εὐθείας κινούμενα καὶ ἀνακάμπτοντα, ἢ ἐναντίας κινεῖται κινήσεις ἢ ἀντικειμένας, οὔτε δὲ τὰς ἐναντίας οὔτε τὰς ἀντικειμένας συνεχεῖς ἀλλήλαις εἶναι δυνατόν, οὐκ ἂν αἱ ἐπ’ εὐθείας ἀνακάμπτουσαι συνεχεῖς εἶεν, τὴν δὲ κύκλῳ ἐπὶ τοῦ αὐτοῦ οὐδὲν κωλύει συνεχῶς γίνεσθαι καὶ μηδένα διαλείπειν χρόνον.
“但在圆周上的[运动]将是单一且连续的……并且不留任何时间间隔”为止。 在指出了位移之外的其他变化不能是连续的,位移中沿直线的位移也不能是连续的(这是由于当假设其中某一种是连续的时所随之而来的不可能后果)之后,他说,如果设定圆周运动并不随之产生任何不可能的后果,那么唯有圆周运动能够是单一且连续的。因为,如果我们曾是通过对设定那些运动中某种为连续者随之产生不可能后果,来证明其他运动不是连续的,那么,如果在设定圆周运动为连续时没有任何不可能后果随之产生,我们就应当坚决认为它是连续的。因为沿圆周运动之物,从Α开始并依照相同的冲力与倾向再次运送到Α,并不像在直线运动的情形中所表明的那样先走向与Α相反的某物;正因如此,在直线运动的情形中,由相反运动所构成之物不可能既单一又连续;然而在圆周运动中运动之物,在旋转中既不作相反的运动,也完全不作对立的运动。因为从Α到Α的运动中没有任何一部分与任何一部分是相反的,从Α到Α的整个运动也并不与从Α到Α的整个运动相反,甚至完全不对立。并且他指出了位移中哪些是相反的运动和对立的运动;因为并非单纯地从Α出发与向Α运动是相反或对立的(因为圆周运动也是这样完成的),而是当在直线上发生时,从Α出发才与向Α运动相反;因为沿直径的事物是相反的;因为这些事物相距最远,而从直径上的两端运动并再次回到它们的事物,乃是作为从相反者出发且向相反者运动而作相反的运动。因为如果直径的极限是Α与Β,那么从Α到Β的运动就与从Β到Α的运动是相反的。而他之所以称之为圆的直线即直径,既是作为在圆中举例说明,也是因为直径的各极限相距最远。因此在直径上反向发生的运动亦是相反的。但他指出,沿着同一长度的运动是对立的;因为沿直径的运动由于彼此相距最远而是相反的;类似地,规定上下极限、左右极限、前后极限的运动,由于是依照本性在方位上从相反者出发且向相反者运动,因而是相反的;然而在任何其他任意直线上运动、但发生折返的事物,即使不是作相反的运动,也是作对立的运动。因为它们或者是作为从起点向界限、或者是作为从界限向起点运动,或者是因为一者相对于我们是上,另一者相对于我们是下,一者相对于我们是右,另一者是左,一者相对于我们是前,另一者是后。而这些是作为关系者而对立的,从而在此类直线上折返的一切运动,纵然不是相反的,但至少是对立的。亚历山大说,因为我们主张唯有从相反者出发的运动才是相反的,而沿直径者乃是“作为彼此相距最远者”而相反。然而,正如我先前所说,规定相反方位的极限或许也是直线的相反极限;因为从圆心出发的线作为直径的一半,其极限也是相反的,因为一者在上一者在下。“而且,”亚历山大说,“即使不发生在直线上,也可以称沿着同一长度的运动为对立的;因为如果从某一点到某一点连接了多条非直线的线(因为从一点到一点的直线只有一条),那么在这些线上反向运动的事物虽不是在直线上逆向运动,却是在同一长度上运动。因此在此类线上的逆向运动固然不是相反的(因为相反的运动发生在直线上),但却是对立的,因为它们彼此对抗且彼此抵消。”既然在直线上运动且折返之物,要么作相反的运动,要么作对立的运动,而无论相反的运动还是对立的运动彼此之间都不可能是连续的,那么在直线上折返的运动就不可能是连续的,然而对于在同一路径上沿圆周运动而言,没有任何事物妨碍它连续地发生并且不留下任何时间间隔。
- 8.90συνεχῆ τινα τούτων ὑποτιθεμένων
属格绝对结构。包含不定代名词,表示条件或前提(“当假设这些[运动]中某一种为连续时”),修饰前文说明为何其他变化和直线位移皆不可连续的原因短语(διὰ τὰ ἑπόμενα ἀδύνατα)。
- 8.90τὰ δὲ ἐπ’ ἄλλης τινὸς εὐθείας τῆς τυχούσης, ἀνακάμπτοντα μέντοι, ἀντικειμένας κινήσεται κινήσεις
中性复数主语(τὰ ... ἀνακάμπτοντα)与单数动词(κινήσεται)搭配,属于典型的古希腊语语法规则。动词 κινήσεται 带有同源宾格(ἀντικειμένας ... κινήσεις)。
- 8.90θαρροῦντας χρὴ ταύτην συνεχῆ νομίζειν
非人称动词 χρὴ 接不定式 νομίζειν,其意义上的逻辑主语由宾格分词 θαρροῦντας(“自信地/毫不犹豫地”)表示,泛指一般论述者或读者。
- 8.90μήποτε δὲ ἐναντία πέρατα εὐθείας ἐστὶ καὶ τὰ τοὺς ἐναντίους τόπους ὁρίζοντα
μήποτε 配合直陈式动词,是表达谨慎的个人见解或提出疑问的惯用表达(“或许……难道不是吗”)。此处辛普里丘针对亚历山大的观点提出了自己的保留意见。
