- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1306.24-1307.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德关于时间连续并不意味着运动连续的论证,说明相反运动由于其端点无法合一因而是相继的而非连续的,并介绍了亚历山大对“相反者的端点”的解释。
" Ἔτι οὐκ εἰ συνεχὴς ὁ χρόνος, καὶ ἡ κίνησις1 ἕως τοῦ οἷον λευκότητος καὶ μελανίας." Τοῦτο πρόσκειται παραμυθούμενον ἡμῶν τὴν φαντασίαν τὴν ἀπὸ τῆς τοῦ χρόνου συνεχείας καὶ τὰς ἐν χρόνῳ οὔσας κινήσεις συνεχίζουσαν. οὐ γὰρ εἴ τι ἐν συνεχεῖ ἐστιν, ἀνάγκη καὶ αὐτὸ συνεχὲς εἶναι, ἐπεὶ οὕτω γε πάντα τὰ ἐν χρόνῳ, κἂν πλεῖστον ἀλλήλων ἀφεστήκῃ κἂν ἀνομοιότατα ᾖ, συνεχῆ ἔσται (ὁ γὰρ πᾶς χρόνος συνεχής)· ἀλλ’ οὐκ ἀνάγκη. οὐδὲ γὰρ τὰ ἐν ἀγγείῳ ὄντα συνεχῆ ἀνάγκη εἶναι, κἂν τὸ ἀγγεῖον συνεχὲς ᾖ. ὁ μὲν οὖν χρόνος συνεχής, αἱ δὲ κινήσεις αἱ ἐν αὐτῷ αἱ εἰς τὰ ἐναντία καὶ ἐξ ἐναντίων συνεχεῖς μὲν οὐκ ἂν εἶεν ἀλλήλαις, ἐφεξῆς δέ· ἦν γὰρ ταῦτα ἐφεξῆς, ὧν μηδὲν ἦν μέσον συγγενές. τῶν δὲ εἰς τὰ ἀντικείμενα κινήσεων μεταξὺ κίνησις μὲν οὐκ ἔστιν, ἠρεμία δέ, ἥτις οὐκ ἔστιν ὁμοειδὴς τῇ κινήσει. ὥστε αἱ οὕτω γινόμεναι κινήσεις οὐ συνεχεῖς μέν, ἐφεξῆς δὲ ἀλλήλαις. ὅτι δὲ μὴ οἷόν τε συνεχῆ καὶ μίαν κίνησιν εἶναι τὰς ἐναντίας, ἐκ τοῦ ὁρισμοῦ τῶν συνεχῶν ἔδειξε· συνεχῆ γὰρ ἦν ταῦτα, ἃ πρὸς ἕνα κοινὸν ὅρον συνήπτετο καὶ ὧν τὰ πέρατα ἓν ἦν· τῶν δὲ ἐναντίων οὐκ ἔστι κοινὸς ὅρος, οὐδὲ οἷόν τε τὰ ἔσχατα τῶν ἐναντίων, καθ’ ἃ συναφθήσονται, ἓν εἶναι· ἐναντία γὰρ ἀλλήλοις καὶ τὰ ἔσχατα τῶν ἐναντίων· τὰ δὲ ἐναντία οὐχ ἕν. πῶς γὰρ ἂν εἴη, φησί, τὰ τῆς λευκότητος καὶ μελανίας ἔσχατα ἓν καὶ τὸ αὐτό, ὥστε τὰ ἐναντία, ὧν καὶ τὰ πέρατα ἐναντία, οὐκ ἔσται συνεχῆ ἀλλήλοις; “δύναται δέ τις, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἔσχατον τῶν ἐναντίων τὸ πέρας τοῦ ὅλου συνεχοῦς ἀκούειν·2 μιᾶς γὰρ καὶ συνεχοῦς κινήσεως ἓν πέρας ἔσται, ὥστε τὸ λευκαινόμενον καὶ τὸ μελαινόμενον ἓν ἂν ἔχοι πέρας. τί δὲ ἂν γένοιτο τοῦτο; οὔτε γὰρ τὸ μέλαν, ὅτι μὴ τῆς λευκάνσεως τοῦτο πέρας ἦν, οὔτε τὸ λευκόν (οὐδὲ γὰρ οἷόν τε τοῦτο πέρας εἶναι τῆς μελάνσεως), ἀλλ’ οὐδὲ μῖγμά τι ἐξ ἀμφοῖν, ὅτι μὴ ἅμα ἀμφοτέρας ἐκινεῖτο.
“此外,并非如果时间是连续的,运动也就[是连续的]……比如白与黑”为止。 附加这一段是为了纠正我们的想象,这种想象根据时间的连续性,把时间之中的各项运动也当成了连续的。因为某物在连续之物中,并不必然要求它自身也是连续的;因为若如此,时间中的一切事物,即便彼此相隔最远,即便最不相似,都将是连续的了(因为所有时间都是连续的);但这并非必然。因为在一个容器中的事物也并不必然是连续的,哪怕容器本身是连续的。因此,时间固然是连续的,但在其中的运动——向相反者运动与从相反者出发的运动——彼此之间不会是连续的,而是相继的;因为那些中间没有任何同族事物之物便是相继的。而在向对立者运动之间存在的不是运动,而是静止,静止与运动并不是同形式的。因此,以这种方式发生的运动并不是连续的,而是彼此相继的。而相反的运动不可能既连续又单一,这一点他是根据连续者的定义来证明的;因为那些接合于同一个共同界限、且其极限合而为一之物,才是连续的;但相反者之间并不存在共同界限,相反者的各端点——运动将据以在此接合的端点——也不可能是单一的;因为相反者的各端点自身也是彼此相反的;而相反者并不是单一的。正如他所说,白与黑的端点怎么可能是一个且相同的呢,从而端点亦是相反的那些相反者彼此不会是连续的?“而且,”亚历山大说,“有人也可以将‘相反者的端点’理解为‘整个连续过程的界限’;因为单一且连续的运动将具有单一的界限,从而正在变白之物与正在变黑之物将具有单一的界限。但这个界限会是什么呢?它既不可能是黑,因为黑并不是变白的界限;也不可能是白(因为白也不可能是变黑的界限);但它也不可能是两者的某种混合物,因为它并未同时作这两重运动。”
- 8.89οὐκ εἰ συνεχὴς ὁ χρόνος, καὶ ἡ κίνησις
οὐκ 否定整个条件句连接(“并非若……则……”)。在后件(καὶ ἡ κίνησις)中,谓语 συνεχής ἐστιν 被承前省略。
- 8.89τὸ ἔσχατον τῶν ἐναντίων τὸ πέρας τοῦ ὅλου συνεχοῦς ἀκούειν
动词 ἀκούειν 在注疏语境中用作“将(文本词句)理解/解释为……”之意,后接双宾格:被解释的词句(τὸ ἔσχατον τῶν ἐναντίων)与作为解释的宾语补足语(τὸ πέρας τοῦ ὅλου συνεχοῦς)。
