- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1305.21-1306.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》264b1释义,阐明亚里士多德证明直线上折返运动不连续的论证,如何从基于相反者普遍特性的辨证论述,转向基于运动自身属性(即时间与“现在”的本质)的更为切近的证明。
" Ἔτι δὲ καὶ ὅδε ὁ λόγος μᾶλλον οἰκεῖος ἕως τοῦ τριῶν γὰρ ἔσται ὁ αὐτὸς χρόνος." Δείξας, ὅτι μὴ ἔστι συνεχὴς ἡ ἐπ’ εὐθείας κίνησις διὰ κοινοτέρων ἐπιχειρήσεων, ἃς καὶ λογικωτέρας ἐκάλεσε, νῦν πάλιν τὸ αὐτὸ δι’ οἰκειοτέρων ἐπαγγέλλεται δεικνύναι, τουτέστιν ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων· τὰ γὰρ καθ’ αὑτὸ ὑπάρχοντά τινι οἰκεῖα αὐτῷ ἐστι· τῶν δὲ καθ’ αὑτὸ ὑπαρχόντων τῇ κινήσει τὸ εἶναι αὐτὴν ἐν χρόνῳ καὶ τὸ μεταβεβληκὸς εἴς τι ἅμα τε μεταβεβληκέναι, εἰς ὃ μετέβαλεν,1 καὶ ἀπολελοιπέναι ἐκεῖνο, ἐξ οὗ μετέβαλεν· καθ’ αὑτὸ δὲ καὶ τὸ τῶν νῦν μεταξὺ εἶναι χρόνον. διὰ τούτων οὖν μέλλων τὴν δεῖξιν ποιεῖσθαι εἰκότως δι’ οἰκείων μᾶλλόν φησι τὴν νῦν δεῖξιν ἔσεσθαι. αἱ γὰρ πρὸ ταύτης ἐπιχειρήσεις αὐτῷ ἐκ τῶν ἐναντίων καὶ τῶν ἀντικειμένων ἐγένοντο κοινῶν ὄντων πρὸς πλείω· διὸ καὶ καθολικωτέρας ἔλεγεν αὐτάς. καὶ ταύτην μέντοι τὴν ἐπιχείρησιν ἐκ τῶν καθ’ αὑτὰ μὲν ὑπαρχόντων τῇ κινήσει ποιεῖται, ἐπὶ πασῶν δὲ ἁρμόζουσαν τῶν κινήσεων. διόπερ ὡς ἐπὶ ἀλλοιώσεως αὐτὴν ποιεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ συνεχὴς ἡ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία κίνησις, ἅμα ἔφθαρταί τε ἐκεῖνο, ἐξ οὗ ἡ μεταβολή, καὶ γέγονε τὸ εἰς ὃ ἡ μεταβολὴ ἐν τῷ αὐτῷ νῦν· ὥστε ἅμα ἔφθαρται τὸ οὐ λευκὸν καὶ γέγονε λευκόν. εἰ οὖν συνεχὴς ἡ ἀνάκαμψις, ἅμα ἂν εἴη εἴς τε τὸ λευκὸν μεταβεβληκὸς καὶ ἐκ τοῦ λευκοῦ εἰς τὸ οὐ λευκόν. ὥστε τρία ταῦτα ἐν τῷ αὐτῷ νῦν, ὃ χρόνον εἶπεν λέγων τριῶν γὰρ ἔσται ὁ αὐτὸς χρόνος,2 ἥ τε φθορὰ τοῦ οὐ λευκοῦ καὶ ἡ τοῦ λευκοῦ γένεσις καὶ ἡ ἐκ τοῦ λευκοῦ [ἡ] εἰς τὸ οὐ λευκὸν μεταβολή· ὥστε εἴη ἂν τὸ αὐτὸ λευκόν τε καὶ ἀποβεβληκὸς ἤδη τι τοῦ λευκοῦ· τοῦτο γὰρ ἐκ λευκοῦ μεταβάλλειν. εἰ δὲ διὰ τὸ μὴ συμβῆναι τοῦτο τὸ ἄτοπον μὴ λέγοιμεν ἐν τῷ αὐτῷ νῦν εἰς λευκὸν μεταβεβληκέναι καὶ ἐκ λευκοῦ, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ, ἔσται τις χρόνος ἐν μέσῳ καὶ ἠρεμία, καὶ οὐκέτι συνεχὴς ἡ κίνησις. εἰ οὖν τὰ μὲν ἐξ ἀνάγκης ἐν τῷ αὐτῷ νῦν ἐστιν, ἥ τε φθορὰ τοῦ οὐ λευκοῦ καὶ ἡ γένεσις τοῦ λευκοῦ, τὰ δὲ διὰ τὴν ὑπόθεσιν, ὅτι κεῖται συνεχὴς ἡ κίνησις, ἅμα ἔσται, τὸ λευκὸν καὶ ἡ ἐκ τοῦ λευκοῦ εἰς τὸ οὐ λευκὸν μεταβολή, ἔσται τὰ τρία ἐν τῷ αὐτῷ νῦν φθορὰ οὐ λευκοῦ, γένεσις λευκοῦ, μεταβολὴ ἐκ λευκοῦ εἰς οὐ λευκόν. οὕτω δὲ ἂν γίνοιτο ἡ ἐκ τοῦ οὐ λευκοῦ μεταβολὴ εἰς τὸ οὐ λευκὸν γινομένη μιᾶς οὔσης καὶ συνεχοῦς τῆς κινήσεως, καὶ τὸ ἐφθαρμένον εἰς ἑαυτὸ μεταβάλλον· τὸ γὰρ οὐ λευκὸν ἐφθαρμένον ἐν τῷ οὐ λευκῷ πάλιν εἰς τὸ οὐ λευκὸν μεταβάλλει οἷον τὸ μέλαν εἰς τὸ μέλαν· οὐδὲν δὲ ἐξ οὗ μεταβάλλει εἰς ἐκεῖνο μεταβάλλει.3 οἰκειοτέρα οὖν αὕτη τῶν προτέρων ἡ δεῖξις, ὅτι ἐκεῖ μὲν τὸ ἄτοπον συνήγετο περὶ τὸ ἐναντίας εἶναι τὰς κινήσεις, ἐνταῦθα δὲ παρὰ τὸ ἐν τῷ αὐτῷ νῦν ἅμα ποιεῖν τι μεταβεβληκός τε ἔκ τινος εἴς τι, καὶ ἐκ τούτου πάλιν εἰς τὸ ἐξ οὗ μετέβαλεν εἰς αὐτό· ὅσῳ οὖν οἰκειότερον κινήσει χρόνος τῶν ἐναντίων, τοσούτῳ καὶ ἡ δεῖξις ἥδε τῶν πρὸ αὐτῆς.
“此外,这一个论证也更加切近……因为对于三者而言将存在同一时间”为止。 在通过更为普遍的论驳——他亦称之为更具逻辑性的[论述]——证明了直线上的运动并非连续之后,他现在又预告要通过更为切近的[论据],也就是根据自身具有的属性来证明同一件事;因为凡自身属于某物的属性,对它而言都是切近的。而在自身属于运动的属性之中,包含着运动存在于时间之中,以及已经变化为某物之物,既已同时变化为其所变化至的事物,又已脱离其所由以变化出的事物;而“现在”与“现在”之间存在时间,也是自身具有的。因此,既然他将通过这些来进行证明,他自然便说当前的证明将是通过更为切近的[依据]而成立的。因为在他此前的那些论驳中,论据是取自相反者与对立者,而这些对于更多的事物是共通的;因此他也称那些论驳为更为普遍的。然而,他提出这一论驳固然是依据运动自身所具有的属性,但这论据却适用于一切运动。因此他是以质变为例来进行这一论述的。而他所说的意思是这样的:如果从相反者到相反者的运动是连续的,那么变化所由以发生的那个事物已经消灭,而变化所至的那个事物已经生成,这二者乃是在同一个“现在”中同时成立的;从而,非白已经消灭与白已经生成是同时的。因此,如果折返是连续的,那么某物将同时既已变化为白,又[正开始]由白向非白变化。从而这三件事,即非白的消灭、白的生成,以及由白向非白的改变,都将在同一个“现在”之中——也就是他在说“因为对于三者而言将存在同一时间”时所称的时间之中;从而同一物既是白,又已失掉了白的某些部分;因为由白发生改变正是这个意思。但是,如果为了不产生这种荒谬,我们不说在同一个“现在”之中既已变化为白又由白[改变],而是在不同的“现在”之中,那么其间就将存在某种时间和静止,而运动便不再是连续的。因此,如果一方面的事物,即非白的消灭与白的生成,必然存在于同一个“现在”之中,而另一方面的事物,即白以及由白向非白的变化,由于预设运动是连续的这一假设而将是同时的,那么这三件事——非白的消灭、白的生成、由白向非白的变化——就将在同一个“现在”之中。这样一来,若运动是单一且连续的,由非白而起的改变就将成为向非白发生,而已消灭之物将向其自身变化;因为在非白之中已消灭的非白又再次向非白变化,比如黑向黑[变化];但没有任何东西会向着它所由以变化出的那个原本的事物变化。因此,这一个证明比起先前的证明更为切近,因为在那里的荒谬是围绕着运动彼此相反这一特性而被推导出的,而在这里则是由于设定某物在同一个“现在”之中,既同时从某物变化至某物,又从后者再次向其所由以变化至该物处的事物变化。因此,时间相比于相反者对于运动切近多少,这一证明相比于其前的证明也就切近多少。
- 8.88τῶν δὲ καθ’ αὑτὸ ὑπαρχόντων τῇ κινήσει τὸ εἶναι αὐτὴν ἐν χρόνῳ καὶ τὸ μεταβεβληκὸς εἴς τι ἅμα τε μεταβεβληκέναι, εἰς ὃ μετέβαλεν, καὶ ἀπολελοιπέναι ἐκεῖνο, ἐξ οὗ μετέβαλεν
句首的属格短语 τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῇ κινήσει 为部分属格,作整句的表语(“属于运动的自身属性中包括……”)。主语是随后并列的两个带冠词不定式短语:τὸ εἶναι αὐτὴν ἐν χρόνῳ 与 τὸ μεταβεβληκὸς ... μεταβεβληκέναι καὶ ἀπολελοιπέναι。在后一个不定式短语中,宾格分词 μεταβεβληκός 充当完成时不定式 μεταβεβληκέναι 与 ἀπολελοιπέναι 的逻辑主语。
- 8.88ὃ χρόνον εἶπεν λέγων τριῶν γὰρ ἔσται ὁ αὐτὸς χρόνος
关系代名词 ὃ 的先行词是前文的 τὸ αὐτὸ νῦν(同一的“现在”),χρόνον 作 εἶπεν 的宾补(双重宾格:“称其为时间”)。注解者指出亚里士多德在引文中所谓的“时间”,严格来说是指不可分割的“现在”。
- 8.88οὐδὲν δὲ ἐξ οὗ μεταβάλλει εἰς ἐκεῖνο μεταβάλλει
在否定主语 οὐδέν 之后,关系分句 ἐξ οὗ μεταβάλλει 表示变化的出发点,而指示代词短语 εἰς ἐκεῖνο 则指向与该出发点完全相同之物作为到达点,整体句构为“没有任何事物会向着其所由以变化出的那个原物变化”。
