← 辛普里丘

亚里士多德《物理学》注释

§1305.1-1305.20

同种运动的连续性与异种对立变化的静止

辛普利丘阐明了何以唯按部分相异的同种运动可以保持连续而无需中间静止,而按种相异的对立变化之间则必然存在先行静止(匮乏),并以黑白之间的相反变化为例进行了论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.87#2

τὸ γὰρ κινούμενον τὸ πρὸ αὐτοῦ μόριον δυνάμει καὶ τοῦτο ἐκινεῖτο, καὶ ἑνὸς ὄντος τοῦ ἀμφοῖν εἴδους οὐδὲν κωλύει συνεχῆ τὴν ἐξ ἀμφοῖν εἶναι κίνησιν, καὶ διὰ τοῦτο μὴ προηρεμεῖν, ὡς τὸ τὴν ἑτέραν τῷ εἴδει κινούμενον πρὸ τοῦ ταύτην κινεῖσθαι ἀναγκαῖον ἦν ἠρεμεῖν,1 ὅτι μὴ οἷόν τε τὰς ἀντικειμένας μίαν συνεχῆ ποιεῖν ὥσπερ τὰς κατὰ μόρια διαφερούσας· αὗται γὰρ ὑπὸ ἠρεμίας οὐ διακόπτονται. διὸ καὶ τὰ συνεχῆ καὶ ἀίδιον κίνησιν κινούμενα κατ’ ἄλλο μὲν αὐτῆς ἀεὶ καὶ ἄλλο μόριον κινοῦνται, τοῦ δὲ εἴδους τοῦ αὐτοῦ ὄντος οὐκ ἀναγκάζονται πρὸ τοῦ τὴν κίνησιν ἐκείνην κινεῖσθαι ἠρεμεῖν τὴν ἀντικειμένην ἠρεμίαν τῇ κινήσει, ἣν κινοῦνται ὥσπερ τὰ μὴ τὰς κατὰ μόριον, ἀλλὰ τὰς κατ’ εἶδος διαφερούσας κινούμενα. εἰ γὰρ κινητὸν ἦν τήνδε τὴν κίνησιν 〈καὶ〉 μὴ ἐκινεῖτο αὐτήν, ἐν τῇ στερήσει ἂν αὐτῆς ἦν· στέρησις δὲ ἡ ἠρεμία, ἐξ ἧς ἡ εἰς τὴν κίνησιν ἐκείνην μεταβολή· πᾶν γὰρ τὸ μεταβάλλον εἴς τι, ὃ μὴ πρότερον ἦν, ἐκ τοῦ μὴ τόδε μεταβάλλει. καὶ τὸ εἰς τήνδε ἄρα τὴν κίνησιν μεταβάλλον, ἣν οὐκ ἐκινεῖτο πρότερον, ἐκ στερήσεως ἂν εἰς αὐτὴν μεταβάλλοι· στέρησις δὲ ἡ ἐν τῷ ἀντικειμένῳ ἠρεμία. τὸ γὰρ εἰς τὸ λευκὸν μεταβάλλον ἀπὸ τοῦ μέλανος πρὸ τοῦ μεταβάλλειν εἰς τὸ λευκὸν ἀνάγκη ἐν τῷ μέλανι, ἐξ οὗ μεταβάλλει εἰς τὸ λευκόν, ἠρεμεῖν· κἂν γὰρ ἐναντίον τὸ μέλαν τῷ λευκῷ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὸ χεῖρον ἀεὶ τὸν τῆς στερήσεως ἔχει λόγον.2

因为正在进行其前一部分运动之物,在潜能上也正进行着这一部分运动,而且既然两者的种是单一的,就没有任何东西阻止由两者构成的运动成为连续的,从而也没有任何东西阻止它不预先静止——并不像进行在种上相异的运动之物在进行该运动之前必然要静止那样,因为对立的诸运动不可能像按部分相异的诸运动那样构成单一且连续的运动;因为后者并不被静止所切断。因此,进行连续且永恒运动之物也是始终沿着其不同的部分进行运动,但既然种是相同的,它们就并不被迫在进行那个运动之前,静止于与它们所进行的运动相对立的静止之中,不像那些进行并非按部分而是按种相异的运动之物。因为如果某物能够进行这一运动却不进行它,它就会处于对该运动的匮乏之中;而静止就是一种匮乏,由此发生向那个运动的变化;因为凡变化为某种先前并非的事物之物,都是从“非这一个”发生变化的。因此,变化为这一先前并未进行的运动之物,也将是从匮乏变化为它;而匮乏就是在对立面之中的静止。因为从黑向白变化之物,在向白变化之前,必然要在黑之中静止,而它正是从黑向白变化的;因为即使黑与白相反,但在相反者之中,较劣的一方也始终具有匮乏的规定。

语法注2 条
  1. 8.87ὡς τὸ τὴν ἑτέραν τῷ εἴδει κινούμενον πρὸ τοῦ ταύτην κινεῖσθαι ἀναγκαῖον ἦν ἠρεμεῖν

    连词 ὡς 承接前面的否定不定式短语(μὴ προηρεμεῖν)引出方式从句,含有对比之意,即“并不像进行在种上相异的运动之物……那样[需要预先静止]”。谓词 ἀναγκαῖον ἦν 的主语是不定式 ἠρεμεῖν,而宾格分词 τὸ κινούμενον 是其逻辑主语。

  2. 8.87τὸν τῆς στερήσεως ἔχει λόγον

    短语 τὸν ... λόγον ἔχειν 意为“具有……的定义/规定/品格”。此处用于表述逻辑上的规定:在相反者之间,处于较劣地位的一方(黑)不仅是相反者,而且还承担着匮乏(στέρησις)的性质和资格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1305.1-1305.20