← 辛普里丘

亚里士多德《物理学》注释

§1303.34-1304.40

对立变化中静止的介入与普遍论证

辛普里丘注解了亚里士多德《物理学》264a21的论述,阐明了在包含生成消灭在内的一切对立变化中由于中间必然介入静止而导致折返运动不能连续的普遍论证结构,并解释了“在种上相异的运动”这一限制条件的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.87#1

" Ἔτι καὶ ἐκ τῶνδε φανερὸν καθ’ ὅλου μᾶλλον ἕως τοῦ ὅτι οὐκ ἔσται συνεχὴς ἡ κίνησις." Πρότερον μὲν ἐπὶ τῆς κατ’ εὐθεῖαν φορᾶς ἐποιεῖτο τὸν λόγον, εἶτα ἐπὶ πάσης τῆς κυρίως κινήσεως, ἐφ’ ἧς ἐξ ἐναντίου εἰς ἐναντίον ἡ μεταβολὴ γίνεται, κἂν ἐπὶ παραδείγματος καὶ τότε τῆς εὐθείας ὁ λόγος προῄει. νῦν δὲ καθολικώτερον ἐπὶ πάσης μεταβολῆς ἡ ἀπόδειξις γίνεται τῆς καὶ τὴν γένεσιν περιεχούσης καὶ τὴν φθοράν· τῇ γὰρ στερήσει προσχρῆται, ὡς πάντων τῶν μεταβαλλόντων εἴτε κατὰ τόπον εἴτε κατὰ ποιότητα ἢ ποσότητα ἢ κατ’ οὐσίαν ἐκ τῆς οἰκείας γινομένων στερήσεως. εἰκότως οὖν καθόλου μᾶλλον εἶπεν ἐρεῖν περὶ πάσης κινήσεως, τουτέστι περὶ πάσης μεταβολῆς. πᾶν γὰρ τὸ μεταβάλλον εἴς τι, ὃ μὴ πρότερον ἦν, ἐκ τοῦ μὴ τόδε καὶ ἐκ τῆς οἰκείας στερήσεως εἰς τὸ εἶναι τόδε τι μεταβάλλει, ὡς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐδείχθη. ὁ δὲ λόγος ἐστὶν αὐτῷ τοιοῦτος· λαβὼν ὅτι τὰ μὴ ἀιδίως ἀλλὰ ποτὲ κινούμενα τῶν εἰρημένων τινὰ κινεῖται κινήσεων ἐκ τῶν ἀντικειμένων εἰς τὰ ἀντικείμενα (ἢ γὰρ κατὰ γένεσιν καὶ φθορὰν ἢ κατὰ αὔξησιν καὶ μείωσιν ἢ κατὰ ἀλλοίωσιν ἢ κατὰ τὴν ἐπ’ εὐθείας φοράν· δῆλον δὲ ὅτι μὴ ἀεὶ κινούμενα καὶ ἠρεμεῖ ποτε τῶν ἠρεμιῶν τινα, αἵτινές εἰσιν ἐν τοῖς ἀντικειμένοις γινόμεναι τῶν ἐφ’ ἃ κινεῖται τὰ κινούμενα· οὔτε γὰρ κίνησις ἄλλη παρ’ ἐκείνας ἐστὶν οὔτε ἠρεμία παρὰ ταύτας), συλλογίζεται οὖν,1 ὅτι τὸ μὴ ἀιδίως κινούμενον ἢ τῶν εἰρημένων τινὰ κινήσεων κινεῖται ἢ τῶν ἀντικειμένων τινὰ αὐταῖς ἠρεμιῶν ἠρεμεῖ. τὸ δὲ κινούμενον τῶν εἰρημένων τινὰ κινήσεων μὴ ἀιδίων πρὸ τοῦ κινεῖσθαι αὐτὴν ἠρεμεῖν ἀνάγκη τὴν μεταξὺ ταύτης τε τῆς κινήσεως καὶ τῆς ἀντικειμένης αὐτῇ ἠρεμίαν·2 τὸ δὲ μεταξὺ ἠρεμοῦν οὐ κινεῖται συνεχῆ κίνησιν· καὶ οὕτω μὲν καθολικῶς ἐπὶ πάσης μεταβολῆς ἀποδέδεικται τῆς ἐκ στερήσεως γινομένης. λοιπὸν δὲ τῇ κατ’ εὐθεῖαν ἀνακαμπτούσῃ φορᾷ, περὶ ἧς προέκειτο δεικνύναι, ὅτι οὐκ ἔστι συνεχής, ἐφαρμόττει τὸν λόγον. εἰ γὰρ ἐναντίαι μὲν αἱ κατ’ εὐθεῖαν κινήσεις, ἡ ἀπὸ τοῦ ἄνω ἐπὶ τὸ κάτω τῇ ἀπὸ τοῦ κάτω ἐπὶ τὸ ἄνω, ἤτοι ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ τῇ ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α, καὶ διὰ τοῦτο οὐ δυνατὸν ἅμα ἀμφοτέρας κινεῖσθαι τὸ κινούμενον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α, ἀνάγκη3 πρότερον ἠρεμῆσαι πρὸς τῷ Γ· αὕτη γὰρ ἦν ἡ ἀντικειμένη ἠρεμία τῇ ἀπὸ τοῦ Γ κινήσει, μεταξὺ τῶν δύο κινήσεων οὖσα καὶ διακόπτουσα αὐτῶν τὴν συνέχειαν. δῆλον οὖν ὅτι οὐκ ἔστι συνεχὴς ἡ κατ’ εὐθεῖαν κίνησις. ἡ μὲν οὖν ὅλη ἀπόδειξις τοῦ λόγου τοιαύτη. Εἰπὼν δὲ τὸ δὲ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, πῶς χρὴ λαμβάνειν τήνδε τὴν κίνησιν ἐξηγήσατο διὰ τοῦ λέγω δὲ ὅσαι ἕτεραι τῷ εἴδει, καὶ μὴ εἴ τι μόριον ἔσται τῆς ὅλης. τὸ γὰρ τὴν ἐπὶ τὸ ἄνω κίνησιν κινούμενον, ἥτις τῷ εἴδει τῆς ἐπὶ τὸ κάτω διαφέρουσα καὶ ἀντικειμένη αὐτῇ οὐ δύναται μίαν συνεχῆ μετ’ αὐτῆς ποιεῖν, ἀνάγκη πρὸ τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὴν ἐναντίαν τῇ κινήσει ταύτῃ ἠρεμίαν ἠρεμεῖν τὴν ἐν τῷ κάτω· οὐ μέντοι τὸ μόριόν τι τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὸ πρὸς τὸ ἄνω κινούμενον, πρὸ τοῦ ἐκεῖνο κινεῖσθαι ἠρεμεῖν ἀνάγκη.

“此外,从下列诸点更为普遍地来看,也是显而易见的”,直到“该运动将不是连续的”。 此前,他[亚里士多德]曾就沿着直线的位移进行论述,接着又就所有严格意义上的运动进行论述,在这类运动中,变化是从相反者到相反者发生的,尽管当时也是以直线作为例证推进论述的。而现在,这一证明则更加普遍地针对包括生成与消灭在内的一切变化而做出;因为他进一步利用了匮乏,认为凡发生变化之物,无论是在位置、性质、数量还是在实体方面,都是从其本有的匮乏生成的。因此,他理所当然地说要“更为普遍地”谈论一切运动,即谈论一切变化。因为凡变化成其先前并非的事物之物,都是从“非这一个”以及从其本有的匮乏变化为成为“某一个这”,正如在本论著的第一卷中所证明的那样。而他的论证是这样的:在设定了那些并非永恒运动而是某一时刻运动之物,都是以所提到的运动之一从对立者运动到对立者(因为要么是依生成与消灭,要么是依增长与减少,要么是依蚀变,要么是依沿着直线的位移;显然,它们并非总是运动,因而在某一时刻也静止于某些静止之中,这些静止是产生于运动之物所趋向的目标的对立面之中的;因为在那些运动之外既没有别的运动,在这些静止之外也没有别的静止)之后,他于是推论道,非永恒运动之物要么进行所提及的运动之一,要么静止于与它们对立的某些静止之中。而以所提及的非永恒运动之一运动之物,在进行该运动之前,必然要静止于介于此运动与其对立运动之间的静止之中;而在中间静止之物,并不进行连续的运动。这样,对于从匮乏发生的一切变化,就普遍地做出了证明。接下来,他把这一论证应用到沿着直线折返的位移上,关于这一位移,原本提出的任务就是要证明它不是连续的。因为如果沿着直线的诸运动是相反的——从上方到下方的运动相反于从下方到上方的运动,即从Α到Γ的运动相反于从Γ到Α的运动——,并且正因如此,从Γ向Α运动之物不可能同时进行这两种运动,那么它必然首先在Γ处静止;因为这就是与从Γ出发的运动相对立的静止,它介于两种运动之间并切断了它们的连续性。因此显然,沿着直线的运动不是连续的。整篇论述的证明就是如此。而在说了“并非总是作这一运动之物”之后,他通过“我指的是那些在种上相异的所有运动,而不是如果某物将是整体的一个部分”这句说明了应当如何理解“这一运动”。因为作向上运动之物——该运动在种上不同于向下的运动并与其对立,不能与它构成单一且连续的运动——在作向上的运动之前,必然要静止于与这一运动相反的静止,即在下方的静止之中;然而,对于朝向上方运动之物而言,却并不必然在进行向上运动的某一组成部分之前先行静止。

语法注3 条
  1. 8.87λαβὼν ὅτι ... συλλογίζεται οὖν

    主句的主动词为 συλλογίζεται,分词 λαβὼν 引出预设的前提。在 ὅτι 引出的内容和括号内的长篇补充说明(ἢ γὰρ ... παρὰ ταύτας)插入之后,使用了复述性小词 οὖν(resumptive οὖν)来重新承接主句。

  2. 8.87τὸ δὲ κινούμενον τῶν εἰρημένων τινὰ κινήσεων μὴ ἀιδίων πρὸ τοῦ κινεῖσθαι αὐτὴν ἠρεμεῖν ἀνάγκη τὴν μεταξὺ ταύτης τε τῆς κινήσεως καὶ τῆς ἀντικειμένης αὐτῇ ἠρεμίαν

    非人称短语 ἀνάγκη [ἐστίν] 支配不定式 ἠρεμεῖν,宾格分词短语 τὸ κινούμενον τῶν εἰρημένων τινὰ κινήσεων μὴ ἀιδίων 作为其逻辑主语(宾格主语)。τὴν μεταξὺ ... ἠρεμίαν 则作动词 ἠρεμεῖν 的同源宾格(内部宾格)。

  3. 8.87οὐ μέντοι τὸ μόριόν τι τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὸ πρὸς τὸ ἄνω κινούμενον, πρὸ τοῦ ἐκεῖνο κινεῖσθαι ἠρεμεῖν ἀνάγκη

    该句由 οὐ μέντοι 引导,与前句形成对照。语序出现了倒装(hyperbaton),复现了前句的 ἀνάγκη ἠρεμεῖν 结构。不定式的逻辑主语(宾格主语)是 τὸ ... κινούμενον,其中 μόριόν τι τῆς ἐπὶ τὸ ἄνω κινήσεως 充当分词 κινούμενον 的内部宾格,而复指它的 ἐκεῖνο 则充当不定式 κινεῖσθαι 的内部宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1303.34-1304.40