- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1302.34-1303.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指明,关于在直线上折返并连续运动的假定还会引出第二种荒谬(为了到达已在之处而运动)和第三种荒谬(从尚未处于之处出发而运动),在解答了关于经过中点的异议之后,他引入了阿佛洛狄西亚的亚历山大基于合乎本性与反乎本性运动的不相容性所提出的补充论证。
ἕπεται δέ τι καὶ ἄλλο ἄτοπον τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν.1 εἰ γὰρ τὸ κάτωθεν κινούμενον ἀπὸ τοῦ Α ἐπὶ τὸ κάτω πάλιν τὸ Α συνεχῶς καὶ καθ’ ὁρμὴν οἰκείαν ἐνεχθήσεται, ἐπὶ τὸ γενέσθαι ἐν ᾧ ἐστι κινηθήσεται· τοῦτο δὲ ἄτοπον. οὐδὲν γὰρ κινεῖται διὰ τὸ γενέσθαι ἐν ᾧ ἐστι. τὸ γὰρ κινούμενον ποθέν ποι κινεῖται. εἶτα καὶ τρίτον ἄλλο ἄτοπον ἐπάγει τῷ συνεχῶς κινεῖσθαι τὰ ἐπὶ τῆς εὐθείας ἀνακάμπτοντα, τὸ μεταβάλλειν τι ἐκ τούτου, ἐν ᾧ οὐδέπω ἐστίν. εἰ γὰρ τὸ φερόμενόν ποι εὐθὺ τῷ τῆς κινήσεως ἄρξασθαι ἐπ’ ἐκεῖνο φέρεται, ἐφ’ ὃ ἐλεύσεται τὸ κάτωθεν κινούμενον, εὐθὺς ἂν κινοῖτο οὐ μᾶλλον τὴν εἰς τὸ ἄνω ἢ τὴν ἐπὶ τὸ κάτω· ἀλλὰ ἡ κάτω γινομένη κίνησις ἐκ τοῦ ἄνω γίνεται· κινηθήσεται ἄρα τὸ κάτωθεν κινούμενον καὶ ἐκ τοῦ ἄνω, ἐν ᾧ οὔπω ἐστίν· οὐ γὰρ ἐξ ἄλλου τινὸς ἡ εἰς τὸ κάτω φορά· ἀλλὰ μὴν ἀδύνατον τὸ ποθὲν κινούμενον ἐκεῖθεν κινεῖσθαι μὴ ὂν ἐν ἐκείνῳ, ἐξ οὗ ἐκείνην τὴν κίνησιν κινήσεται. εἰ γάρ τις αὐτὸ λέγοι τότε τὴν κάτω κινεῖσθαι, ὅταν ἐν τῷ ἄνω γένηται, ὁμολογήσει αὐτὸ πρῶτον ἐν τῷ ἄνω γίνεσθαι· γινόμενον δὲ ἐν τῷ ἄνω καὶ ἀπογίνοιτο ἂν ἀπ’ αὐτοῦ, οὕτω δὲ οὐκέτι ἂν κινοῖτο συνεχῶς. Ἀλλ’ ἐρεῖ τις ἴσως ἐνιστάμενος, ὅτι κατὰ τοῦτον τὸν λόγον, οὐδὲ κάτωθεν ἄνω κινούμενον συνεχῶς κινήσεται· τὸ γὰρ κάτωθεν ἀρχόμενον ἐπὶ τὸ ἄνω κινεῖσθαι δεῖ πρῶτον ἐπὶ τὸ μέσον ἐνεχθῆναι, εἶθ’ οὕτως ἀπὸ τοῦ μέσου ἐπὶ τὸ ἄνω, ὥστε ἀπὸ τοῦ ἐν ᾧ οὔπω ἐστὶ κινεῖται· οὐδὲ τοῦτο ἄρα συνεχῶς κινήσεται καίτοι μὴ ἀνακάμπτον. ἀλλὰ ῥητέον, ὅτι πρῶτον μὲν ἡ ἄνω κίνησις οὐκ ἀπὸ ἡμίσεως ἢ μέσου λέγεται γίνεσθαι, ἀλλὰ κάτωθεν, ἔπειτα οὐ δεῖ τὸ συνεχῶς εἰς τὸ ἄνω κινούμενον ἐν τῷ ἡμίσει γενέσθαι· γινόμενον γὰρ ἐκεῖ ἀνάγκη καὶ ἀπογίνεσθαι καὶ ἐνεργείᾳ τὸ ἥμισυ διαιροῦν μεταξὺ ἠρεμεῖν·2 ἀλλ’ εἶναι μὲν ῥηθήσεται κατὰ τὸ ἥμισυ τὸ κινούμενον συνεχῶς ἐπὶ τὸ ἄνω, οὐ μέντοι γίνεσθαι, ἐν μέντοι τῷ ἄνω ἀνάγκη πρότερον γίνεσθαι τὸ ἐπὶ τὸ κάτω κινεῖσθαι μέλλον. οὐ γὰρ ἁπλοῦ τινος ἡ ἐπὶ τὸ κάτω κίνησις, ὥστε ἐν ᾧ οὔπω γέγονεν ὀφεῖλον γενέσθαι ἐκ τούτου ἂν ἤδη κινοῖτο. εἰ οὖν ταῦτα ἀδύνατα τό τε ἅμα τὰς ἐναντίας κινεῖσθαι καὶ τὸ ἐπὶ τὸ γενέσθαι ἐν ᾧ ἐστι κινεῖσθαι. καὶ τρίτον τὸ ἐκ τούτου κινεῖσθαί τι ἐν ᾧ οὔπω ἐστί· ταῦτα δὲ ἕπεται τῷ συνεχῆ λέγοντι τὴν ἐπὶ τῆς εὐθείας ἀδύνατον τὸ συνεχῆ αὐτὴν εἶναι. ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην ταῖς εἰρημέναις προστίθησι τὴν ἐπιχείρησιν3 οὐκ ἀπὸ τοῦ αὐτοῦ ἀξιώματος ὁρμωμένην· “εἰ γὰρ ἀδύνατον, φησί, τῇ κατὰ φύσιν κινήσει τὴν παρὰ φύσιν εἶναι συνεχῆ καὶ μίαν, τῷ δὲ ἐπὶ τῆς εὐθείας κινουμένῳ καὶ ἀνακάμπτοντι ἀνάγκη, εἰ τὴν ἑτέραν κινεῖται κατὰ φύσιν, τὴν ἑτέραν παρὰ φύσιν κινεῖσθαι, οὐκ ἔστι δὴ συνεχὴς ἡ ἐκ τῆς κατὰ φύσιν καὶ παρὰ φύσιν συγκειμένη.”
沿着直线运动之物既连续运动又折返,还会导出另一荒谬结论。因为,若从下方运动之物从Α再次朝向下方的Α连续地且依据其本有的冲动被运送,它就将为了生成于它现已在其中的地方而运动;但这是荒谬的。因为没有任何东西是为了生成于它现已在其中的地方而运动的;因为凡运动之物都是从某处运动到某处。随后,对于沿着直线折返之物连续运动这一设定,他还引出了第三个荒谬结论,即某物从尚未存在于其中的地方发生变化。因为,若被运送往某处的物体在开始运动之时便立即朝着从下方运动之物将要到达的目标被运送,它立即作向上的运动就不比作向下的运动更多;但向下的运动是从上方发生的;因此从下方运动之物也将从尚未存在于其中的上方出发而运动;因为向下的位移并不从任何别处发生。然而,从某处运动之物若不存在于它将要由之进行该运动的地方,却从那里运动,这是不可能的。因为假若有人说,正是当它到达上方之时它才作向下的运动,他就必会承认它首先是生成于上方之中的;而若它生成于上方之中,它也会从它离去,这样它就不再是连续运动的了。但或许有人会提出异议说,照此说来,甚至从下向上运动之物也不会连续运动了;因为从下方开始向上运动之物必先被运送到中点,然后才以这种方式从中点运送到上方,从而它是从尚未存在于其中的地方出发而运动的;因此甚至此〔物〕尽管没有折返,也将不会连续运动。然而应当回答说,首先,向上的运动并不被说成是从半途或中点发生的,而是从下方发生的;其次,连续向上运动之物不必生成于半途之中。因为若它生成于那里,就必然也会从那里离去,并且现实地将半途分割开而在其中间静止;相反,连续向上运动之物将被说成是处于半途“之中”,但决不是“生成”于半途之中;然而,将要向下运动之物却必然首先生成于上方之中。因为向下的运动并非属于某一单纯的运动,以至于从尚未生成于其中、却本应当生成于其中的地方,它就已经由之出发而运动了。因此,假若这些事情——即同时作相反的运动、为了生成于它现已在其中的地方而运动、以及第三某物从尚未存在于其中的地方出发而运动——是不可能的,而这些结论又必然伴随着主张沿着直线的运动是连续的之人,那么该运动是连续的便是不可能的。亚历山大还在上述论证之外添加了如下这一并非出自同一公理的推论:“因为他说道,若反乎本性的运动不可能与合乎本性的运动成为连续且单一的,而在直线上运动且折返之物,若其一趟运动是合乎本性的,另一趟运动就必然是反乎本性的,那么由合乎本性的运动与反乎本性的运动复合而成的运动就决不是连续的。”
- 8.86ἕπεται δέ τι καὶ ἄλλο ἄτοπον τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν
紧接 ἕπεται 的带冠词不定式与格结构 τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν 作为动词 ἕπεται 所支配的间接宾语,表示结论所依附的前提;句首的 τι καὶ ἄλλο ἄτοπον 为主语。
- 8.86γινόμενον γὰρ ἐκεῖ ἀνάγκη καὶ ἀπογίνεσθαι καὶ ἐνεργείᾳ τὸ ἥμισυ διαιροῦν μεταξὺ ἠρεμεῖν
宾格分词 γινόμενον 与 διαιροῦν 配合非人称表达 ἀνάγκη [ἐστίν] 所支配的不定式 ἀπογίνεσθαι 和 ἠρεμεῖν 的逻辑主语(宾格与不定式结构),照应前文的 τὸ συνεχῶς εἰς τὸ ἄνω κινούμενον。
- 8.86ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην ταῖς εἰρημέναις προστίθησι τὴν ἐπιχείρησιν
指示代词 ταύτην 与其修饰的名词 τὴν ἐπιχείρησιν 被与格短语 ταῖς εἰρημέναις 和动词 προστίθησι 明显隔开(分隔修饰,hyperbaton)。句子的基本骨架为:ὁ δὲ Ἀλέξανδρος προστίθησι καὶ ταύτην τὴν ἐπιχείρησιν ταῖς εἰρημέναις。
