← 辛普里丘

亚里士多德《物理学》注释

§1301.30-1302.34

相反者之间运动的非连续性与初始冲动

辛普里丘阐释了亚里士多德关于在相反者之间发生的运动绝非连续的论证(264a9)。他说明了奠基于普遍公理(运动之物从一开始即具有朝向终点的冲动)之上的辩证推论,揭示了直线连续折返运动必将导致同时进行相反运动这一不可能的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.86#1

" Ἅπαν γὰρ τὸ κινούμενον συνεχῶς ἕως τοῦ ἡ γὰρ διαλαμβανομένη στάσει οὐ μία." Ὅτι μηδεμία κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον γινομένη συνεχὴς εἶναι δύναται, δείκνυσι προλαβὼν ἀξίωμα καθολικὸν τὸ λέγον, ὅτι πᾶν τὸ διὰ κινήσεως συνεχοῦς ἐπί τι ἀφικνούμενον ἀκωλύτως εἰς ὅπερ ἦλθε πληρῶσαν τὴν κίνησιν1 ἐπὶ τοῦτο τὴν ὁρμὴν εἶχε καὶ ὅτε τῆς κινήσεως ἤρχετο· πᾶν γὰρ τὸ κινούμενον ὥσπερ ἀπό τινος ὡρισμένου κινεῖται, οὕτω καὶ ἐπί τι ὡρισμένον, ἂν μὴ ὑπό τινος ἐμποδίζηται. οἷον εἰ κάτω τι κινηθὲν ἀνεμποδίστως ἐνήνεκται, καὶ ὅτε ἐκινεῖτο ἐπὶ τὸ κάτω τὴν ὁρμὴν εἶχε· καὶ οὐ μόνον ὅτε πλησίον ἦν ἤδη τοῦ κάτω, ἀλλὰ καὶ ἀφ’ οὗ τῆς κινήσεως ἤρχετο, δι’ ἧς συνεχῶς ἐπὶ τοῦτο ἐνήνεκται, ὡς εἰς τοῦτο ἐλευσόμενον ἤρχετο κινεῖσθαι. τί γὰρ μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε γινόμενον; τοῦτο γὰρ σημαίνει τὸ τί γὰρ μᾶλλον νῦν ἢ πρότερον; ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῶν ἄλλων κινήσεων· οὐ γὰρ ἐπὶ μόνης τῆς φορᾶς, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγματος ἐγύμνασε τὸ ἀξίωμα, ἀληθής, φησίν, ἐστὶν ὁ λόγος, ἀλλ’ ὁμοίως ἀληθὴς καὶ ἐπὶ τῶν ἄλλων κινήσεων τῆς τε ἀλλοιώσεως καὶ τῆς αὐξήσεώς τε καὶ μειώσεως, καὶ ὅλως τῶν εἰς τὰ ἐναντία μεταβαλλουσῶν· οὐ γὰρ δὴ ἐπὶ τῆς γενέσεως καὶ φθορᾶς, ὡς μαθησόμεθα. τούτου οὖν ἀληθῶς ἠξιωμένου διὰ συνημμένου τινὸς τοιούτου δείκνυται τὸ προκείμενον, ὡς ἐπὶ παραδείγματος τῆς φορᾶς γινομένου τοῦ λόγου. εἰ γὰρ τὸ ἐπὶ τῆς εὐθείας κάτωθεν ἄνω φερόμενον, ὅταν ἄνω γένηται, μὴ ἡσυχάζῃ καὶ ἠρεμῇ, ἀλλὰ τῇ αὐτῇ ὁρμῇ συνεχῶς φέρηται κάτω, δῆλον ὅτι διὰ τὸ ἀξίωμα καὶ ὅτε ἤρχετο τῆς κάτωθεν κινήσεως τὴν ὁρμὴν ἐπὶ τὸ κάτω εἶχε, καὶ οὐ μόνον ὅτε γενόμενον ἄνω κινεῖται κάτω. τὸ δὴ ἀπὸ τοῦ κάτω κινούμενον, εἰ συνεχῶς κινεῖται, ἅμα τὴν ὁρμὴν ἔχει ἐπί τε τὸ ἄνω κινηθῆναι καὶ ἐπὶ τὸ κάτω. ἀλλὰ μὴν ἡ εἰς τὸ ἄνω τῇ εἰς τὸ κάτω ἐναντία· ἐξ ἐναντίων γάρ. τὸ ἄρα ἐπὶ τῆς εὐθείας κινούμενον, εἰ συνεχῶς κινεῖται, τὰς ἐναντίας κινεῖται· τοῦτο δὲ ἀδύνατον· ὥστε ἀδύνατον καὶ ᾧ τοῦτο ἠκολούθησε τὸ τὸ ἐπὶ τῆς εὐθείας κινούμενον συνεχῶς κινεῖσθαί τε καὶ ἀνακάμπτειν.2 λαβὼν δὲ τὸ μὲν Α τὴν ἀρχὴν τῆς εὐθείας, τὸ δὲ Γ τὸ πέρας, καὶ θεὶς τὸ συνεχῶς κινούμενον ἐπὶ τῆς εὐθείας ἀπό τε τοῦ Α ἐπὶ τὸ Γ, καὶ ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α κινήσεσθαι ὁμοίως, καὶ συναγαγὼν ὅτι τὸ κινούμενον οὕτως ἅμα τὰς ἐναντίας κινήσεται, διὰ τί τοῦτο ἕπεται, ὑπέμνησεν εἰπὼν ἐναντίαι γὰρ αἱ κατ’ εὐθεῖαν. τοῦτο δέ, ἐπειδὴ ἀπὸ ἐναντίων· ἐναντία γὰρ ἀλλήλοις τὰ τῆς εὐθείας πέρατα, τὸ μὲν ἄνω τῷ κάτω, τὸ δὲ δεξιὸν τῷ ἀριστερῷ, τὸ δὲ ἔμπροσθεν τῷ ὄπισθεν· ταῦτα γὰρ οὐ μόνον κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν οὕτως ἔχει, ἀλλὰ τῇ αὑτῶν φύσει πρότερον ἐν τῷ κόσμῳ δείκνυται ὄντα, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ διδασκόμεθα.

“因为一切连续运动之物,直到……因为被静止所间隔的运动并非单一的。” 在相反者之间发生的任何运动都不可能是连续的,他通过预先设定一条普遍公理指明了这一点,该公理表述为:凡是通过连续运动无阻碍地到达某一目标之物,在其开始运动之时,也具有朝向其完成运动所到达之处的冲动。因为一切运动之物,正如从某一确定的东西出发而运动一样,只要不受某物阻碍,也是朝向某一确定的东西运动的。例如,假如有某物向下运动且不受阻碍地被运送,当它在运动时它就具有朝向下的冲动;不仅在它已经接近下方之时,而且从它开始运动起(它正是通过该运动连续地被运送到那里的),它就是作为将要到达那里之物而开始运动的。因为凭什么在处于这个点上比处于那个点上时更有这种冲动呢?因为“凭什么现在比先前更有这种冲动呢?”这句话正是此意。他说,在其他诸运动中情况也同样如此。因为他说,这个道理并非仅在位移中为真(他只是把位移作为范例来操练这条公理),而是同样在其他运动中也为真,即在性质改变以及增长和减弱中,并且总括而言在转变为相反者的诸运动中也同样为真(因为正如我们将要了解的,它绝不适用于产生和毁灭)。因此,在这一公理被真实确立之后,通过如下的一个假言命题,所设定的论题便得到了证明,而论证仍以位移作为范例来进行。因为沿着直线从下向上被运送之物,一旦到达上方,若不停息和静止,而是以相同的冲动连续地被向下运送,显然根据该公理,即使当它开始由下向上的运动时,它就已经具有朝向下的冲动,而不仅仅是当它到达上方并向下运动之时。由此可见,从下方运动之物,若它是连续运动的,便同时具有向上运动和向下运动的冲动。然而,向上的运动与向下的运动是相反的;因为它们是从相反者出发的。因此,沿着直线运动之物,若它是连续运动的,便作相反的运动;而这是不可能的;从而这一点所随之而来的前提——即沿着直线运动之物既连续运动又折返——也是不可能的。他设定了Α为直线的起点,Γ为终点,并假定沿着直线连续运动之物同样从Α运动到Γ且从Γ运动到Α,且推论出按此运动之物将同时作相反的运动,之后他通过说“因为沿着直线的运动是相反的”提醒了人们为何这一结论能够成立。这是因为它们是从相反者出发的;因为直线的两端彼此相反,即上与下、右与左、前与后相反。因为这些不仅就相对于我们的关系而言是如此,而且如我们在《论天》第二卷中所学到的那样,它们被证明依其自身的本性就已在先地存在于宇宙之中。

语法注2 条
  1. 8.86πληρῶσαν τὴν κίνησιν

    πληρῶσαν 是动词 πληρόω 的不定过去时主动分词中性单数(宾格或主格),与中性单数主语短语 πᾶν τὸ ... ἀφικνούμενον 一致,作表示时间或伴随状况的副词性分词(“在完成了运动之后”),修饰到达(ἦλθε)的状态。

  2. 8.86ὥστε ἀδύνατον καὶ ᾧ τοῦτο ἠκολούθησε τὸ τὸ ἐπὶ τῆς εὐθείας κινούμενον συνεχῶς κινεῖσθαί τε καὶ ἀνακάμπτειν

    句式结构为 ὥστε ἀδύνατον [ἐστί] καὶ [ἐκεῖνο] ᾧ τοῦτο ἠκολούθησε,其中与格关系代词 ᾧ 所引导的关系节省略了先行词,而该先行词的具体内容由同位语短语 τὸ τὸ ἐπὶ τῆς εὐθείας κινούμενον... 补充说明。在连续出现的两个冠词 τὸ τὸ 中,外层的 τὸ 将后面的不定式短语(κινεῖσθαί τε καὶ ἀνακάμπτειν)整体名词化,而内层的 τὸ 则用于名词化分词 κινούμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1301.30-1302.34