← 辛普里丘

亚里士多德《物理学》注释

§1301.1-1301.29

关于直线运动非连续性的论据转换

辛普里丘总结了亚里士多德依据自然学固有的根据证明直线运动非连续性的论证,并阐明亚里士多德接下来转向借助更为普遍和辩证的“逻辑推论”来证明同一结论的过渡(264a7)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.85

" Οἷς μὲν οὖν ἄν τις ὡς οἰκείοις πιστεύσειεν ἕως τοῦ δόξειέ τῳ ταὐτὸν τοῦτο συμβαίνειν." Προθέμενος δεῖξαι, τίς ἡ συνεχὴς καὶ πρώτη κατὰ φύσιν φορὰ ἡ τῷ πρώτῳ κατὰ τόπον κινουμένῳ προσήκουσα, καὶ διελὼν τὰς φορὰς εἴς τε τὴν κύκλῳ καὶ τὴν κατ’ εὐθεῖαν καὶ τὴν μικτήν, καὶ προδιορισάμενος ὅτι, ὁποτέρα ἂν τῶν ἁπλῶν μὴ εἴη συνεχής, οὐδὲ ἡ ἐξ ἀμφοῖν μικτὴ συνεχὴς ἔσται, ἔδειξε διὰ πλειόνων, ὅτι ἡ κατ’ εὐθεῖαν κίνησις οὐκ ἔστι συνεχὴς οὐδεμία κατὰ δύο τρόπους, καὶ ὅτι τὸ φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην ἀνακάμπτει, τὸ δὲ ἀνακάμπτον τὰς ἐναντίας κινεῖται κινήσεις, αἱ δὲ ἐναντίαι κινήσεις διάφοροι κατ’ εἶδος καὶ οὐ μία οὐδὲ συνεχής· καὶ αὖ πάλιν ὅτι τὰ ἀνακάμπτοντα μεταξὺ ἠρεμεῖν ἀνάγκη, τὸ δὲ μεταξὺ ἠρεμοῦν λύει τὴν συνέχειαν τῆς κινήσεως. ταῦτα οὖν δείξας περὶ τῆς κατ’ εὐθεῖαν φορᾶς ἀπό τε τοῦ τῆς κινήσεως εἴδους τοῦ τὴν ἐναντίωσιν ἔχοντος καὶ ἀπὸ τοῦ μεγέθους, ἐφ’ οὗ ἡ ἀνακάμπτουσα κίνησις ἐπιτελεῖται, ἅπερ οἰκεῖα τῆς κινήσεώς ἐστιν ὡς καθ’ αὑτὸ ὑπάρχοντα αὐτῇ, λέγει ὅτι, οἷς μὲν ἄν τις ὡς οἰκείοις τοῦ δεικνυμένου πιστεύσειε λόγοις, οὗτοι καὶ τοιοῦτοί τινές εἰσιν,1 οἰκείους λέγων τοὺς ἐκ τῶν οἰκείων τῷ προκειμένῳ γινομένους συλλογισμούς, οὓς καὶ ἀποδεικτικοὺς ἔθος αὐτῷ καλεῖν· ἐφεξῆς δὲ τὸ αὐτὸ τοῦτο λογικῶς δείξειν ἐπαγγέλλεται. λογικοὶ δέ εἰσι συλλογισμοὶ οἱ μὴ διὰ τῶν οἰκείων καὶ προσεχῶν τῷ προκειμένῳ γινόμενοι, ὥσπερ οἱ πρότεροι, διά τε τῶν διαφορῶν τῆς κατ’ εὐθεῖαν κινήσεως καὶ διὰ τοῦ ὑποκειμένου τῇ τοιαύτῃ κινήσει μεγέθους, ἀλλὰ διὰ κοινοτέρων καὶ καθολικωτέρων καὶ δυναμένων καὶ ἄλλοις ἐφαρμόζειν, οὓς ἔθος αὐτῷ διαλεκτικοὺς καλεῖν, ὡς δι’ ἐνδόξων γινομένους ἐπιχειρήσεων. θήσει γὰρ ἐφεξῆς λόγους οὔτε τοῖς κατὰ τόπον μόνον κινουμένοις προσήκοντας οὔτε ἐκ τῶν τούτοις μόνοις καθ’ αὑτὸ ὑπαρχόντων εἰλημμένους, ἀλλὰ καὶ πᾶσι τοῖς ἐξ ἀντικειμένων εἰς ἀντικείμενα μεταβάλλουσι καὶ ἐκ τῶν ἀντικειμένων εἰλημμένους, ἅπερ οὐ μόνον τοῖς κατ’ εὐθεῖαν κινουμένοις κυρίως καὶ οὐ μόνον τούτοις ἀλλὰ καὶ πᾶσι τοῖς μεταβάλλουσιν ὑπάρχει.2

“人们作为固有的论据而可以信从的那些论证,直到……有人可能会觉得这同一件事情也会发生。” 在打算指出何为在本性上在先且连续的、属于首先按处所运动之物的位移,并将位移区分为圆周的、直线的以及混合的位移,并预先规定了只要简单位移中的任何一种不是连续的,由二者合成的混合位移也不会是连续的之后,他[亚里士多德]通过较多的论证表明了,没有任何一种直线运动是连续的,这是按两种方式证明的:即沿着直线且有限的径程运动之物会折返,而折返之物作相反的运动,相反的运动在种形式上相异,既非单一的也非连续的;此外,折返之物必定在中间静止,而在中间静止之物则断绝了运动的连续性。因此,既然从具有对立性质的运动形式出发,并从折返运动在其上得以完成的量度出发(这些由于自本地属于运动因而是运动所固有的),就直线位移表明了这些之后,他说,人们作为所证明事物的固有论据而可以信从的论证就是这些以及属于此类性质的论证;他把从拟定论题的固有事物出发而产生的推论称为固有的,而按照他的习惯也把这些推论称为论证性的;接着他预告将从逻辑上表明这同一件事。而逻辑推论并不是像此前的推论那样,通过属于拟定论题的固有且切近的事物——即通过直线运动的种种差异以及通过作为此类运动之基底的量度——而产生的,而是通过更共有、更普遍并且能够适用于其他事物的论据而产生的,由于这类推论是通过通行的见解性论证而产生的,他按照习惯将其称为辩证的。因为他接下来将提出的论据,既不单单属于按处所运动之物,也不取自就自身而言仅属于它们的事物,而是同样适用于一切从对立面转变为对立面的事物,并且是取自对立面的,而这些对立面不仅属于严格意义上按直线运动之物,并且不仅属于这些事物,而是属于一切转变之物。

语法注2 条
  1. 8.85οἷς μὲν ἄν τις ὡς οἰκείοις τοῦ δεικνυμένου πιστεύσειε λόγοις, οὗτοι καὶ τοιοῦτοί τινές εἰσιν

    关系从句 οἷς ... λόγοις 倒置先于主句的主语代词 οὗτοι,先行词名词 λόγοις 被吸收到关系从句内部并受 οἷς 的与格统辖(先行词内引)。在句法上等同于 οὗτοί εἰσιν οἱ λόγοι, οἷς ἄν τις πιστεύσειεν ὡς οἰκείοις。

  2. 8.85ἅπερ οὐ μόνον τοῖς κατ’ εὐθεῖαν κινουμένοις κυρίως καὶ οὐ μόνον τούτοις ἀλλὰ καὶ πᾶσι τοῖς μεταβάλλουσιν ὑπάρχει

    副词 κυρίως 修饰其紧邻的分词短语 τοῖς κατ’ εὐθεῖαν κινουμένοις,意为“严格意义上按直线运动之物”。句尾的 οὐ μόνον ... καὶ οὐ μόνον τούτοις ἀλλὰ καί 构成了重复强调的递进结构,即“不仅属于严格意义上的直线运动之物,并且不仅限于这些,而是属于一切转变之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1301.1-1301.29