- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1299.20-1300.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在264a4处的论证,即生成完成的极限是不可分的终点而非时间,并借助亚历山大的讨论,检验并驳斥了斯多亚派关于狄翁生死的“无限定地变转的命题”。
" Φανερὸν δέ, ὅτι εἰ ἐν τῷ Α ὅλῳ χρόνῳ ἐγίνετο ἕως τοῦ ἢ ἐν ᾧ ἐγίνετο μόνον παντί." Δείξας ὅτι ἐν μὲν τῷ Α χρόνῳ ἐγίνετο τὸ Δ, ἐν δὲ τῷ πέρατι τοῦ Α γέγονεν, ὅτι οὐκ ἔστι χρόνος τοῦτο ἐν ᾧ γέγονεν, ἀλλὰ πέρας χρόνου, δείκνυσιν ἀγχινούστατα. εἰ γὰρ ἐν μὲν τῷ Α ὅλῳ χρόνῳ φησὶν ἐγίνετο, (ἐν δὲ τῷ πέρατι αὐτοῦ γέγονεν), δειχθείη δὲ ἴσος ὁ χρόνος ὁ ἐν ᾧ ἐγίνετο συναμφοτέρῳ τῷ ἐν ᾧ ἐγίνετο καὶ τῷ ἐν ᾧ γέγονε,1 δῆλον ὅτι τὸ ἐν ᾧ γέγονε προστεθὲν τῷ ἐν ᾧ ἐγίνετο χρόνῳ, οὐκ ἐποίησε μείζονα τὸν χρόνον. ὥστε οὐκ ἦν χρόνος τὸ ἐν ᾧ γέγονε· χρόνος γὰρ χρόνῳ προστιθέμενος μείζονα τὸν ὅλον ποιεῖ. ὅτι δὲ οὐκ ἐποίησε μείζονα, δῆλον, εἴπερ ἐν πέρατι τοῦ Α χρόνου γέγονε, τὸ δὲ πέρας ἀμερές ἐστιν. καὶ ἦν μὲν αὐτόθεν δῆλον, ὅτι τὸ πέρας τοῦ χρόνου οὐκ ἔστι χρόνος. πολλὴν δὲ ἐποίησεν ἐνάργειαν ἡ δοκοῦσα παραδοξολογία τὸ μὴ εἶναι πλείονα τὸν χρόνον τόν τε ἐν ᾧ ἐγίνετο καὶ τὸν ἐν ᾧ γέγονε τοῦ ἐν ᾧ ἐγίνετο μόνου. δοκεῖ δέ μοι μὴ μάτην προστεθεικέναι τῷ ἢ ἐν ᾧ ἐγίνετο μόνον τὸ παντί, ἀλλ’ εἰς ἔνδειξιν τοῦ δεῖν μετὰ τοῦ πέρατος αὐτὸν λαμβάνειν. “Ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς Στωικοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως μὴ ὄντα τοιαῦτα. ἔστι δὲ ταῦτα τοιαῦτα· ‘εἰ ζῇ Δίων, ζήσεται Δίων.’ τοῦτο γὰρ εἰ καὶ ἀληθές2 ἐστι νῦν ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ ‘ζῇ Δίων’ καὶ λῆγον εἰς ἀληθὲς τὸ ‘ζήσεται’, ἀλλ’ ἔσται ποτέ, ὅτε τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς ‘ἀλλὰ μὴν ζῇ Δίων’ μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι τοῦ ‘ζῇ Δίων’, οὐκ ἔσται ἀληθὲς τὸ ‘καὶ ζήσεται’, οὗ μὴ ὄντος ἀληθοῦς τὸ ὅλον συνημμένον γίνοιτο ἂν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ ‘ζῇ’ ἀληθές, καὶ τὸ ‘ζήσεται’, ἐπεὶ οὕτως ἀθάνατος ἂν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας εἰπεῖν, πότε οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ ‘ζήσεται’. διὸ καὶ ἐν ἀπεριγράφῳ καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.” τοιοῦτον μὲν οὖν ἐστι τὸ ἀπεριγράφως μεταπίπτειν λεγόμενον ἀξίωμα. ὅτι δὲ μὴ ὑγιῶς λέγεται τὸ μεταπίπτειν ἐκ τῶν προσεχῶς ὑπὸ τοῦ Ἀριστοτέλους διορισθέντων ἔξεστι συνορᾶν. εἰ γὰρ πᾶν τὸ μεταβάλλον ἐν τῷ πέρατι τοῦ ἐν ᾧ μεταβάλλει χρόνου μεταβέβληκεν, ἐν ᾧ πέρατι οὐκέτι ἐν τούτῳ ἐστίν, ἐξ οὗ μετέβαλλεν, ἀλλ’ ἐν ἐκείνῳ λοιπόν, εἰς ὃ μετέβαλλέ τε καὶ μεταβέβληκεν, εἴη ἂν καὶ τὸ ζῆν Δίωνα, εἰ μεταβάλλει, ἐν ἐσχάτῳ τινὶ χρόνου μεταβάλλειν τοῦ ἐν ᾧ ζῇ, ὃ πέρας ἐστὶ χρόνου καὶ οὐ χρόνος· ἐν ᾧ οὐκέτι ἀληθὲς τὸ ζῆν Δίωνα· τέθνηκε γὰρ ἤδη ἐν τούτῳ. τὸ οὖν ‘ζῇ Δίων’ τὸ ἐν τῷ ἐνεστῶτι νῦν λεγόμενον εἰ μὲν ἐν ᾧ μεταβέβληκεν ἀπὸ τοῦ ζῆν νῦν λέγοιτο, οὐκ ἀληθές, εἰ δὲ ἐν ἄλλῳ πρὸ τούτου ὄντι νῦν, ἀληθὲς τὸ ‘ζῇ Δίων’. τῶν δὲ νῦν, ἐν ᾧ τε οὐκέτι ζῇ μεταβεβληκὼς ἤδη ὁ Δίων, καὶ ἐν ᾧ ἔτι ζῇ, χρόνος ἐστὶ μεταξύ, ὃν δηλονότι ζῇ, εἴ γε ἐν τῷ πέρατι αὐτοῦ μεταβέβληκεν ἐκ τοῦ ζῆν. καὶ ἀκολουθήσει τὸ ἐν ᾧ νῦν ἀληθὲς εἰπεῖν ὅτι ‘ζῇ Δίων’, ἐν τούτῳ ἀληθὲς εἶναι τὸ ‘ζήσεται Δίων’. ὥστε οὐ προμεταπίπτει τὸ ‘ζήσεται’ τοῦ ζῆν· μόνως γὰρ ἂν προμετέπιπτεν, εἰ ἐχόμενα ἀλλήλων ἦν τὰ νῦν τό τε ἐν ᾧ ἀληθές ἐστι τὸ ‘ζῇ Δίων’ καὶ τὸ ἐν ᾧ μεταβέβληκεν ἐκ τοῦ ζῆν. ἐπειδὴ δὲ ἐν ᾧ ἂν νῦν ἀληθῶς ληφθῇ τὸ ζῆν Δίωνα, τούτου τοῦ νῦν καὶ τοῦ ἐν ᾧ πρώτῳ μεταβέβληκεν ἐκ τοῦ ζῆν χρόνος ἐστὶ μεταξύ, ὃν ἔτι ζῇ, δῆλον ὅτι ὅτε ἀληθές ἐστι τὸ ‘ζῇ Δίων’, ἀληθὲς ἔσται καὶ τὸ ‘ζήσεται’ καὶ οὐ διὰ τοῦτο ἀθάνατος ὁ Δίων ἔσται. εἰ δὲ τὸ ‘ζῇ Δίων’ μὴ ἐν τῷ νῦν λέγοιτο, ἀλλ’ ἐν χρόνῳ, οὗ πέρας ἔσται τὸ ἐν ᾧ πρώτῳ τέθνηκε μεταβαλὼν ἀπὸ τοῦ ζῆν, μεταπεσεῖται τότε εἰς ψεῦδος τὸ ‘ζήσεται Δίων’ τῷ τὸ πέρας τοῦ χρόνου προστίθεσθαι τῷ πράγματι3 τῷ ὄντι ἐν τῷ χρόνῳ, οὗ τὸ πέρας τοῦτο ἀρχή ἐστιν, ὡς δέδεικται πρότερον. τὸ γὰρ νῦν, ἐν ᾧ πρώτῳ μετέβαλεν ἀπὸ τοῦ ζῆν, τέλος μέν ἐστι τοῦ χρόνου, ἐν ᾧ ἔζη, ἀρχὴ δὲ τοῦ ἐν ᾧ ἤδη τεθνηκώς ἐστιν.
“显然,如果它是在整个时间Α中正在生成,直到……或者仅在它在其中正在生成的全体中。” 在表明了Δ是在时间Α中正在生成,而在Α的终点中已经生成之后,他极其敏锐地证明了,它在其中已经生成的这东西并非时间,而是时间的终点。因为,正如他所说,如果它是在整个时间Α中正在生成(并且在它的终点中已经生成),并且若能表明它在其中正在生成的时间等于它在其中正在生成的时间与它在其中已经生成的时间二者的总和,显然,在其中已经生成的东西加到它在其中正在生成的时间上,并没有使时间变大。因此,在其中已经生成的并不是时间;因为时间加到时间上会使全体变大。而它没有使之变大这一点是显而易见的,既然它是在时间Α的终点中生成的,而终点是无部分的。虽然时间的终点不是时间这一点本身是自明的,但它在其中正在生成的时间与它在其中已经生成的时间并不多于仅仅它在其中正在生成的时间这一表面上的佯谬,却带来了极大的明晰性。并且在我看来,他给“或者仅在它在其中正在生成的[时间]中”加上“全体”并非徒然,而是为了表明必须把它与终点一同取得。 “正是从这些论据出发,”亚历山大说,“能够表明在斯多亚派那里被称为命题、被某些人说成是无限定地变转的命题并非如此。这些命题是这样的:‘如果狄翁活着,狄翁将活着。’因为即使这个命题在当下是真实的,从真实的‘狄翁活着’开始并以真实的‘将活着’结束,但终会有某个时刻,当附加前提‘但狄翁确实活着’为真时,这一条件命题将变转为假,这是由于终会有一个时刻,当‘狄翁活着’仍然为真时,‘并且将活着’却不再为真;而如果这不为真,整个条件命题就会变转而成为假的;因为并非只要‘活着’为真,‘将活着’就总是为真,否则狄翁就会是不死的。然而,人们不可能确定地说出在他活着的时候何时‘将活着’不再为真。因此他们说,此类命题的变转发生在无限定且不定的时间中。” 因此,所谓无限定地变转的命题就是这样的。但是,说它变转是不健全的,这一点可以从亚里士多德刚才所界定的内容中看出来。因为如果凡转变之物都是在它转变的时间的终点中已经完成转变——在这一终点中它不再处于它从中转变而来的状态,而是最终处于它转变向并且已经完成转变的状态——那么狄翁活着这件事情,如果它转变,也将在他活着的时间的某个极限中发生转变,而这是时间的终点而不是时间;在这一终点中狄翁活着不再为真;因为在这一终点中他已经死了。因此,在当下的‘现在’中所说的‘狄翁活着’这一命题,如果是指在他已经脱离活着而转变的‘现在’中所说的,就不是真的;但如果是在此前存在的另一个‘现在’中所说的,‘狄翁活着’就是真的。而在狄翁已经转变且不再活着的‘现在’与他仍然活着的‘现在’之间,存在着中间的时间,既然他是在这时间的终点中脱离活着而发生转变,显然他是在这一时间中活着。从而就会随之得出,在说‘狄翁活着’为真的那个‘现在’中,‘狄翁将活着’在其中也是真的。因此,‘将活着’并不会先于活着而变转;因为唯有当‘狄翁活着’为真的‘现在’与他脱离活着而转变的‘现在’彼此相连时,它才可能先于之变转。然而,既然在任何能够真实地取得狄翁活着这一事实的‘现在’中,在这个‘现在’与他首先脱离活着而转变的‘现在’之间都存在着中间的时间,并且在其中他依然活着,显然只要‘狄翁活着’为真,‘将活着’也将为真,狄翁并不因此就会成为不死的。但如果‘狄翁活着’不是在‘现在’中被言说,而是在某个时间中被言说,并且他脱离活着而首先死去的那一刻将作为这时间的终点,那么‘狄翁将活着’届时就会变转为假,这是由于把时间的终点附加给了存在于以这一终点为起点的时间中的事物,正如先前所表明的那样。因为他首先脱离活着而发生转变的‘现在’,既是他曾活着的时间的终结,又是他已经死去的时间的开端。
- 8.84συναμφοτέρῳ τῷ ἐν ᾧ ἐγίνετο καὶ τῷ ἐν ᾧ γέγονε
与格 συναμφοτέρῳ 作 ἴσος 的补足语(“与二者的总和相等”)。关系代词 ᾧ 的先行词(时间)被省略,两个实质化的介词关系短语并列表示处于比较中的两段时间/极限之总和。
- 8.84τῷ ἔσεσθαί ποτε, ὅτε ... οὐκ ἔσται ἀληθές
定冠词带不定式与格 τῷ ἔσεσθαί ποτε 作原因状语(“由于终将存在某个时刻……”),后接 ὅτε 从句具体限定该时刻,阐明条件命题为何会变转为假。
- 8.84τῷ τὸ πέρας τοῦ χρόνου προστίθεσθαι τῷ πράγματι
表示原因的带定冠词与格不定式结构 τῷ ... προστίθεσθαι,不定式的语义主语为宾格 τὸ πέρας τοῦ χρόνου,间接宾语为与格 τῷ πράγματι,意为“由于时间的终点被附加给事物”。
