- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:128.27-130.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德通过定义的部分(如动物、双足)是实体而非偶性来证明恰恰是存在者被分割为若干恰恰是存在者的论证(186b14),考察了亚历山大对“全由不可分者组成”这一推论的解释,并辨析了相关字句与异文。
εἰ γάρ τινι ζῴῳ εἶναι ὑπάρχει καὶ πεζῷ καὶ δίποδι, τούτῳ καὶ ἀνθρώπῳ εἶναι ὑπάρξει.1 ἀλλ’ ἔστιν ὁ ἄνθρωπος οὐσία καὶ ὅπερ ὄν. τὸ δὲ ὅπερ ὂν καὶ ἡ οὐσία ὑπόκειται μηδενὶ συμβεβηκός, ὥστε οὐδὲ τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα συμβεβηκότα ἔσται, ἀλλὰ πάντα ὅπερ ὄντα τινά. ὥστε εἰ διαιρεῖται τὸ ὂν εἰς ὄντα, πολλὰ πάλιν οὕτως ἔσται τὰ ὄντα. εἰ δὲ μὴ πολλὰ ἀλλὰ ἓν τὸ ὂν ἕκαστον, οὔτε διὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν μέγεθος ἕξει, οὔτε ὅλον οὔτε μέρη ἔσται. ἀλλ’ οὐδὲ ὁρισμὸς ἔσται τινός. οὐδὲ γὰρ ὁ λόγος ἕξει μέρη, ἀλλὰ καὶ αὐτὸς ἀδιαίρετος ἔσται. ἐξ ἀδιαιρέτων ἄρα τῶν κατὰ μέρος ὄντων οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων ἔσται τὸ πᾶν, εἴπερ τούτων μηδὲν διαιρετόν. καὶ δῆλον ὅτι ἀδιαίρετον καὶ αὐτὸ τὸ πᾶν ἔσται † καὶ τὸ πᾶν ὂν καὶ λεγόμενον. οὔτε γὰρ τὰ ἀδιαίρετα πολλὰ ἔσται πλήθους μὴ ὄντος ἐν τῷ ἑνὶ ὄντι, καὶ εἰ πολλὰ δὲ εἴη, τὸ ἐξ αὐτῶν συντιθέμενον ἀδιαίρετον ἔσται. πολλῶν γὰρ σημείων συνελθόντων ἓν γίνεται σημεῖον τὰ πάντα, ὡς καὶ αὐτὸς δείξει. ταῦτα δὲ ἄτοπα. καὶ γὰρ φαίνεται καὶ δέδεικται διαιρετὸν οὐ μόνον τὸ πᾶν, ἀλλὰ καὶ ἕκαστον τῶν ὄντων. ᾧ καὶ ἔοικεν ἐκ περιουσίας δεικνύναι, ὅτι οὐ μόνον τὸ ὅλον ὂν πολλὰ ἔσται, ἀλλὰ καὶ ἕκαστον τῶν πάντων. Ὁ δὲ Ἀλέξανδρος τὸ ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν2 ἀξιοῖ καὶ οὕτως ἀκούειν· ὡς ἐκ μὴ συμβεβηκότων μηδὲ χωρίζεσθαι δυναμένων ἀπ’ αὐτοῦ μηδὲ ἄλλης ὄντων φύσεως ἀλλὰ τῆς αὐτῆς τῷ παντί. οὐσία δὲ τὸ πᾶν καὶ τὸ ὄν, καὶ τὰ μέρη ἄρα αὐτοῦ οὐσίαι, ὡσανεὶ ἔλεγεν ‘ἐξ οὐσιῶν ἄρα τὸ πᾶν’· ἐξ ὧν δέ ἐστι καὶ διαιρεῖται εἰς ταῦτα. ὥστε δέδεικται τὸ προκείμενον, ὅτι διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα. ὥστε μὴ ὡς ἄτοπον ἐπῆχθαι τὸ ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν, ἀλλ’ ὡς ἀκόλουθον μόνον τοῖς εἰρημένοις. Αὕτη μὲν ἡ ὅλη τῶν εἰρημένων ἔννοια. κατὰ δὲ τὴν λέξιν, ὅταν λέγῃ ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν ἢ ἐξ ὧν ἐστι, δηλοῖ ὅτι καὶ ἐν οἷς μὴ ἔστιν ὁρισμὸς ὥσπερ ἐν ταῖς ἀτόμοις οὐσίαις, ἔστιν ὅμως τινὰ τὰ ἐξ ὧν ἐστι. τὸ δὲ καθ’ οὗ ἄμφω καὶ τὸ ἐκ τούτων λεγέσθω3 ἤτοι καθόλου τὸ ἐκ τῶν μερῶν συγκείμενον τοῦτο ἔστω καὶ λεγέσθω, ὅπερ καὶ τὰ μέρη ἄμφω καὶ [ἑκάτερον] εἰ τὰ μέρη συμβεβηκότα, καὶ τὸ ὅλον. ἢ μᾶλλον ἀνάπαλιν, ὅτι καὶ τὰ μέρη λεγέσθω τοῦτο ὃ καὶ τὸ ἐκ τῶν μερῶν· τὸ δὲ ἐκ τῶν μερῶν οὐσία ἦν καὶ ὅπερ ὂν καὶ οὐδενὶ συμβεβηκὸς ὄν· καὶ τὰ μέρη ἄρα οὐσίαι καὶ ὅπερ ὄντα καὶ οὐ συμβεβηκότα. γράφεται δὲ καὶ καθ’ οὗ ἄμφω καὶ ἑκάτερον καὶ τὸ ἐκ τούτων, τουτέστι καθ’ οὗ ἂν λέγηται ἄμφω καὶ ἑκάτερον ἢ ἕκαστον τῶν μερῶν, κατὰ τούτου καὶ τὸ ἐκ τῶν μερῶν λεγέσθω. τούτῳ δὲ ἂν εἴη ἀκόλουθον τὸ καὶ ὁ ἄνθρωπος ἂν εἴη τῶν συμβεβηκότων. ὧν μεταξὺ παρέλαβε τὸ ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός. ἐν τούτοις δὲ καὶ τοῦτο προσθετέον· ὅτι τὸ διαιρούμενον νῦν ὅπερ ὂν οὔτε ὡς γένος οὔτε ὡς εἶδος διῄρηται, δῆλον ἐκ τοῦ τὸν ἄνθρωπον οὐκ εἰς τοὺς ἀτόμους, ἀλλ’ εἰς τὸν ὁρισμὸν διελεῖν. Ἐπειδὴ δὲ φιλοπόνως ὁ Ἀλέξανδρος συνήγαγε τοὺς εἰς τὸν τόπον συλλογισμούς, φέρε καὶ ἡμεῖς αὐτοὺς ἐκθώμεθα κατὰ τὸ δοκοῦν ἔχοντας οὕτως ἐξ ἀρχῆς τοῦ λόγου· ‘οἱ τὸ ὂν ἓν λέγοντες ἢ πολλαχῶς λέγεσθαι τὸ ὂν φασιν ἢ μοναχῶς.
因为,若是动物、是陆生、是双足属于某物,那么是人也将属于此物。然而人是实体和恰恰是存在者。而恰恰是存在者和实体作为基质处于其下,决不是任何事物的偶性;因此定义中所包含的那些成分也不会是偶性,而全都是某种恰恰是存在者。因此,如果存在被分割为若干存在者,那么按照这种方式,存在者又将是多数。但如果每一个存在者不是多数而是一,通过带反题的逆换,它既不会具有量度,也不会是整体或部分。然而也不会有任何事物的定义。因为表述也不会具有部分,而是它自身也将是不可分的。因此,如果这些事物中没有任何一个是可分的,那么全就将由不可分的个别存在者组成,例如人和马以及其他事物。显然全本身也将是不可分的 † 既作为全存在者又作为被言说者。因为既然在单一存在者中不存在多数,不可分者就不会是多数;即使它们是多数,由它们组合而成的也将是不可分的。因为许多点聚合在一起时,全体就变成了一个点,正如他自己也将指出的那样。但这些是荒谬的。因为不仅全,而且存在者中的每一个,都显现为并且已被证明是可分的。因此,他似乎也是顺带过剩地证明了:不仅整体存在将是多数,而且一切事物中的每一个也将是多数。然而亚历山大认为,把“因此全由不可分者组成”理解为如下含义也是合理的:即由非偶性的、不能与其相分离的、不是另一种本性而是与全具有相同本性的事物组成。全与存在乃是实体,因此它的部分也是实体,仿佛他是在说“因此全由实体组成”;而它由何者组成,便也被分割为何者。因此所提出的主题得到了证明,即恰恰是存在者被分割为若干恰恰是存在者。所以,“因此全由不可分者组成”并不是作为荒谬结论被引入的,而仅仅是作为上述论断的推论被引入的。这便是所言之事的全部涵义。而就文句而言,当他说“凡在定义性表述之中的,或它由之构成的成分”时,他表明即使在没有定义的事物中,如在不可分割的实体中,也仍然存在某些它由之构成的成分。至于“由这些构成的整体,也要在两部分都被述说的主体上被述说”,要么一般地,让这个由部分构成的整体作为两部分以及[各部分]所恰恰是的那种东西而存在并被述说,如果各部分是偶性,那么整体也是;或者倒不如反过来,部分也应当被称为由部分构成的整体所是的那种东西;但由部分构成的整体曾是实体和恰恰是存在者,并不作为偶性属于任何事物;因此各部分也是实体和恰恰是存在者,而非偶性。另一种抄本写作:“在两部分和各部分以及由这些构成的整体都被述说的主体上”,也就是说,凡是两部分以及各部分或每一个部分被述说的主体,由部分构成的整体也要在这个主体上被述说。与此相随的将是“人也将在偶性之列”。在这两者之间,他插入了“但让恰恰是存在者不作为偶性属于任何事物”。在这些论述中还必须补充一点:当前被分割的恰恰是存在者既不是作为属也不是作为种被分割的,这从他不是把人分割为不可分割的个体,而是分割为定义便清楚可见。鉴于亚历山大勤勉地汇集了涉及这一主题的诸三段论,来吧,让我们也把它们按照看来合理的形态从论证的开端陈述如下:“主张存在是一的人,要么说存在是在多种意义上被述说的,要么是在单一意义上被述说的。
- 1.25εἰ γάρ τινι ζῴῳ εἶναι ὑπάρχει καὶ πεζῷ καὶ δίποδι, τούτῳ καὶ ἀνθρώπῳ εἶναι ὑπάρξει
不定式短语 ζῴῳ εἶναι、πεζῷ καὶ δίποδι [εἶναι] 与 ἀνθρώπῳ εἶναι 作为动词 ὑπάρχει 和 ὑπάρξει 的语法主语,与表示属性主体的与格 τινι 及 τούτῳ 构成谓述(“属于某物的是作为……”),表达本质规定。
- 1.25ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν
需补出主动词 ἔσται(“因此全[将由]不可分者[组成]”)。辛普里丘指出了句法和论证结构上的分歧:他本人将此句视为归谬法所导出的荒谬结论,而亚历山大则将其理解为直接的正向推论(ἀκόλουθον),意指全由不可与其分离的实体组成。
- 1.25καθ’ οὗ ἄμφω καὶ τὸ ἐκ τούτων λεγέσθω
关系从句 καθ’ οὗ ἄμφω [λέγεται] 修饰省略的先行词(如 τούτου),而 τὸ ἐκ τούτων 作为被动命令式 λεγέσθω 的主语。辛普里丘在此考察了两种推论方向:是从部分的性质(偶性或实体)推及整体,还是反过来由整体推及部分。
