- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1298.10-1299.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘详述了亚里士多德的论证,说明生成到存在的过渡这一疑难对连续时间说并不成立,因为变化的终结是在时间的极限点而非不可分的时间单位中;他还探讨了亚历山大提出的相关疑难及其解答。
εἰ οὖν κοινὸν τὸ ἄπορον, οὐδέπω ἂν εἴη δεδειγμένον τὸ μὴ ἐξ ἀτόμων συγκεῖσθαι τὸν χρόνον. λέγει οὖν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀπορία καὶ πρὸς τοὺς μὴ ἐξ ἀτόμων ποιοῦντας τὸν χρόνον. καὶ τὴν αἰτίαν προστίθησιν· αὐτοῦ γὰρ τοῦ χρόνου, ἐν ᾧ ἐγίνετο, ἐν τῷ ἐσχάτῳ σημείῳ γέγονε καὶ ἔστιν, οὗ σημείου οὐδὲν ἐχόμενόν ἐστιν οὐδὲ ἐφεξῆς,1 οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς. διὸ ἐπὶ μὲν τῶν ἄτομον λεγόντων εἶναι τὸν Α χρόνον, οὐκ ἔστιν εἰπεῖν, ὅτι ἐγίνετο μὲν ἔν τινι αὐτοῦ, ἔστι δὲ ἐν τῷ πέρατι· οὐ γὰρ ἔστι πέρας τοῦ ἀτόμου. ὥστε εἰ ἐγίνετο ἐν αὐτῷ ὄντι ἀμερεῖ, καὶ μὴ δύναται ἔν τινι αὐτοῦ γεγονέναι (ἔστι δὲ ἤδη ἐν τῷ Β ὄντι καὶ αὐτῷ χρόνῳ ἀμερεῖ), δῆλον ὅτι δεῖ εἶναί τι μεταξὺ ἐν ᾧ ἐγένετο. τοῦ γὰρ ἐν ᾧ ἐγίνετο καὶ τοῦ ἐν ᾧ ἔστι μεταξὺ ἐστι τὸ ἐν ᾧ γέγονεν,2 ὅπερ εἰ μὴ πέρας εἶναι δύναται ἀμερῶν ὄντων τῶν ΑΒ, χρόνος ἂν εἴη. ὥστε οὐκέτ’ ἂν εἴη ἐχόμενα ἀλλήλων τὰ ΑΒ, ὅπερ ἔκειτο. εἰ δὲ καὶ ἀμερὴς εἶναι λέγοιτο χρόνος ὁ μεταξύ, πάλιν τὸ αὐτὸ ἄτοπον ἕπεται. κατὰ δὲ τοὺς λέγοντας μὴ ἀμερῆ χρόνον εἶναι τὸ Α δύναται τὸ γινόμενον ἐν τῷ Α χρόνῳ ἐν τῷ πέρατι αὐτοῦ γεγονέναι, εἶναι δὲ ἤδη ἐν τῷ Β· οὕτω δὲ οὐκέτι δεήσει μεταξὺ τοῦ Α καὶ τοῦ Β χρόνον τινὰ ζητεῖν, ἐν ᾧ τὸ Δ γεγονὸς ἔσται· ἐν γὰρ τῷ Α χρόνῳ γινόμενον γέγονεν ἐν τῷ πέρατι αὐτοῦ, ὅ ἐστι μεταξὺ τοῦ τε Α χρόνου, ἐν ᾧ γινόμενον οὐδέπω ἦν, καὶ τοῦ Β, ἐν ᾧ ἤδη ἐστί· δεῖ γὰρ τὸ γινόμενον ἐν μεταξὺ τινι τοῦ τε ἐν ᾧ ἐγίνετο χρόνου καὶ τοῦ ἐν ᾧ ἤδη ἔστιν γεγονέναι ἄλλῳ ὄντι παρ’ ἑκάτερον, ὅπερ οὐ δυνατὸν ἐπὶ τοῦ Α λέγειν, εἰ ἀμερὲς εἴη· οὐ γὰρ οἷόν τε ἄλλο μέν τι εἶναι τοῦ Α ἐν ᾧ ἐγίνετο τὸ Α, ἄλλο δὲ ἐν ᾧ γέγονεν. Εἰπὼν δὲ ὅτι γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ προσέθηκεν τὸ οὗ οὐθὲν ἐχόμενόν ἐστιν οὐδὲ ἐφεξῆς, δηλονότι σημεῖον ὁποῖον αὐτό ἐστι. δείκνυσι δὲ διὰ τούτου, ὅτι τὰ νῦν, ἅ ἐστι πέρατα τοῦ χρόνου, οὐκ ἔστιν ἐχόμενα ἀλλήλων ἢ ἐφεξῆς ἀλλήλοις, ὡς εἶναι ἀπ’ αὐτῶν τὸν χρόνον. ἀλλ’ ἔστι πᾶν τὸ μετὰ τὸ πέρας τοῦ Α χρόνου λαμβανόμενον χρόνος. τὸ δὲ ἐφεξῆς προσέθηκεν ἐνδεικνύμενος, ὅπως ἔχεσθαι τὰ ἄτομα λέγοιτο ἂν ἀλλήλων· τῷ γὰρ ἑξῆς εἶναι ὡς τὰ κυρίως ἐφεξῆς λεγόμενα· οὐ γὰρ τῷ τὰ μόρια αὐτῶν συνῆφθαι· οὐ γὰρ ἔχει μόρια. Ἀπορίαν δὲ τούτοις ἐφεξῆς ὁ Ἀλέξανδρος τίθησιν οὐ πάνυ πραγματειώδη, ὡς οἶμαι. “εἰ γάρ τις λέγοι, φησίν, ἐν μὲν τῷ πέρατι τοῦ Α χρόνου, ἐν ᾧ ἐστιν ἤδη μεταβεβληκός, εἶναι τὸ Δ, ἐν δὲ τῷ Α χρόνῳ μὴ εἶναι (ἐγίνετο γὰρ ἐν ἐκείνῳ καὶ χρώμενος τῷ αὐτῷ λόγῳ ἀπαιτοίη μεταξὺ τοῦ Α χρόνου καὶ τοῦ πέρατος αὐτοῦ εἶναί τινα χρόνον, ἐν ᾧ ἐγένετο), ἔτι δοκεῖ ἡ αὐτὴ ἀπορία μένειν·3 ἐν ᾧ γὰρ πρώτῳ μεταβέβληκεν εἰς τὸ εἶναι, ἀληθὲς αὐτοῦ τὸ εἶναι κατηγορεῖν.” καὶ λύει καλῶς λέγων, ὡς εἰ μὲν χρόνος ἦν ἐν ᾧ ἐγεγόνει, εἴη ἂν ἤδη καὶ ἐν τούτῳ ὡς ἐν χρόνῳ, καὶ δέοι ἂν πρὸ τούτου εἶναί τι μεταξύ, τούτου τε καὶ τοῦ ἐν ᾧ ἐγίνετο. εἰ δὲ μὴ χρόνος τὸ ἐν ᾧ γέγονεν, ἀλλὰ πέρας τοῦ χρόνου τοῦ ἐν ᾧ ἐγίνετο, οὐκέτι ἀκολουθήσει τὸ δεῖν τοῦ τε πέρατος καὶ τοῦ οὗ ἐστι πέρας εἶναί τι μεταξύ· τῶν γὰρ χρόνων, τοῦ τε ἐν ᾧ μήπω ἐστίν, ἀλλὰ γίνεται, καὶ τοῦ ἐν ᾧ ἤδη ἐστί, δεῖ τι μεταξὺ εἶναι τὸ ἐν ᾧ γέγονεν. εἰ δὲ λέγοι τις αὐτὸ ἐν τῷ πέρατι τοῦ Α μὴ μόνον γεγονέναι, ἀλλὰ καὶ εἶναι, δῆλον ὅτι καὶ ἐν τῇ ἀρχῇ τοῦ Α μὴ εἶναι αὐτὸ ἐρεῖ· καίτοι τὸ ἤδη γινόμενον ἐστι πως.
因此,如果这一疑难是共通的,那么时间并非由不可分之物组成这一点就尚未得到证明。于是他说,对于不主张时间由不可分之物组成的人来说,同样的疑难并不成立。并且他补充了理由:因为在它正生成的那个时间本身的极限点上,它已经生成并存在着,对于这个点而言没有任何东西与之相连或相继,而不可分的时间则是相继的。因此,在那些主张时间Α是不可分的人看来,不可能说它在Α的某个部分中正在生成,而在其终点中存在;因为不可分之物并没有终点。从而,如果它是在作为无部分之物的Α中正在生成,并且不可能在它的某个部分中已经生成(而它在本身也是不可分时间的Β中已经存在),显然必须存在某个它在其中生成的中间之物。因为在它正在生成的时间与它存在的时间之间的,正是它在其中已经生成的东西,而如果因为Α和Β是无部分的因而这不可能是终点,那么它就只能是时间。从而Α和Β就不再彼此相连,而〔彼此相连〕正是原本设定的。即使中间的时间被说成是无部分的,同样的不合理之处也会再次随之而来。但根据那些主张时间Α并非无部分的人,在时间Α中正在生成之物完全可以在它的终点中已经生成,而在Β中已经存在;这样一来,就不再需要去探求在Α和Β之间的某个Δ在其中将已经生成的时间;因为在时间Α中生成之物是在它的终点中生成了,而这终点正处在它在其中生成且尚不存在的时间Α与它在其中已经存在的时间Β之间;因为生成之物必须在它正在生成的时间与它已经存在的时间之间的某个有别于二者的中间物中生成,而如果Α是无部分的,对Α就不能这样说;因为不可能Α的一部分是它在其中正在生成的,而另一部分是它在其中已经生成的。 在说了它在极限点中生成并存在之后,他补充了“对此没有任何东西相连或相继”,即〔没有任何〕像它自身那样的点。他通过这一点表明,作为时间终点的‘现在’之间并不彼此相连或彼此相继,以至于时间由它们构成。相反,在时间Α的终点之后被取得的一切都是时间。而他之所以补充“相继”,是为了表明不可分之物如何能被说成是彼此相连的:即通过相续,如同严格意义上被称为相继之物那样;因为这不是由于它们的部分结合在一起,毕竟不可分之物没有部分。 在此之后,亚历山大提出了一个在我看来并不十分重大的疑难。“因为如果有人说,”他说,“在时间Α的终点中,即在它已经完成转变的终点中,Δ存在,而在时间Α中并不存在(因为它正在其中生成),并且运用同样的论证要求在时间Α与其终点之间存在某个它在其中生成的时间,似乎同样的疑难依然存在;因为在它首先转变进入存在之物中,把存在述谓于它是真实的。”而他做出了很好的解答,说如果它在其中已经生成的是时间,那么它就会如同在时间中一样已经在这个时间中存在,并且在这之前,在此与它正在生成的时间之间就必须存在某个中间物。但如果它在其中已经生成的并不是时间,而是它正在生成的时间的终点,那么在终点与以其为终点之物之间必须存在某个中间物这一结论就不再随之而来;因为在时间之间——即它尚不存在而是正在生成的时间,与它已经存在的时间——必须存在某个中间物,即它在其中已经生成的那个东西。但如果有人说它不仅在Α的终点中生成了,而且也存在着,显然他也会说它在Α的起点中并不存在;然而已经在生成之物在某种意义上存在着。
- 8.83οὐδὲν ἐχόμενόν ἐστιν οὐδὲ ἐφεξῆς, οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς
关系代词 οὗ 的先行词是前文的 σημείου。此处将点的几何学性质(点与点之间必有间隔,因而不可能彼此直接相连或相继)与时间原子论者所设想的不可分时间之间的相继关系(ἐφεξῆς)相对比。
- 8.83οὐ γὰρ οἷόν τε ἄλλο μέν τι εἶναι τοῦ Α ἐν ᾧ ἐγίνετο τὸ Α, ἄλλο δὲ ἐν ᾧ γέγονεν
τοῦ Α 是部分属格,同时修饰 ἄλλο μέν τι 与 ἄλλο δέ。由于不可分的时间 Α 不可能有部分,因而在逻辑上不可能在 Α 中划分出“某一部分正在生成”与“另一部分已经完成生成”的区别。
- 8.83εἰ γάρ τις λέγοι, φησίν, ἐν μὲν τῷ πέρατι τοῦ Α χρόνου [...] ἔτι δοκεῖ ἡ αὐτὴ ἀπορία μένειν
引自亚历山大的疑难句中出现的破格构文(anacoluthon)。条件从句由祈愿语气动词(λέγοι, ἀπαιτοίη)引导提出假定异议,而归结从句则转为直陈式现在时(ἔτι δοκεῖ),将论敌所主张的疑难的持续性作为直接结果呈现出来。
