← 辛普里丘

亚里士多德《物理学》注释

§1296.36-1298.10

驳不可分之现在构成时间与生成的疑难

辛普里丘注解《物理学》第8卷第8章(263b26),通过表明生成过程与存在状态之间的过渡需要时间跨度,来反驳时间由不可分的‘现在’组成的观点,并着手回应相关异议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.83#1

" Εἰ δὲ ὃ ἄν ᾖ πρότερον μὴ ὄν ἕως τοῦ οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς." Ὅτε ἐδείκνυεν ὅτι τὸ ἀνακάμπτον ἀνάγκη ἠρεμῆσαι ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει, προσχρησάμενος ἐν τῇ δείξει τῷ μὴ δύνασθαι ἐν τῷ αὐτῷ νῦν,1 ὅπερ ἐστὶ πέρας χρόνου, ἀλλ’ οὐ χρόνος, γενέσθαι τι ἔν τινι καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ, ὅπερ ἠκολούθει τῷ μὴ ἐξ ἀμερῶν συγκεῖσθαι τὸν χρόνον, μηδὲ δύνασθαι ἔχεσθαι ἀλλήλων τὰ νῦν (τούτου γὰρ κειμένου ἔπεται τὸ τοῖν δυοῖν νῦν, τοῦ2 τε ἐν ᾧ ἐγένετο κινούμενον πέρατι ὄντι τοῦ γίνεσθαι καὶ τοῦ νῦν ἐν ᾧ ἀπεγένετο, χρόνον τινὰ μεταξὺ γεγονέναι, ἐν ᾧ ἦν ἀνάγκη ἠρεμεῖν μὴ πελαζόντων ἀλλήλοις τῶν νῦν), τοῦτο οὖν αὐτὸ προσκατασκευάζει νῦν, ὅτι μὴ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν μηδὲ διαιρεῖται εἰς ἀμερῆ. καὶ ἔδειξε μὲν τοῦτο διὰ πλειόνων ἐν τῷ Ζ ταύτης τῆς πραγματείας καθολικώτερον αὐτὸ προβαλλόμενος, ὅτι μηδὲν συνεχὲς ἐξ ἀμερῶν σύγκειται· καὶ νῦν δὲ ἰδίως ἐπὶ τοῦ χρόνου προσκατασκευάζει τὸ αὐτὸ πιστούμενος τὸν λόγον ἐκ τῶν προσεχῶς αὐτῷ δεδειγμένων. χρῆται γὰρ τῷ τὴν πρώτην μεταβολήν, καθ’ ἣν μεταβέβληκέ τι μὴ ἐν χρόνῳ γίνεσθαι, ἀλλ’ ἐν πέρατι τοῦ χρόνου, καθ’ ὃν μετέβαλλεν, καὶ ἀπὸ τούτου δεικνύει τὸ προκείμενον. προλαμβάνει δὲ ὡς ἐναργὲς ἀξίωμα ὅτι, ὃ ἂν ᾖ ὕστερον πρότερον μὴ ὄν, ἀνάγκη τοῦτο πρὸ τοῦ εἶναι γίνεσθαι καὶ ὅτε γίνεται μήπω εἶναι. δῆλον δὲ ὅτι ἐπὶ τῶν διὰ γενέσεως εἰς τὸ εἶναι παριόντων ἀληθὴς ὁ λόγος, ἀλλ’ οὐκ ἐπ’ ἐκείνων, περὶ ὧν αὐτὸς πρότερον ἔλεγεν, ὅτι ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, χωρὶς γενέσεως καὶ φθορᾶς. τούτου οὖν κειμένου τοῦ ἀξιώματος ἀδύνατόν φησιν εἰς τὰ νῦν διαιρεῖσθαι τὸν χρόνον ὡς εἰς ἀτόμους χρόνους, καὶ συγκεῖσθαι αὐτὸν ἐκ τῶν νῦν. εἰ γὰρ εἴη τὸ γινόμενον λευκὸν οἷον τὸ Δ ὄντος χρόνου τινὸς ἐξ ἀτόμων συγκειμένου τοῦ Α, τὸ Δ γινόμενον λευκὸν ἐν ἀτόμῳ χρόνῳ, ἐν ᾧ γίνεται λευκόν, οὐδέπω ἐστὶν ἐν αὐτῷ λευκόν· κεῖται γάρ, ὅτι τὸ γινόμενον, ὅτε γίνεται, οὐδέπω ἐστὶν ὃ γίνεται. τὸ δὴ Δ ἐν τῷ Α χρόνῳ οὔπω ἐστὶ λευκόν. γέγονε δὲ ἅμα (ἀντὶ τοῦ ἔστιν ἤδη) ἐν τῷ ἐχομένῳ τοῦ Α χρόνῳ ἀτόμῳ τῷ Β λευκόν. δεῖ ἄρα τινὰ εἶναι μεταξὺ τοῦ Α καὶ τοῦ Β χρόνον, ἐν ᾧ γέγονε λευκόν. οὐ γὰρ δὴ ἐν πέρατι χρόνου τοῦ Α δύναται λέγεσθαι γεγονέναι ὄντι μεταξὺ τῶν ΑΒ χρόνων· οὐ γὰρ ἔστι τοῦ ἀμεροῦς πέρας. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε τὸ Α καὶ τὸ Β τὰ ἄτομα ἔχεσθαι ἀλλήλων· εἰ γὰρ πᾶσα γένεσις ἐν χρόνῳ (οὐ γὰρ δὴ ἐν πέρατι χρόνου· οὐ γὰρ ἔστι πέρας τοῦ ἀτόμου), γίνεσθαι δὲ δεῖ τὸ Δ μεταξὺ τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ ἐν ᾧ οὐδέπω ἐστὶ χρόνου, ἔσται καὶ τούτων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ ἐν ᾧ οὐδέπω ἦν (ταῦτα δὲ ἦν τὰ ΑΒ), χρόνος τις μεταξύ. κἂν ληφθῇ δέ τις τῶν ΑΒ χρόνων μεταξὺ χρόνος ἄτομος, ἐν ᾧ τις ἐρεῖ γεγονέναι τὸ Δ, οἷον ὁ Β, πάλιν ἐπὶ τῶν ΑΒ χρόνων ὁ αὐτὸς λόγος. ἐπεὶ γὰρ τὸ Δ ἔστι μὲν ἐν τῷ Β, οὐκ ἦν δὲ ἐν τῷ Α (ἐγίνετο γὰρ ἐν ἐκείνῳ), δεῖ τινα πάλιν τούτων εἶναι μεταξὺ χρόνον, ἐν ᾧ γεγονὸς ἔσται τὸ Δ. τὸ δὲ γέγονε δὲ ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ, ἐχομένῳ δὲ ἐν τῷ Β εἴρηκεν ἀντὶ τοῦ ‘ἤδη δὲ γεγονός ἐστι καὶ ὂν ἐν ἀτόμῳ χρόνῳ ἑτέρῳ’· οὐ γὰρ τοῦτο λαμβάνει, ὅτι ἐν τῷ Β γέγονε. ζητεῖ γάρ, ἐν τίνι γέγονεν. Εἶτα ἔνστασιν λύει τὴν λέγουσαν, ὅτι ἡ αὐτὴ ἀπορία δύναται ἀπορεῖσθαι καὶ πρὸς τοὺς οὐκ ἐξ ἀτόμων λέγοντας συγκεῖσθαι τὸν χρόνον· καὶ γὰρ ἐπὶ τούτων δοκεῖ εὔλογον εἶναι, ὡς ἐπ’ ἐκείνων, εἶναί τινα μεταξὺ τοῦ τε ἐν ᾧ ἐγίνετο καὶ τοῦ ἐν ᾧ ἔστι, χρόνον· πάλιν γὰρ ὁμοίως ἐν μὲν τῷ Α, ἐπειδὴ ἐγίνετο ἐν αὐτῷ, οὐκ ἔσται, ἐν δὲ τῷ Β ἔσται· μεταξὺ ἄρα τοῦ τε ἀμεροῦς τοῦ χρόνου καὶ τοῦ Β, ἃ εἴχετο ἀλλήλων, ἔσται τις χρόνος.

“如果此前不存在而存在的任何事物[……]而不可分的时间则是相继的。” 当他证明折返之物必然在它折返的那个点静止时,在证明中额外使用了这一前提,即在同一个作为时间的终点而非时间的‘现在’中,某物不可能既在某处生成又从它离去——这随之得自于时间并非由无部分之物组成,以及‘现在’之间不可能彼此相连(因为如果设定了这一点,随之而来的便是,在运动中生成的‘现在’——它是生成的终点——与它离去的‘现在’这两个‘现在’之间,已经产生了一段某时间,因为‘现在’彼此不相挨,它必然在这段时间中静止)——正是这一点,他现在额外加以确立:时间并非由无部分之物组成,也不被分割为无部分之物。他在本论著的第六卷中通过诸多论证更普遍地提出了这一点,即任何连续之物都不是由无部分之物组成的;而现在,他专门针对时间额外确立了同样的观点,从最近由他证明的事情中来证实这一论证。因为他利用了这一前提,即某物完成转变所依凭的第一转变并不是在时间中发生,而是在它正进行转变的时间的终点中发生的,并且由此证明了当前提出的论题。他预先设定为显然公理的是:此前不存在而后存在的任何事物,在存在之前必然处于生成中,而在它正生成时则尚不存在。显然,这一说法对于通过生成过渡到存在之物是真实的,但对于他自己此前所说的那些无需生成和消灭便时而存在时而并不存在之物,则不是真实的。因此,在此公理设立的前提下,他说,时间不可能被分割为作为不可分时间的‘现在’,也不可能由‘现在’组成。因为如果存在正在变白的事物,例如Δ,而存在某个由不可分之物组成的时间Α,那么在不可分时间中正变白的Δ,在它正变白的那个时间内,在其中尚不是白的;因为已经设定,生成之物在它正生成时,尚不是它正在生成的那种事物。因此Δ在时间Α中尚不是白的。而在与Α相连的不可分时间Β中,它同时(意思是‘已经存在’)变成了白的。因此在Α和Β之间必定有某个时间,它在其中变成了白。因为确实不能说它是在介于时间Α与Β之间的属于时间Α的终点中变成白;因为无部分之物并不存在终点。如果这是这样,那么不可分之物Α和Β就不可能彼此相连;因为如果所有的生成都在时间中(确实不在时间的终点中,因为不可分之物不存在终点),并且Δ必须在它存在的时间与它尚不存在的时间之间生成,那么在这些时间之间,即在它存在的时间与它尚不存在的时间(这些就是Α和Β)之间,也将有某个时间。即使在时间Α与Β之间假设了某个不可分的时间,有人会说Δ是在其中生成的,例如Β,对时间Α和Β同样也适用相同的道理。因为既然Δ在Β中存在,而在Α中不存在(因为它在其中正在生成),那么在这些时间之间必须再次有某个时间,Δ在其中将已经生成。而他之所以说“它同时生成并且存在于另一个不可分的时间中,即在相继的Β中”,是为了代替“它已经在另一个不可分的时间中生成并且存在”;因为他并不预设这一点,即它是在Β中生成的。因为他正在探求它是在什么之中生成的。接着,他反驳了那种认为同样的疑难也可以针对主张时间不由不可分之物组成的人提出的异议;因为在这些人看来,正如在前一种情况下一样,在它正在生成的时间与它存在的时间之间存在某个时间,似乎也是合理的;因为同样地,在Α中由于它正在其中生成因而不存在,而在Β中将存在;因此,在时间的无部分之物与Β——它们曾彼此相连——之间,将存在某个时间。

语法注2 条
  1. 8.83Ὅτε ἐδείκνυεν ὅτι τὸ ἀνακάμπτον ἀνάγκη ἠρεμῆσαι ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει ... τοῦτο οὖν αὐτὸ προσκατασκευάζει νῦν

    这是一个复指恢复结构:以连接词 Ὅτε 开头的长从句群(包含分词短语 προσχρησάμενος、关系从句、独立属格以及括号内的先前证明摘要)铺展开之后,由主句的 τοῦτο οὖν αὐτὸ προσκατασκευάζει νῦν 重新承接并完成整个句子的核心结构。

  2. 8.83τὸ δὲ γέγονε δὲ ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ, ἐχομένῳ δὲ ἐν τῷ Β εἴρηκεν ἀντὶ τοῦ

    中性单数定冠词 τό 将引自亚里士多德原文的整个子句(γέγονε δὲ ἅμα καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ, ἐχομένῳ δὲ ἐν τῷ Β)名词化,作为主动词 εἴρηκεν 的直接宾语,随后的 ἀντὶ τοῦ 引出对其含义的替代性阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1296.36-1298.10