- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1295.37-1296.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了若将作为界限的“现在”视为两个状态所共有,会导致已生成者不存在和已消灭者存在等矛盾,表明事物的终点应当归属于后续状态。随后他引述亚历山大指出,“苏格拉底何时死去”以及“孩子何时出生”的疑难,通过将变化的完成理解为发生在时间的终点而非时间之内而得以解决。
ὅτι δὲ ταῦτα συμβαίνει, δῆλον ἐντεῦθεν· εἰ γὰρ τὸ γινόμενον ἐν τῷ Α χρόνῳ λευκὸν εἴη κείμενον καὶ ἐν τῷ πέρατι αὐτοῦ τῷ Γ, ἐν ᾧ μεταβέβληκε, γινόμενον ἔτι οὐκ ἂν εἴη ὂν ἐν τῷ Γ· τὸ γὰρ γινόμενον οὔπω ὄν ἐστιν· ἀλλὰ μὴν ἐν τῷ Β χρόνῳ παντὶ κεῖται γεγονός, ὥστε καὶ ἐν τῇ ἀρχῇ αὐτοῦ, τουτέστιν ἐν τῷ Γ, γεγονὸς ἔσται· ἐν τῷ Γ ἄρα καὶ γέγονεν, ὅτι ἀρχὴ τὸ Γ τοῦ Β ἐν ᾧ γέγονε, καὶ οὔπω ἔστιν, ὅτι τέλος τὸ Γ τοῦ Α, ἐν ᾧ ἔτι γίνεται. καὶ κεῖται τὸ γινόμενον ἐν τῷ Α λευκὸν καὶ ἐν τῷ πέρατι αὐτοῦ γίνεσθαι ἔτι. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐφθαρμένου· εἰ γὰρ τὸ φθειρόμενον εἴτε τὸ λευκὸν εἴη τοῦτο εἴτε ὁτιδήποτε, ἕως ἂν φθαρῇ, ἔστιν, ἐφθείρετο δὲ τὸ Δ ἐν τῷ Α ὅλῳ χρόνῳ, εἰ καὶ ἐν τῷ πέρατι αὐτοῦ τῷ Γ τεθείη φθείρεσθαι, εἴη ἂν ἔτι ἐν τῷ Γ. ἀλλ’ εἰ ἐν τῷ Β παντὶ ἔφθαρταί τε καὶ οὐκ ἔστιν, ἀρχὴ δὲ τοῦ Β τὸ Γ, ἐν τῷ Γ ἄρα, διότι μὲν τέλος ἐστὶ τὸ Γ τοῦ Α, ἐν ᾧ ἐφθείρετο, ἔστιν ἔτι· διότι δὲ ἀρχὴ τοῦ Β, ἐν ᾧ ἔφθαρτο, ἐφθαρμένον ἔσται· ὅτε ἄρα ἔφθαρται, ἔστιν ἔτι, ὥστε τῷ τὸ Γ κοινὸν λέγοντι ἄμφω ἀκολουθήσει τὰ ἀδύνατα1 τό τε γεγονός, ὅτε γέγονε καὶ ἔστι, τότε μὴ εἶναι καὶ τὸ ἐφθαρμένον, ὅτε ἔφθαρταί τε καὶ οὐκ ἔστι, τότε εἶναι· ἔτι τε τὸ αὐτό τι ἅμα λευκόν τε εἶναι καὶ οὐ λευκόν, ὥσπερ ἐδείχθη, καὶ τὸ αὐτὸ γινόμενόν τε ἅμα καὶ μὴ ὄν. χρὴ οὖν τὸ πέρας τοῦ ἐν τῷ Α χρόνῳ πράγματος τῷ ἐν τῷ Β χρόνῳ ὄντι πράγματι προσνέμειν, ἵνα μὴ τῇ ἀντιφάσει περιπίπτωμεν. “Καὶ τὸ ἀπορούμενον δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ πότε ἀπέθανε Σωκράτης, λύοιτο ἂν οὕτως. ἡ δὲ ἀπορία τοιαύτη· πότε ἀπέθανε Σωκράτης; πότερον ἐν ᾧ ἀπέθνησκε χρόνῳ ἢ ἐν ᾧ ἐτεθνήκει· οὐ γὰρ οἷόν τε ἔν τινι μεταξὺ τούτων χρόνῳ διὰ τὸ μηδὲ εἶναί τινα μεταξύ. ἀλλ’ οὔτε ἐν ᾧ ἀπέθνησκεν, ἀληθὲς εἰπεῖν, ὅτι ἀπέθανεν (ἐν παντὶ γὰρ μορίῳ τοῦ ἐν ᾧ ἀπέθνησκε χρόνῳ ἔζη) οὔτε ἐν ᾧ ἐτεθνήκει· οὐχ οἷόν τε γὰρ τὸν ἤδη τεθνεῶτα ἀποθανεῖν, εἴπερ τὸ μὲν ‘ἀπέθανε’ τὸ μετὰ τὸ ἀποθνήσκειν λέγομεν, τῷ δὲ ‘ἀπέθανεν’ ὡς ἀρχὴ ἕπεται τὸ τεθνηκέναι.2 καὶ τὸ μὲν ‘ἀπέθανεν’ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν πέρατι τοῦ ἐν ᾧ ἀπέθνησκε χρόνου. τὸ δὲ ‘τέθνηκεν’ ἐν παντὶ λοιπὸν τῷ μετὰ τὸ ‘ἀπέθανε’ χρόνῳ. λύεται οὖν τοῦτο τοῖς πρότερον εἰρημένοις· μετέβαλε γὰρ ἐκ τοῦ ζῆν καὶ ἀπέθανεν ἐν τῷ πρώτῳ πέρατι τοῦ ἐν ᾧ ζῶν ἀπέθνησκε χρόνου, οὐκ ἐν χρόνῳ, ἐν ᾧ λοιπὸν οὐκέτι ἦν ζῶν· οὔτε οὖν ἐν ᾧ ἔζη χρόνῳ οὔτε ἐν ᾧ τέθνηκεν ἀπέθανεν· οὐδὲ γὰρ ἐν χρόνῳ ὅλως, ἀλλ’ ἐν πέρατι τοῦ ἐν ᾧ ἔζη χρόνου.” ὅμοιον δὲ καὶ τὸ ἐρωτᾶν, πότε ἐτέχθη τὸ παιδίον. ἆρα ὅτε ἐτίκτετο, ἢ ὅτε τεχθὲν τρέφεται; καὶ δῆλον ὅτι οὐδέτερον τούτων, ἀλλ’ ἐν τῷ πέρατι τοῦ τίκτεσθαι· καὶ οὔτε ἐν τῷ πρὸ αὐτοῦ χρόνῳ οὔτε ἐν τῷ μετ’ αὐτὸ οὐδὲ ὅλως ἐν χρόνῳ.
这些情况的发生从以下之点来看是显然的:因为如果在时间Α中正在变成白的事物被设定在其发生改变的终点Γ中也仍在生成,那么它在Γ中就不会是存在之物;因为正在生成之物尚不是存在之物。然而,在整个时间Β中它都被设定为已经生成,因此在它的起点中,也就是在Γ中,它也将已经生成。因此,在Γ中,既由于Γ是它在其中已经生成的时间Β的起点而已经生成,又由于Γ是它在其中仍在生成的时间Α的终点而尚未存在。而且在Α中正在变成白的事物被设定在其终点中也仍在生成。同样的道理也适用于已经消灭之物:因为如果正在消灭之物,无论这是白还是任何其他事物,只要在消灭之前就存在,而Δ在整个时间Α中正在消灭,如果它被设定在其终点Γ中也正在消灭,那么它在Γ中就仍会存在。但如果它在整个Β中已经消灭并且不存在,而Γ是Β的起点,那么在Γ中,一方面由于Γ是它在其中正在消灭的时间Α的终点,它就仍存在;另一方面由于它是它在其中已消灭的时间Β的起点,它就将是已消灭的。因此,当它已经消灭时,它仍存在。所以,对于主张Γ是共有的人来说,两种不可能的情况都将随之而来:即已经生成之物,当它已经生成并且存在时,那时却不存在;以及已经消灭之物,当它已经消灭并且不存在时,那时却存在。此外[还将随之而来的是],正如已经指出的,同一事物同时既是白的又是非白的,并且同一事物同时既正在生成又不存在。因此,必须把时间Α中事物的终点归属于在时间Β中存在的事物,以免我们陷入矛盾。“亚历山大说,关于苏格拉底何时死去的疑难,也可以通过这种方式得到解决。这个疑难是这样的:苏格拉底何时死去的?是在他正濒死的时间中,还是在他已经死了的时间中?因为不可能在介于这些之间的任何时间中[死去],这是由于它们之间根本没有任何时间。但是,说他在他正濒死的时间中死了,并不是真的(因为在他正濒死的时间的每一个部分中他都活着);说他在他已经死了的时间中死了,也不是真的;因为已经死的人是不可能死去的,如果我们确实把‘死去了’说成是濒死之后的事,而对‘死去了’来说,作为起点随之而来的是已经死去的状态。并且‘死去了’不是在时间中,而是在他正濒死的时间的终点中;至于‘已经死了’则是在‘死去了’之后的全部剩余时间中。因此,这一疑难可以通过先前所说的话来解决:因为他从活着发生转变,并且是在他活着且正濒死的时间的第一终点中死去的,而不是在时间中,在其中他此后不再活着。所以,他既不是在他活着的时间中死去的,也不是在他已经死了的时间中死去的;因为这根本不是在时间中,而是在他活着的时间的终点中。”同样的问题也在于询问孩子是在何时出生的:是在正在出生时,还是在出生之后被抚养时?显然两者都不是,而是在出生的终点中;并且既不是在它之前的时间中,也不是在它之后的时间中,根本不是在时间中。
- 8.82ὥστε τῷ τὸ Γ κοινὸν λέγοντι ἄμφω ἀκολουθήσει τὰ ἀδύνατα
与格分词短语 τῷ ... λέγοντι(“对于主张……的人”)作为 ἀκολουθήσει 的间接宾语,其语法主语是 ἄμφω τὰ ἀδύνατα,后文由并列短语 τό τε γεγονός... καὶ τὸ ἐφθαρμένον... 对其内容加以展开。这两个带冠词的短语与 ἄμφω τὰ ἀδύνατα 构成同位语,以名词化短语的形式表达了命题性事态,即“已经生成之物……不存在”与“已经消灭之物……存在”。
- 8.82τῷ δὲ ‘ἀπέθανεν’ ὡς ἀρχὴ ἕπεται τὸ τεθνηκέναι
与格 τῷ ‘ἀπέθανεν’ 由动词 ἕπεται 支配,句子主语是带有冠词的不定词 τὸ τεθνηκέναι(完成时不定词,“已经死去的状态”)。ὡς ἀρχὴ(“作为起点”)在此作为主语 τὸ τεθνηκέναι 的述谓性限制成分,构成了“对‘死去了’而言,‘已经死了’作为[后续时间的]起点随之而来”的句法结构。
