- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1295.4-1295.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德的归谬论证:若在事物上也把“现在”当作共同界限,则会导致在无部分的瞬间同时具有矛盾状态(白与非白);进而从生成与消灭的角度论证为何“现在”必须仅仅作为后继状态的起点被归属于后者。
Ἡ δὲ ἀπόδειξις, καθ’ ἣν δείκνυσιν, ὅτι κοινοῦ καὶ ἐπὶ τῶν πραγμάτων τοῦ νῦν λαμβανομένου ὡς ἐπὶ τῶν χρόνων συμβήσεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι καὶ ὅτε γέγονέ τι μὴ εἶναι, τοιαύτη τίς ἐστι· λαμβάνει τὸ Δ ἀντὶ τοῦ πράγματος καὶ χρόνους δύο πρότερον μὲν τὸ Α, ὕστερον δὲ τὸ Β διῃρημένους ἀπ’ ἀλλήλων κατὰ τὸ Γ. καὶ ὑποτίθεται τὸ Δ ἐν μὲν τῷ προτέρῳ χρόνῳ τῷ Α λευκόν, ἐν δὲ τῷ ὑστέρῳ τῷ Β τῷ μετὰ τὴν κατὰ τὸ Γ1 διαίρεσιν οὐ λευκόν, τὸ δὲ Γ κοινὸν ὅρον ἀμφοτέρων τῶν χρόνων, τοῦ μὲν Α πέρας ὄν, τοῦ δὲ Β ἀρχήν. καὶ λέγει ὅτι, ἐὰν τὸ Γ καὶ ἐπὶ τοῦ πράγματος ὑποτεθῇ, τοῦ μὲν πέρας τοῦ δὲ ἀρχή, τὸ Δ ἐν τῷ Α χρόνῳ λευκὸν ὂν ἔσται καὶ ἐν τῷ πέρατι τοῦ Α λευκόν· τοῦτο δὲ ἦν τὸ Γ. καὶ πάλιν εἰ ἐν τῷ Β ὅλῳ ἔστι τὸ οὐ λευκόν, δῆλον ὡς καὶ ἐν τῇ ἀρχῇ αὐτοῦ ἔσται οὐ λευκόν· ἀρχὴ δὲ ἦν τὸ Γ, ὅπερ τοῦ Α πέρας ἦν. ἐν τῷ Γ ἄρα ἀμερεῖ ὄντι λευκὸν ἔστι τε καὶ οὐκ ἔστι. τὸ μὲν οὖν ἑπόμενον ἄτοπον τῷ * τὸ Γ ὥσπερ τοῦ προτέρου καὶ ὑστέρου χρόνου τοῦ μὲν ἀρχὴ τοῦ δὲ πέρας ἐστὶν οὕτω καὶ τοῦ πράγματος, τοῦτό ἐστι. λέγει δὲ αὐτὸς μὴ δεῖν συγχωρεῖν οὕτως ἐν παντὶ τῷ πρώτῳ χρόνῳ τὸ Δ λευκὸν εἶναι, ὡς καὶ ἐν τῷ πέρατι αὐτοῦ ἔτι τοιοῦτον εἶναι, ἀλλ’ ἐν τῷ χρόνῳ μὲν παντὶ δοτέον, οὐ μὴν καὶ ἐν τῷ πέρατι αὐτοῦ· ἀλλ’ ἐξαιρετέον μὲν τὸ πέρας τοῦ πρώτου πράγματος τοῦ λευκοῦ. τὸ δὲ Γ ἀρχὴν τοῦ ἐν τῷ δευτέρῳ χρόνῳ ὄντος τοῦ οὐ λευκοῦ ποιητέον. τοῦτο δὲ δῆλον γίνεται καὶ ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς, ὅτι τὸ Γ τῷ ἑξῆς προσνεμητέον. εἴτε γὰρ ἐγίνετο λευκόν τι ἐν τῷ Α παντὶ χρόνῳ, εἴτε ἐφθείρετο λευκὸν ἐν αὐτῷ, ἐν τῷ Γ γέγονεν ἢ ἔφθαρται, εἰ πέρας τὸ Γ τοῦ Α ἐστίν. ὥστε εἰ γίνεται τι λευκὸν ἐν τῷ Α χρόνῳ, ἐν πρώτῳ τῷ Γ2 ἐστὶ λευκόν, καὶ εἰ φθείρεταί τι λευκὸν ἐν τῷ Α χρόνῳ, ἐν πρώτῳ τῷ Γ πέρατι ὄντι τοῦ Α ἐφθαρμένον καὶ οὐ λευκὸν ἔσται. εἰ οὖν τὸ ἐν τῷ Α χρόνῳ γινόμενον ἢ φθειρόμενον ἐν τῷ Β χρόνῳ ἢ γέγονεν ἢ ἔφθαρται ὥσπερ καὶ ἐν τῷ Γ, δῆλον ὅτι τὸ Γ τῷ Β προσνεμητέον ὡς ἀρχὴν αὐτοῦ τὴν αὐτὴν ἔχον φύσιν, οὐ μέντοι τῷ Α, εἴπερ ἐν μὲν τῷ Α γίνεται, ἐν δὲ τῷ Γ γεγονός ἐστιν. εἰ δὲ κοινόν τις αὐτὸ φήσει καὶ τοῦ Α καὶ τοῦ Β, ὥσπερ τὸ μεταξὺ νῦν τῶν παρ’ ἑκάτερα χρόνων κοινόν ἐστι, συμβήσεται ὅτε γέγονε μὴ εἶναι, καὶ ὅτε ἔφθαρται τότε εἶναι, ἅπερ ἐναργῶς ἐστιν ἄτοπα.
他用以证明如果“现在”在诸事物的情形中也像在诸时间的情形中那样被当作共有的,就会导致同一事物同时既存在又不存在,并且当某物已经生成时它却不存在的那个论证,是如下这样的:他取Δ代表事物,取在Γ处彼此划分开的两个时间,在先的为Α,在后的为Β。并且他假定Δ在先的时间Α中是白的,而在Γ处的划分之后的在后时间Β中是不白的;而Γ是两个时间的共同界限,是Α的终点并是Β的起点。并且他说,如果Γ在事物的情形中也被设定为一者的终点和另一者的起点,那么在时间Α中是白的Δ,在Α的终点中也将是白的;而这就是Γ。再者,如果非白存在于整个Β中,显然在它的起点中它也将是非白的;但起点就是Γ,而这曾是Α的终点。因此,在作为无部分的Γ中,白既存在又不存在。所以,跟随于[设定]Γ正如对于在先与在后的时间是一者的起点和另一者的终点那样对于事物亦然的荒谬后果,就是这个。 但他自己说,不应当承认在整个第一时间中Δ是白的同时在其终点中也仍是如此的,而是必须给予整个时间,却绝不给予其终点;相反,第一种事物(即白)的终点应当被排除,而应当把Γ作成在第二时间中存在之物(即非白)的起点。并且这一点从生成与消灭中也变得清楚,即Γ应当被归属于后续者。因为无论某物是在整个时间Α中正在变成白,还是白在其中正在消灭,如果Γ是Α的终点,它在Γ中就已经生成或已经消灭。所以,如果某物在时间Α中正在变成白,它首先在Γ中是白的;如果白物在时间Α中正在消灭,它在作为Α之终点的Γ中将首先已经消灭并且是不白的。因此,如果在时间Α中正在生成或正在消灭之物,在时间Β中正如在Γ中一样已经生成或已经消灭,显然Γ应当作为具有相同本性的起点被归属于Β,却绝不归属于Α,如果说它在Α中确实正在生成,而在Γ中已经生成了。但如果有人声称它对于Α和Β两者都是共有的,正如中间的“现在”对于两侧的时间是共有的一样,就会导致当它已经生成时它不存在,而当它已经消灭时它那时存在——这些显然都是荒谬的。
- 8.82τῷ * τὸ Γ
中性与格定冠词 τῷ 后有星号标示脱文,此处当脱落了一个不定式(如 ὑποτίθεσθαι 或 λέγειν)。定冠词统摄随后的短语(“Γ正如……那样也是事物的……”),与 ἑπόμενον 搭配构成“跟随于[……这一假设]”。
- 8.82ἐν πρώτῳ τῷ Γ
ἐν πρώτῳ τῷ Γ 中的形容词 πρῶτος 带有表述性/副词性意味,意为“首先/第一义地在Γ中”,表示Γ作为发生该变化状态的第一瞬间。
