← 辛普里丘

亚里士多德《物理学》注释

§1294.3-1295.4

划分时间的现在及其在变化事物中的归属

辛普里丘针对亚里士多德《物理学》第八卷第八章(263b9)进行注解,阐明划分时间的“现在”就时间本身而言同样是前后两段所共有的起点与终点,但就时间中承受变化的事物而言,则必须单向度地归属于在后的状态作为其起点,以此避免矛盾属性同时并存的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.82#1

" Δῆλον δὲ καὶ ὅτι ἂν μή τις ποιῇ τοῦ χρόνου ἕως τοῦ καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη εἶναι." Μνημονεύσας τοῦ νῦν, ὅτι τοῦ μὲν ἀρχὴ τοῦ δὲ πέρας ἐστὶ καὶ ὅτι διαίρεσίς ἐστι χρόνου, οὐ χρόνος, καὶ ὅτι ἀμερὲς καὶ ὅτι οὐκ ἐνδέχεται ἐν τῷ αὐτῷ νῦν γενέσθαι τι καὶ ἀπογενέσθαι ἔν τινι καὶ ἀπό τινος (εἴη γὰρ ἂν ἅμα τι ἐν τῷ αὐτῷ καὶ οὐκ εἴη), δείκνυσιν ἐφεξῆς τὸ νῦν τοῦτο, καθ’ ὃ ἡ διαίρεσις γίνεται τοῦ χρόνου, ὡς μὲν πρὸς τὸν χρόνον τὸν διαιρούμενον ὁμοίως ἐν ἀμφοτέροις ἐστὶ τοῖς μορίοις αὐτοῦ, τοῦ μὲν πέρας ὂν τοῦ δὲ ἀρχή· οὕτω γὰρ συνεχὴς ὁ χρόνος τῷ κοινὸν ἔχειν ὅρον τὰ μόρια αὐτοῦ τὸ νῦν, ὡς μέντοι πρὸς τὸ πρᾶγμα τὸ ἐν τῷ χρόνῳ ὂν ἀεὶ τῷ ὑστέρῳ ὄντι χρόνῳ καὶ τῷ ὑστέρῳ πράγματι ἢ πάθει τῷ ἐν τῷ ὑστέρῳ χρόνῳ γινομένῳ προσνέμεσθαι1 καὶ ἐκείνου εἶναι ἀρχήν· οἷον εἰ ἐν χρόνῳ τινὶ μεταβάλλει τι ἐκ λευκοῦ εἰς μέλαν, τὸ νῦν, ἐν ᾧ πρώτῳ μεταβέβληκεν ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, ὡς μὲν πρὸς τὸν χρόνον ἐπ’ ἴσης ἐν ἀμφοῖν ἐστι [τῷ νῦν] τῷ τε προτέρῳ χρόνῳ καὶ τῷ ὑστέρῳ, τοῦ μὲν πέρας ὄν, τοῦ δὲ ἀρχή, ὡς δὲ πρὸς τὸ πρᾶγμα τῷ μέλαν αὐτὸ εἶναι προστίθεται, οὐκέτι δὲ καὶ τῷ λευκῷ, ἐξ οὗ μετέβαλεν, ὡς εἶναι τὸ λαμβανόμενον πρᾶγμα ἐν τῷ ὑστέρῳ χρόνῳ οἷον τὸ μελαινόμενον ἢ τὸν μελασμὸν τὴν ἀρχὴν τοῦ εἶναι τοιοῦτον ἀπὸ τούτου τοῦ νῦν εἰληφός,2 οὐκέτι τοῦ νῦν τούτου κοινοῦ καὶ τῶν πραγμάτων λαμβανομένου ὡς καὶ τῶν χρόνων, ἀλλὰ προσνεμομένου μὲν τῷ ὑστέρῳ, τουτέστι τῷ ἐν τῷ ὑστέρῳ ὄντι χρόνῳ, οὗ ἐστιν ἀρχή, ἀφαιρουμένου δὲ τοῦ ἐν τῷ προτέρῳ χρόνῳ πράγματος, οὗ χρόνου πέρας ἐστὶ τοῦτο τὸ νῦν, ἀριθμῷ μὲν ἓν ὑπάρχον, λόγῳ δὲ οὐχ ἕν, ὅταν ὡς πέρας καὶ ἀρχὴ τὸ αὐτὸ λαμβάνηται. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δείκνυσι τὸ ἑπόμενον ἄτοπον τῷ μὴ οὕτως ἔχειν φανερὸν ποιῶν. εἰ γάρ τις, φησίν, τὸ διαιροῦν τὸν πρότερον καὶ ὕστερον † ὂν σημεῖον, τουτέστι τὸ νῦν, μὴ ἀεὶ τῷ ὑστέρῳ πράγματι συντάττῃ, ἀλλ’ ὡς ἐπὶ τῶν χρόνων οὕτω καὶ ἐπὶ τῶν πραγμάτων κοινὸν αὐτὸ τοῦ προτέρου καὶ ὑστέρου λαμβάνῃ, ὡς ἐν ἀμφοτέροις εἶναι τοῖς πράγμασιν, ὥσπερ καὶ ἐν τοῖς χρόνοις ἦν, συμβήσεται ἄτοπόν τι· ἔσται γὰρ τὸ αὐτὸ ἅμα ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέγονέ τι, τότε οὐκ ὄν, ὅπερ οὕτως ἔχον ἀποδείξει. τὸ δὲ τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστὶν ἴσον ἐστὶ τῷ3 ‘κατὰ δὲ τὰ πράγματα τὰ ἐν τῷ χρόνῳ λαμβανόμενα ἀεὶ τοῦ ὑστέρου γενομένου πάθους ἐστί’· πράγματα γὰρ καὶ τὰ πάθη. ἢ τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστὶν ἀντὶ τοῦ ‘κατὰ δὲ τὸ πρᾶγμα τὸ ἐν τῷ χρόνῳ ἀεὶ τοῦ ὑστέρου πάθους γινομένου ἐν αὐτῷ ἐστιν’· ὕστερον δὲ πάθος εἶπεν τὸ εἰς ὃ ἡ μεταβολὴ γέγονε, καινῶς τὸ πάθος εἰπὼν ἐπὶ πασῶν τῶν κινήσεων.

“同样明显的是,如果一个人不把时间的[划分在先与在后的点始终归属于在后者]”直至“而且一般而言,必然是既是又不是。” 在提到了关于“现在”的事情——即它是一部分的起点而为另一部分的终点,它是时间的划分而不是时间,它是无部分的,以及不可能在同一个“现在”中某物既在某物中生成又从某物中消逝(因为若如此,某物就会同时在同一物中存在又不存在)——之后,他接下来表明:依之而发生时间划分的这个“现在”,就所划分的时间而言,作为一部分的终点和另一部分的起点,同样存在于时间的两个部分之中——因为时间就是这样连续的,由于其各部分将“现在”作为共同的界限——;然而就处于时间中的事物而言,它始终被归属于在后的时间,以及归属于在在后的时间中生成的在后的事物或变状,并且是在后者的起点。例如,如果某物在某一时间中从白变到黑,那么它最初从白变到黑所在的那个“现在”,就时间而言同样存在于两者之中,即在先的时间与在后的时间,它是一方的终点而为另一方的起点;但就事物而言,它被加到它作为黑的存在上,而不再同样加到它由之发生变化的白上;其结果是,在在后时间中被取的事物,例如变黑之物或变黑过程,从这个“现在”获得了作为如此之物的存在的起点,这个“现在”不再像在诸时间上那样也被当作诸事物所共有的,而是被归属于在后者——即处于在后时间中的事物,它是此物的起点——,并从在先时间中的事物上被除去,此“现在”是在先时间的终点;按数目而言它是单一的,但当同一事物被当作终点和起点时,按定义而言却不是单一的。 而关于这是如此的,他通过阐明如果不如此所随之而来的荒谬来加以表明。因为他说,如果有人不把划分在先与在后的点(即“现在”)始终与在后的事物相连结,而是如同在诸时间的情形中那样,在诸事物的情形中也把这“现在”当作在先与在后所共有的,以至于它像在诸时间中一样也存在于两个事物之中,那么某种荒谬的事情就会随之发生:因为同一事物将同时既是又不是,并且当某物已经生成时,在那个时候它却是不存在的——他将证明事实确是如此。而“但对于事物而言,它始终是在后变状的”这句话,等同于“按照在时间中被取的事物而言,它始终是已经生成的在后变状的”;因为变状也是事物。或者,“但对于事物而言,它始终是在后变状的”代替了“按照处于时间中的事物而言,它始终是正在其自身中生成的在后变状的”;他把变化向之发生的那个东西称为“在后变状”,对一切运动都创新地使用了“变状”这个词。

语法注3 条
  1. 8.82δείκνυσιν ἐφεξῆς τὸ νῦν τοῦτο ... ὡς μέντοι πρὸς τὸ πρᾶγμα ... προσνέμεσθαι

    在主要动词 δείκνυσιν 所支配的宾语结构中,前半部分采用了直陈式从句结构(ὡς μὲν πρὸς τὸν χρόνον ... ἐν ἀμφοτέροις ἐστὶ τοῖς μορίοις αὐτοῦ),而对比的后半部分(ὡς μέντοι πρὸς τὸ πρᾶγμα)则转变为带不定式的宾格不定式结构(不定式 προσνέμεσθαι 与 εἶναι),其逻辑主语为前置的宾格 τὸ νῦν τοῦτο。

  2. 8.82ὡς εἶναι τὸ λαμβανόμενον πρᾶγμα ἐν τῷ ὑστέρῳ χρόνῳ ... τὴν ἀρχὴν τοῦ εἶναι τοιοῦτον ἀπὸ τούτου τοῦ νῦν εἰληφός

    连词 ὡς 在此与不定式 εἶναι 连用以表示结果(相当于 ὥστε),分词 εἰληφός 作为谓语补足语与主语宾格 τὸ λαμβανόμενον πρᾶγμα 一致,构成表示结果的从属句(“其结果是……被取的事物……获得了起点……”)。

  3. 8.82τὸ δὲ τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστὶν ἴσον ἐστὶ τῷ

    冠词化词组 τὸ δὲ 'τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους [ἐστίν]' 是对亚里士多德原文(263b11–12)的字面引述,充当整句的主语。其后的 τῷ 则将用于同义阐释的改写短语名词化,作为与 ἴσον ἐστί 配合的与格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1294.3-1295.4