- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1292.31-1294.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将亚里士多德把线的可分性称为“偶性”解释为意指“潜能上属于某物者”,并批评了亚历山大的外加字样;随后他根据《物理学》第三卷阐明,无限并非作为实体而同时存在,而仅作为相继生成的过程(如日子或竞赛)而存在。
τὰ δὲ ἄπειρα οὐκ ἔστιν, ἵνα τὸ συνεχῶς κινούμενον καθ’ αὑτὸ τὴν πεπερασμένην κατὰ συμβεβηκὸς τὰ ἄπειρα διεληλυθὸς εἴη, καὶ τῇ γραμμῇ συμβεβηκὸς εἴη τὸ ἄπειρα ἡμίση εἶναι.1 μήποτε οὖν συμβεβηκότος εἶδος ἄλλο τι νῦν παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης τὸ δυνάμει τινὶ ὑπάρχον συμβεβηκὸς εἶναι λέγων αὐτοῦ·2 οὕτω γὰρ καὶ τῇ γραμμῇ συμβεβηκέναι φησὶ τὸ ἄπειρα ἡμίση εἶναι, ὅτι δυνάμει ἐστὶν ἐν αὐτῇ, κἂν τὸ δύνασθαι ἐπ’ ἄπειρον διαιρεῖσθαι λόγος τοῦ συνεχοῦς ᾖ. ἐπειδὴ δὲ ἕκαστον κατὰ τὸ ἐνεργείᾳ μάλιστά ἐστιν ὅ ἔστι, καὶ οὐ κατὰ τὸ δυνάμει τὸ ἐν αὐτῷ, διὰ τοῦτο καὶ τῆς γραμμῆς τὴν οὐσίαν καὶ τὸ εἶναι οὐ κατὰ τὰ ἐν αὐτῇ ἄπειρά φησιν εἶναι, ὅτι δυνάμει ταῦτα ἐν αὐτῇ, ἀλλὰ κατὰ τὸ ἓν καὶ συνεχές, ὅπερ ὑπάρχει τῇ γραμμῇ κατ’ ἐνέργειαν. κἂν ὁριζώμεθα οὖν τὸ συνεχὲς τὸ δυνάμενον ἐπ’ ἄπειρον διαιρεῖσθαι, τὸ ἐνεργείᾳ ὂν κατὰ τὸ ἐν αὐτῷ δυνάμει ὁριζόμεθα, ὡς εἴ τις τὸν ταῦρον ὁρίζοιτο τὸ δυνάμενον μέλισσαν γενέσθαι. εἰ δὲ οὕτως ὁ Ἀριστοτέλης τὸ συμβεβηκὸς ἀντὶ τοῦ δυνάμει εἶπεν, περιττῶς ὁ Ἀλέξανδρος ἐν τῷ συμβέβηκε γὰρ τῇ γραμμῇ ἄπειρα ἡμίση εἶναι προσέθηκε τὸ δυνάμει. ὅμοιον γὰρ ἂν εἴη λοιπόν, ὡς εἴ τις λέγοι ‘δυνάμει γὰρ ἂν ὑπάρχοι τῇ γραμμῇ τὸ ἄπειρα ἡμίση εἶναι δυνάμει.’ Ἀλλὰ πῶς δυνάμει ἄπειρα ἡμίση ἐστὶν ἡ γραμμή; πᾶν γὰρ τὸ δυνάμει καὶ ἐνεργείᾳ γενέσθαι δυνατόν, καὶ ὁ ὑποθέμενος τὸ δυνατὸν γενέσθαι ὡς γεγονός, ψεῦδος μὲν ἴσως, οὐ μέντοι ἀδύνατον ὑποτίθεται· ἔσται οὖν ἄπειρα ἡμίση κατ’ ἐνέργειαν. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας, ὅτι οὔτε μέγεθος οὔτε πλῆθος ἄπειρον εἶναι δυνατόν. τὸ οὖν ἄπειρα ἡμίση εἶναι ἀκουστέον ἀντὶ τοῦ ἐπ’ ἄπειρον εἰς ἡμίση διαιρεῖσθαι. τοῦτο γὰρ δύναται ἡ γραμμή, ἀλλ’ οὐ τὸ ἄπειρα ἡμίση εἶναι, πλὴν εἴ τις τὸ ἐπ’ ἄπειρον εἰς ἡμίση διαιρούμενον ἄπειρα λέγοι, ὡς μηδέποτε πέρας ἰσχούσης τῆς διχοτομίας, καθ’ ὃ καὶ ὁ ἀπορῶν λόγος ἄπειρα τὰ ἡμίση ἔλαβε, καὶ οὐχ ὅπερ τὸ ἀληθὲς ἔχει ἐπ’ ἄπειρον γινόμενα. ὁ δὲ Ἀριστοτέλης συγχωρήσας τοῦτο τῷ ἀποροῦντι λόγῳ τὸ μηδαμῶς ἅμα εἶναι τὰ ἄπειρα,3 ἀπὸ τοῦ δυνάμει καὶ ἐνεργείᾳ τὴν λύσιν ἐποιήσατο δυνάμει ἄπειρα λέγων, ὡς ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας παραδέδωκεν οὐχ οὕτως “ὥσπερ εἰ δυνατὸν τουτὶ ἀνδριάντα, ὡς καὶ ἔσται τοῦτο ἀνδριάς, οὕτω καὶ ἄπειρον, ὃ ἔσται ἐνεργείᾳ”. ἀλλ’ “οὕτως ἐστί, φησί, τὸ ἄπειρον,’ ὡς “τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι καὶ τὸ λαμβανόμενον ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον, ὥσπερ ἡ ἡμέρα καὶ ὁ ἀγών, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεσθαι, οὕτω καὶ τὸ ἄπειρον”, καὶ “δῆλον, φησί, τὸ ἄπειρον τοῦτο” τὸ ὡς ἐπ’ ἄπειρον, “ἔν τε τῷ χρόνῳ καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν.’ καὶ τοῦτο δὲ ἐν ἐκείνοις προστίθησιν ὁ Ἀριστοτέλης, ὅτι τὸ δυνάμενον εἶναι ἄπειρον, τοῦτο δέ ἐστι τὸ ἐπ’ ἄπειρον, “οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ’ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν”, τουτέστιν οὐχ ὑπομένει, “ἀλλ’ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον.”
然而无限之物并不存在,以便使自身连续运动过有限[线]者偶性地通过了无限之物,并且使作为无限多个一半成为该线的偶性。难道亚里士多德现在通过称潜能上属于某物的东西为其偶性,而向我们传授了偶性的某种别样种类吗?因为他是这样说的:线偶然具有无限多个一半,是因为这潜能上存在于它之中,即使能够无限分割乃是连续者的定义。而且,既然每一事物最主要是按照其现实上的所是而是其所是,而不是按照其内部的潜能,因此他说线的实体和存在也不是按照其内部的无限之物——因为这些潜能上存在于它之中——,而是按照一与连续,这才是现实上属于线的。因此,即使我们将连续者定义为能够被无限分割者,我们也是将现实上存在者按照其内部的潜能来定义的,正如有人把公牛定义为能够变成蜜蜂之物一样。但若亚里士多德是这样用“偶性”来代替“潜能”的话,亚历山大在“因为线偶然具有无限多个一半”中加上“潜能地”便是多余的了。因为结果就类似于有人说:“因为具有无限多个一半在潜能上潜能地属于线。” 然而,线在潜能上怎么会是无限多个一半呢?因为一切潜能之物也都有可能现实地生成,而假定可能生成之物为已生成者,尽管或许假定了一件假事,却绝非假定了一件不可能之事;因此现实上将会有无限多个一半。但在这部论著的第三卷中已经表明,无论量度还是数目都不可能是无限的。因此,“作为无限多个一半”必须被理解为代替“无限地被分割为一半”。因为线能做到这一点,却不能做到作为无限多个一半,除非有人把无限地被分割为一半的东西称为“无限之物”,意味着二分法永无止境——这也是提出疑难的论辩把一半当作无限之物的方式,而不是像实情那样当作无限地生成的。然而亚里士多德在向提出疑难的论辩让步了这一点——即无限之物绝非同时存在——之后,通过谈论潜能上无限之物,从潜能与现实出发做出了解决,正如他在这部论著的第三卷中所传授的那样,并不是“正如这块东西若是能够成为雕像,从而这块东西也将现实地是雕像,无限之物也是如此,它将现实地存在”;而是“无限之物是以这种方式存在的”,他说,即“通过总是取另一个又另一个,而所取的总是有限的,却又总是不同而又不同的,正如日子和竞赛通过总是生成另一个又另一个而存在,无限之物也是如此”,并且他说“这种无限”,即作为无限进行的无限,“在时间中、在人类中以及在量度的分割中都是显而易见的”。亚里士多德在那些讨论中还补充了这一点,即能够是无限之物者——这也就是无限进行的——“不应当被当作某个‘这一个’来理解,例如一个人或一座房屋,而应当像日子和竞赛被谈论的那样,对它们而言存在并不是作为实体而生成的” ——也就是说,它并不持久存留——,“而是在生成或消灭中总是有限的,却又总是不同而又不同的”。
- 8.81τὰ δὲ ἄπειρα οὐκ ἔστιν, ἵνα τὸ συνεχῶς κινούμενον καθ’ αὑτὸ τὴν πεπερασμένην κατὰ συμβεβηκὸς τὰ ἄπειρα διεληλυθὸς εἴη, καὶ τῇ γραμμῇ συμβεβηκὸς εἴη τὸ ἄπειρα ἡμίση εἶναι.
由ἵνα加祈愿语气(εἴη)引导的从句依附于前项否定断言τὰ δὲ ἄπειρα οὐκ ἔστιν,表达反事实的目的或结果:“无限之物并不存在,以便使……得以通过……”。复合完成时祈愿式διεληλυθὸς εἴη与无人称结构συμβεβηκὸς εἴη由καί并列连接。
- 8.81μήποτε οὖν συμβεβηκότος εἶδος ἄλλο τι νῦν παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης τὸ δυνάμει τινὶ ὑπάρχον συμβεβηκὸς εἶναι λέγων αὐτοῦ
μήποτε与直陈式现在时连用,引导委婉的推测或审慎的疑问(“难道亚里士多德不是……?”)。τὸ δυνάμει τινὶ ὑπάρχον συμβεβηκὸς εἶναι λέγων αὐτοῦ(通过称潜能上属于某物者为其偶性)修饰主动词παραδίδωσιν,表示其手段或方式。
- 8.81συγχωρήσας τοῦτο τῷ ἀποροῦντι λόγῳ τὸ μηδαμῶς ἅμα εἶναι τὰ ἄπειρα
指示代词τοῦτο与冠词加不定式短语τὸ μηδαμῶς ἅμα εἶναι τὰ ἄπειρα(无限之物绝非同时存在)构成同位语关系。这指亚里士多德在给出解答前,向疑难提出方的这一前提作出了让步。
