← 辛普里丘

亚里士多德《物理学》注释

§1291.25-1292.31

无限的偶性通过与亚历山大诠释的探讨

针对亚里士多德借助潜能与现实之分解决通过无限之难(263b3)的文句,辛普利丘引用了亚历山大关于“偶性地”通过的解释,并探讨了亚历山大在文本中增补“潜能地”的做法、无限可分性作为连续者偶性的问题,以及即使是偶性地通过是否仍意味着实在运动的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.81#1

" Ὥστε λεκτέον πρὸς τὸν ἐρωτῶντα ἕως τοῦ ἡ δὲ οὐσία ἐστὶν ἑτέρα καὶ τὸ εἶναι." Διδάσκει λοιπὸν ἡμᾶς καθόλου, πῶς ἀποκρίνεσθαι χρὴ πρὸς τὸν ἐρωτῶντα, εἰ ἐνδέχεται ὅλως ἄπειρα διεξελθεῖν ἢ ἐν χρόνῳ, ὅταν ἐν πεπερασμένῳ χρόνῳ διερχόμενόν τι τὰ ἄπειρα τὰ ἐν αὐτῷ νῦν λέγοιτο διεξιέναι, ἢ ἐν μήκει, ὅταν πεπερασμένον τι μῆκος διελθὸν τὰ ἄπειρα τὰ ἐν αὐτῷ σημεῖα λέγοιτο διεληλυθέναι. πρὸς οὖν τὸν ἐρωτῶντα τοῦτο ἀποκρίνεσθαι δεῖ φησιν, ὅτι πῶς μὲν ἐνδέχεται, πῶς δὲ οὔ· τὰ μὲν γὰρ δυνάμει ἄπειρα οἷόν τε, τὰ δὲ ἐνεργείᾳ ἀδύνατον τῷ μηδὲ τὴν ἀρχὴν εἶναί τινα οὕτως ἄπειρα. “πῶς δὲ τὰ δυνάμει ἄπειρα οἷόν τε διελθεῖν, δηλοῖ, φησὶν ὁ Ἀλέξανδρος, διὰ τοῦ ὁ γὰρ συνεχῶς κινούμενος καὶ τῶν ἑξῆς. ἐπεὶ γὰρ ἡ γραμμή, ἣν κεκίνηται τὸ κεκινημένον, συμβεβηκὸς ἔχει τὸ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετὴ καὶ ἄπειρα ἡμίση δυνάμει ἔχειν, τὸ τὴν γραμμὴν διεξελθὸν κατὰ συμβεβηκὸς τὰ δυνάμει ἄπειρα ἡμίση διελήλυθε, τουτέστι ταύτην διελήλυθεν, ᾗ κατὰ συμβεβηκός ἐστι τὸ ἔχειν ἄπειρα ἡμίση δυνάμει. οὐ γὰρ τοῦτο ἦν τῆς γραμμῆς ἡ οὐσία καὶ τὸ εἶναι τὸ ἔχειν ἄπειρα ἡμίση,1 ἐπεὶ οὐκ ἂν ἔτι κατὰ συμβεβηκὸς ἦν τὸ τὴν γραμμὴν κεκινημένον ἄπειρα ἡμίση διεληλυθός, ἀλλὰ καθ’ αὑτό, εἴ γε καθ’ αὑτὸ γραμμὴν κεκίνηται, ᾗ τὸ εἶναι ἐν τῷ ἔχειν ἄπειρα ἡμίση. ἐπεὶ δὲ μὴ τοῦτό ἐστι τῇ γραμμῇ τὸ γραμμῇ εἶναι, ἀλλὰ τοῦτο μὲν αὐτῇ συμβέβηκεν, ἔστι δὲ αὐτῇ τὸ γραμμῇ εἶναι μῆκος ἀπλατές, τὸ τὴν γραμμὴν διελθὸν καθ’ αὑτὸ μὲν διελήλυθε μῆκος ἀπλατές, κατὰ συμβεβηκὸς δὲ καὶ ὅσα ἦν τῇ γραμμῇ συμβεβηκότα, οἷον εἰ λευκὴ ἦν, τὸ λευκὸν καὶ ὁμοίως τῶν ἄλλων ἕκαστον, ὧν ἓν ἦν καὶ τὸ ἄπειρα ἡμίση ἔχειν δυνάμει.” οὕτως ἐξηγησαμένου τοῦ Ἀλεξάνδρου καὶ αὐτοῖς τούτοις τοῖς ῥήμασι τὴν προκειμένην λέξιν, ἐπιστήσοι ἄν τις,2 ὡς οἶμαι, πρῶτον μὲν διὰ τί τῷ συμβέβηκε γὰρ τῇ γραμμῇ ἄπειρα ἡμίση εἶναι προσέθηκεν αὐτὸς τὸ δυνάμει. καὶ οὐ μόνον τὴν λέξιν οὕτως ἔγραψε, καίτοι τῶν εἰς ἐμὲ ἐλθόντων βιβλίων οὐκ ἐχόντων τὸ δυνάμει προσκείμενον, ἀλλὰ καὶ ἐξηγήσατο οὕτω· “‘τὸ’ γὰρ ‘τὴν γραμμὴν’ φησὶ “διεξελθὸν κατὰ συμβεβηκὸς τὰ δυνάμει ἄπειρα ἡμίση διελήλυθε, τουτέστι ταύτην διελήλυθεν, ᾗ κατὰ συμβεβηκός ἐστι τὸ ἔχειν ἄπειρα ἡμίση δυνάμει.” πῶς δὲ συμβεβηκὸς εἶναι λέγει τῇ γραμμῇ τὸ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετῇ, εἴπερ συνεχὴς μένει γραμμή, παντὸς δὲ συνεχοῦς λόγος τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετόν; ἐπιστῆσαι δὲ χρὴ καὶ ὅτι ὁ Ἀριστοτέλης οὐ λέγει τοῦτο, ὅπερ ὁ Ἀλέξανδρος, ὅτι συμβεβηκὸς ἔχει ἡ γραμμὴ τὸ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετή, ἀλλ’ ὅτι συμβέβηκε τῇ γραμμῇ ἄπειρα ἡμίση εἶναι. πρὸς δὲ τὴν τοῦ Ἀριστοτέλους λέξιν ἀπορητέον,3 πῶς ὁ συνεχῶς τὴν πεπερασμένην καθ’ αὑτὸ κινούμενος, κατὰ συμβεβηκὸς ἄπειρα διελήλυθε· τὸ γὰρ κατὰ συμβεβηκός, κἂν κατὰ συμβεβηκός, ἀλλ’ ὅμως ἔστι καὶ ὕπαρξιν ἔχει. καὶ γὰρ τὸ κατὰ συμβεβηκὸς κινούμενον ἢ θερμαινόμενον ἔστι· καὶ τὸ μὲν κινεῖται, τὸ δὲ θερμαίνεται, κἂν κατὰ συμβεβηκός. ὁ γὰρ πλωτὴρ ἐν τῇ νηὶ κατὰ συμβεβηκὸς ὑπὸ τοῦ ἀνέμου κινεῖται, ὅτι τῷ καθ’ αὑτὸ κινουμένῳ, τῇ νηί, συμβέβηκε, κινεῖται δὲ ὅμως καὶ ὁ ἐν τῇ νηί, κἂν κατὰ συμβεβηκὸς κινῆται.

“因此应当对发问者说”至“然而其实体和存在则是另一回事。” 他接着普遍地教导我们,应当如何回答发问者关于是否全然可能通过无限之物的问题,无论是在时间中——当在有限时间中通过某物的东西被说成是通过其中无限多个“现在”时——,还是在长度中——当通过了某一有限长度的东西被说成是通过了其中无限多个点时。他说,对提出这一疑问的人应当回答说,在某种意义上是可能的,而在另一种意义上则不是;因为潜能上无限的事物是可以被通过的,而现实上无限的事物则是不可能的,因为根本没有任何事物是以这种方式无限的。“而潜能上无限的事物如何可能被通过,”亚历山大说,“他通过‘因为连续运动者’及接下来的文句表明了这一点。因为既然被运动之物所运动过的线,具有‘潜能上无限可分’以及‘潜能上具有无限多个一半’作为其偶性,那么通过了该线的东西就偶性地通过了潜能上无限多个一半,也就是说,它通过了这条‘潜能上具有无限多个一半’对其而言属于偶性的[线]。因为具有无限多个一半并不是该线的实体和存在,否则,运动过该线的东西通过了无限多个一半就将不再是偶性的,而是自身的了——如果它自身运动过了一条其存在就在于具有无限多个一半的线的话。但既然对线而言,作为线而存在并不是这个,相反这是偶然属于它的,而对它而言作为线而存在乃是无宽度的长度,那么通过了该线的东西自身通过了无宽度的长度,但偶性地也通过了偶然属于该线的所有事物,例如它若是白色的,就通过了白色的东西,其余各项亦同样如此,而在这些事物中,其中之一也就是潜能上具有无限多个一半。” 亚历山大既然如此且正是用这些措辞解释了摆在面前的文句,我想,人们首先会注意到,为什么他自己把“潜能地”加到了“因为线偶然是无限多个一半”这一句中。而且他不仅如此书写了文句——尽管流传到我手中的抄本并没有外加“潜能地”——,并且也如此进行了解释;因为他说:“通过了该线的东西偶性地通过了潜能上无限多个一半,也就是说,它通过了这条潜能上具有无限多个一半对其而言属于偶性的[线]。”但是,如果线保持为连续的,且一切连续者的定义就是无限可分,那么他怎么能说潜能上无限可分对线而言是一个偶性呢?此外还应当注意到,亚里士多德所说的并不是亚历山大所说的“线具有潜能上无限可分作为其偶性”,而是“线偶然是无限多个一半”。再者,针对亚里士多德的文句也必须提出疑难:连续地自身运动过有限[线]的人,怎么会是偶性地通过了无限之物呢?因为偶性的东西,即便它是偶性的,却终究是存在并具有实存的。因为偶性地被运动或被加热之物是存在的;即使是偶性地,前者被运动,后者被加热。因为船上的航海者是由于偶然附属于自身运动着的船,而偶性地被风运动的,但船上的人尽管是偶性地被运动,却终究是在运动的。

语法注3 条
  1. 8.81οὐ γὰρ τοῦτο ἦν τῆς γραμμῆς ἡ οὐσία καὶ τὸ εἶναι τὸ ἔχειν ἄπειρα ἡμίση

    句子的真正主语是句末带冠词不定式短语 τὸ ἔχειν ἄπειρα ἡμίση(“具有无限多个一半”),句首的 τοῦτο 是先取该短语的指示代词。ἡ οὐσία καὶ τὸ εἶναι 为谓词,τῆς γραμμῆς 为所有格补足语。未完成过去时 ἦν 是用于定义或本质性陈述的哲学未完成式用法。

  2. 8.81ἐπιστήσοι ἄν τις

    由动词 ἐφίστημι 的将来希求式(或异体形式)加上 ἄν 构成的潜势表达,意为“人们会注意到/考察”或“人们或将留意到”,引出辛普利丘自身的批判性审查段落。

  3. 8.81πρὸς δὲ τὴν τοῦ Ἀριστοτέλους λέξιν ἀπορητέον

    由动词性形容词 ἀπορητέον 构成的无人称结构(相当于 δεῖ ἀπορεῖν)。介词短语 πρὸς τὴν λέξιν 表示考察或质疑的对象(“针对文句”)。其骨架为“针对亚里士多德的文句亦必须提出疑难”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1291.25-1292.31