← 辛普里丘

亚里士多德《物理学》注释

§1290.7-1291.24

连续体的潜能分割与对芝诺计数论的反驳

辛普里丘探讨了亚里士多德为何在芝诺的论证中追加基于“计数”的变体,并详尽阐明连续体中的分割与无限仅存在于潜能中而非现实中的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.80#2

καὶ διὰ τοῦτο ἔοικεν ὁ Ἀριστοτέλης τῷ Ζήνωνος λόγῳ προσθεῖναι τὸν ἀλλοίως ἀπὸ τοῦ ἀριθμεῖν ἐρωτῶντα τὸν αὐτὸν λόγον, ὅτι πρὸς τὴν τοιαύτην ἐρώτησιν οὐκ ἦν ἱκανὴ ἡ τότε ῥηθεῖσα λύσις ἡ καὶ τὸν χρόνον ὁμοίως ἄπειρον τῷ μεγέθει δεικνῦσα, ὥσπερ οὐδὲ πρὸς τὸν ἀπὸ τοῦ χρόνου μόνου ἐρωτώμενον ἢ τοῦ μεγέθους· καὶ γὰρ πρὸς δὴ τὸν οὕτως ἀποροῦντα, φησίν, οὐκέτι ἁρμόσει ἡ πρόσθε ῥηθεῖσα λύσις, λέγουσα ὅτι ὁμοίως καὶ τὸ μέγεθος καὶ ὁ χρόνος ἄπειρα· οὐδὲν γὰρ ὁ τοῦτο λέγων πρὸς τὸ εἰρημένον ἐρεῖ. τῇ γὰρ ἀπειρίᾳ τῶν τμημάτων ὁ ἀπορῶν συνεχρήσατο καὶ τῷ διεξιτητὰ τὰ ἄπειρα λέγειν καὶ διιόντος αὐτὰ καὶ ἀριθμοῦντος τοῦ κινουμένου.1 διό, φησίν, ἐκείνην τὴν λύσιν πρὸς μὲν Ζήνωνα καὶ οὕτως ἠρωτηκότας τὸν λόγον ἱκανὴν ἡγητέον (οὐ γὰρ ἐν πεπερασμένῳ τὰ ἄπειρα δίεισιν, ἀλλ’ ἐν ἀπείρῳ), πρὸς δὲ τὸν δυνάμενον περὶ τοῦ αὐτοῦ καὶ ἄλλως ἐρωτᾶσθαι λόγον καὶ πρὸς τὴν ἀλήθειαν καὶ τὸ δεῖξαι τὴν τοῦ πράγματος φύσιν οὐχ ἱκανήν, ἀλλὰ τῷ πρὸ ὀλίγου ῥηθέντι καὶ ταύτην λυτέον τὴν ἀπορίαν. ἔστι δὲ τοῦτο, ὅτι πᾶν συνεχὲς δυνάμει ἐν ἑαυτῷ ταῦτα ἔχει, καθ’ ἃ τέμνεσθαι δύναται, οὐκ ἐνεργείᾳ, ἡ μὲν γραμμὴ τὰ σημεῖα, ὁ δὲ χρόνος τὰ νῦν· ὁ δὲ διαιρῶν εἰς τὰ ἡμίση καὶ ἀριθμῶν ἐνεργείᾳ αὐτὰ λαμβάνει. οὕτω δὲ διαιρεῖ τὸ συνεχὲς καὶ τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρῆται. ποιεῖ γὰρ ἀρχήν τε καὶ πέρας, ὥσπερ καὶ ὁ κινούμενος ἐπὶ τῆς εὐθείας πρότερον καὶ ἀνακάμπτων ἐποίει. καὶ ὥσπερ ἐκεῖνος οὐκέτι ὡς ἐπὶ συνεχοῦς ἐκινεῖτο οὐδὲ συνεχῆ κίνησιν χρώμενος τῷ αὐτῷ σημείῳ ἀρχῇ τε καὶ πέρατι καὶ γινόμενός τε ἐν αὐτῷ καὶ ἀπογινόμενος πάλιν ἀπ’ αὐτοῦ, οὕτω ποιεῖ καὶ ὁ καθ’ ἕκαστον ἥμισυ ἀριθμῶν καὶ ἀεὶ κατὰ τὸ πρῶτον ἥμισυ κινεῖσθαι λέγων· διαιρεῖ γὰρ τὸ συνεχὲς καὶ ἐνεργείᾳ τινὰ μέσα λαμβάνει ἐπ’ αὐτοῦ. διαιρούμενον δὲ οὐκέτι μένει συνεχές· οὔτε γὰρ τὸ μέγεθος οὔτε ἡ κίνησις οὔτε ὁ χρόνος ἔτι συνεχῆ ἐστι διαιρεθέντα. ὁ οὖν διαιρῶν οὐκέτι δείκνυσιν ἐν τῷ συνεχεῖ καὶ πεπερασμένῳ τὰ ἄπειρα ἐνόντα· οὐ γὰρ μένει συνεχὲς τὸ διαιρεθὲν κατ’ ἐνέργειαν. ὥστε οἱ τοῦτον τὸν τρόπον ἐπιχειροῦντες ἐν τῷ συνεχεῖ ἄπειρα ἐνόντα ἡμίση δεικνύναι ἢ τῷ διαιρεῖν ἢ τῷ ἀριθμεῖν δι’ αὐτῆς τῆς δείξεως τὸ συνεχὲς ἀναιροῦσιν, ἐν ᾧ δεῖξαι τὰ ἄπειρα προαιροῦνται. οὐδὲν γὰρ συνεχὲς ἔτι συνεχές ἐστι διῃρημένον. Ἀλλ’ ἐρεῖ τις, ὅτι εἰ πᾶν συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν καὶ πᾶν μόριον τοῦ συνεχοῦς συνεχές ἐστι, καὶ διαιρῶν τὸ συνεχὲς οὐκ ἀναιρεῖ τὸ συνεχὲς εἶναι. ταύτην οὖν λύων τὴν ἔνστασιν λέγει, πῶς ἐστι τὰ συνεχῆ ἐπ’ ἄπειρον διαιρετά· διότι γὰρ δυνάμει ἔχει τὰ ἄπειρα, οὐκ ἐντελεχείᾳ· τῷ γὰρ καθ’ ὁτιοῦν ἑαυτοῦ μόριον δύνασθαι τομὴν δέξασθαι. τὸ οὖν τὴν συνεχῆ κεκινημένον δυνάμει ἄπειρα κεκίνηται 〈καὶ〉 οὐκ ἐνεργείᾳ, καὶ ἐν τῷ συνεχεῖ χρόνῳ δυνάμει ἄπειρα ἡμίση καὶ οὐκ ἐνεργείᾳ· εἰ δὲ δυνάμει, οὔτε ὡς ἀριθμούμενα οὔτε ὡς μεριζόμενα· ταῦτα γὰρ ἤδη κατ’ ἐνέργειαν διαιρουμένου καὶ οὐκέτι συνεχοῦς. στήσει οὖν τὰς τομὰς ὁ διαιρῶν καὶ πεπερασμένας λήψεται. δυνάμει γὰρ ἦν ἄπειρα ἡμίση ἐν τῷ συνεχεῖ, ἐνεργείᾳ δὲ πεπερασμένα. οὐ γὰρ οὕτω δυνάμει ἐν τῷ συνεχεῖ τὰ ἄπειρα, ὡς καὶ ἐνεργείᾳ ἄπειρα δυνάμενα ληφθῆναι· οὐ γὰρ ἔστιν ἐνεργείᾳ τὰ ἄπειρα, ἀλλ’ ὡς ἐπ’ ἄπειρον δυνάμενα τέμνεσθαι. τῇ δὲ ἐπ’ ἄπειρον τομῇ τὸ εἶναί ἐστιν ἐν τῷ δυνάμει ἀεὶ εἶναι2 καὶ ἐν τῷ γίνεσθαι καὶ τέμνεσθαι, ἀλλ’ οὐκ ἐν τῷ τετμῆσθαι. ὥσπερ τὸν ἀγῶνα καὶ τὴν ἡμέραν οὐκ ἔστιν ἀθρόα λαβεῖν, ἀλλ’ ἐν τῷ γίνεσθαι αὐτοῖς ἐστι τὸ εἶναι. ὅτι δὲ ἀπὸ τοῦ ἀριθμοῦντος τὰ ἡμίση διαιρεῖται τὸ συνεχὲς εἰς πεπερασμένα καὶ οὐ τηρεῖται ἕν τε καὶ συνεχές, ὁποῖον λαμβανόμενον ἐπ’ ἄπειρον ἦν δυνάμει διαιρετόν, ἔδειξε διὰ τοῦ τὸν οὕτω ποιοῦντα τὸ ἓν σημεῖον δύο ἀριθμεῖν, τοῦ μὲν προτέρου μέρους ὡς τέλος, τοῦ δὲ ὑστέρου ὡς ἀρχήν· ὁ γὰρ τὸ ὅλον τε καὶ συνεχὲς κατὰ ἡμίση διαιρῶν τὸ αὐτὸ σημεῖον ἐν ἀμφοτέροις τοῖς ἡμίσεσι λαμβάνει· ἀλλὰ μὴν ὁ τοῦτο ποιῶν καὶ τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρώμενος διαιρεῖ τὸ συνεχές, ὡς δέδεικται ἐπὶ τοῦ κινουμένου, καὶ ὁ ἀριθμῶν ἄρα τὰ ἡμίση διαιρεῖ τὸ συνεχές. ὁ δὲ τὸ συνεχὲς μὴ τηρῶν συνεχές, ἀλλὰ κατὰ ἡμίση διαιρῶν οὐδὲ τὴν κίνησιν ὡς συνεχῆ καὶ μίαν λαμβάνει.

因此,亚里士多德似乎在芝诺的论证之外,追加了那个基于计数而以不同方式提出同样论证的论证,因为对于这样的发问,当时所说的、表明时间对于大小而言同样无限的解答并不充分,正如面对单单从时间或从大小出发而被问及的论证它同样不充分一样。因为他说,对于如此提出疑难的人,先前所说的、主张大小和时间同样无限的解答将不再适用;因为说这话的人针对所陈述的疑难将无话可说。因为提出疑难的人同时利用了分段的无限性,以及主张无限多的东西在运动者既通过又计数它们的情况下是可通行的。因此他说,应当认为那个解答面对芝诺以及如此发问该论证的人是充分的(因为并非在有限[时间]中通过无限多的东西,而是在无限的[时间]中),但是面对关于同一事物能够以另一种方式被发问的论证,并且面对真理以及表明事物的本性,它却是不充分的,相反,必须依据不久前所说的话来解决这个疑难。而这就是说:每一个连续者在其自身中潜能地而非现实地具有它能够据以被分割的那些东西——线具有诸点,时间具有诸“现在”;而将其分割成各个一半并进行计数的人,乃是现实地取定它们。这样他就分割了连续者,并把一个点当作两个来使用。因为他确立了始点和终点,正如先前在直线上运动并折返的人所做的那样。正如那个人因把同一个点既用作始点又用作终点,并在其中生成又再次从中脱离,就不再像在连续者上那样运动,也不再进行连续的运动,按每一个一半计数并始终说它是按照前半部分运动的人,也是如此做的。因为他分割了连续者,并在其上现实地取定了某些中间点。但被分割之物就不再保持为连续者;因为大小、运动和时间一旦被分割,就都不再是连续的了。因此,进行分割的人就不再表明在连续且有限者中内在存在着无限多的东西;因为现实地被分割之物并不保持为连续的。所以,试图以这种方式通过分割或通过计数来表明连续者中内在存在无限多个一半的人,通过这个证明本身就取消了他们企图在其中表明无限之物的连续者。因为任何连续者一旦被分割,就不再是连续的了。 “然而会有人说,”如果每一个连续者都无限可分,且连续者的每个部分都是连续的,那么分割连续者的人并没有取消它是连续的这一事实。于是,在化解这个反驳时,他说明了连续者是如何无限可分的:即因为它是潜能地具有无限多的东西,而非现实地;因为在它自身的任何一个部分上,它都能够接受切分。因此,运动完连续[大小]的东西乃是潜能地运动了无限多的东西,而不是现实地,并且在连续的时间中潜能地存在无限多个一半,而不是现实地;如果说是潜能地,就既不是作为被计数的,也不是作为被区隔的;因为这些已经属于现实地被分割且不再连续之物。因此,进行分割的人将停止切分并取定有限的切分。因为在连续者中潜能地存在无限多个一半,但在现实中则是有限的。因为无限之物潜能地存在于连续者中,并不是指能够现实地取定无限多的东西——因为现实的无限是不存在的——,而是指能够被无限地切分。对于走向无限的切分而言,它的存在就在于始终潜能地存在,以及在于生成并被切分,而不在于已经被切分完毕。正如人们不可能一次性全部取得竞技会和一天,它们的存在恰恰在于其生成之中。而通过计数各个一半的人,连续者被分割为有限的部分,且不再被保持为一个整体和连续者——当它这样被取定时,它曾是潜能地无限可分的——,他通过表明如此行事的人把一个点数作两个——作为前一部分的终点和后一部分的始点——而指明了这一点。因为把全体和连续者分割为各个一半的人,在两个一半中都取定了同一个点;然而行此举且把一个点当作两个点使用的人,正如在运动者上所证明的那样,分割了连续者,因而计数各个一半的人也分割了连续者。而不把连续者保持为连续的、反将其分割为一半的人,也就没有把运动当作连续且单一的来把握。

语法注2 条
  1. 8.80τῇ γὰρ ἀπειρίᾳ τῶν τμημάτων ὁ ἀπορῶν συνεχρήσατο καὶ τῷ διεξιτητὰ τὰ ἄπειρα λέγειν καὶ διιόντος αὐτὰ καὶ ἀριθμοῦντος τοῦ κινουμένου

    与格名词短语 τῇ ... ἀπειρίᾳ 与带冠词不定式短语 τῷ ... λέγειν 作为动词 συνεχρήσατο 的补足语并列,其后跟随独立属格结构 καὶ διιόντος αὐτὰ καὶ ἀριθμοῦντος τοῦ κινουμένου,作为伴随状语补充说明 λέγειν 的具体情形(即运动者在通过的同时进行计数)。

  2. 8.80τῇ δὲ ἐπ’ ἄπειρον τομῇ τὸ εἶναί ἐστιν ἐν τῷ δυνάμει ἀεὶ εἶναι

    与格 τῇ ... τομῇ 作所属与格(“对于走向无限的切分而言,其存在在于……”)。主语是名词化的不定式 τὸ εἶναι,谓语补足语为介词短语 ἐν τῷ ... εἶναι(“在于始终潜能地存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1290.7-1291.24