- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1288.30-1290.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在《物理学》第八卷中,亚里士多德重新讨论了芝诺基于连续体可分性的悖论,指出他在第六卷中基于时间和量度的对等无限性所给出的解答虽能反驳论敌,但对于事情本身的真理并不充分,因而需要更为根本的解决。
" Τὸν αὐτὸν δὲ τρόπον ἀπαντητέον καὶ πρὸς τοὺς ἐρωτῶντας τὸν Ζήνωνος λόγον ἕως τοῦ ἐὰν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας." Δείξας, ὅτι ἐν τῷ συνεχεῖ τὰ μεταξὺ τῶν ἄκρων σημεῖα δυνάμει ἐστὶ καὶ οὐκ ἐνεργείᾳ καὶ διὰ τοῦτο τὸ κινούμενον συνεχῶς ἐπὶ τοῦ συνεχοῦς οὔτε γίνεται κατά τι αὐτῶν οὔτε ἀπογίνεται ἀπ’ αὐτῶν, ὡς ἐὰν τοῦτο ποιήσῃ, διῄρηκε τὸ συνεχές, τούτῳ φησὶ δεῖν χρῆσθαι καὶ πρὸς τοὺς ἐρωτῶντας τὸν Ζήνωνος λόγον. περὶ δὲ τῶν Ζήνωνος τοῦ Ἐλεάτου λόγων, οὓς ἠρώτα γυμνάζων τοὺς προσδιαλεγομένους, καὶ δεικνύναι δοκῶν, ὅτι οὐκ ἔστι κίνησις, εἶπεν αὐτὸς ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ὅτι τέτταρές εἰσι καὶ τίνες, καὶ πρὸς ἕκαστον οἰκείως ἐνέστη. τῶν δὴ τεττάρων ἐκείνων λόγων ἕνα προχειρισάμενος νῦν ὑπομιμνῄσκει μὲν ἡμᾶς τῆς τότε ῥηθείσης λύσεως αὐτοῦ, λέγει δὲ ὅτι προσφυέστερον λυθήσεται μᾶλλον ἀπὸ τῶν προσεχῶς δεδειγμένων. ἦν δὲ ὁ μὲν ὑπὸ Ζήνωνος λεγόμενος λόγος, οὗ νῦν μνημονεύει, τοιοῦτος· ‘εἰ ἔστι κίνησις, ἔσται τι τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα διεληλυθός· τῷ γὰρ ἐπ’ ἄπειρον εἶναι τὴν διχοτομίαν ἐν παντὶ συνεχεῖ ἔσται ἄπειρα ἡμίση τῷ πᾶν μόριον αὐτοῦ ἥμισυ ἔχειν. ἔσται δὴ τὸ κεκινημένον τὴν πεπερασμένην τὰ ἄπειρα ἡμίση διεληλυθὸς ἐν πεπερασμένῳ χρόνῳ, ἐν ᾧ διῆλθε τὴν πεπερασμένην. προσλαμβάνων δὲ τὸ ἀντικείμενον τοῦ ἐν τῷ συνημμένῳ ἑπομένου τὸ μὴ δύνασθαί τι ἐν πεπερασμένῳ χρόνῳ ἄπειρά τινα διεξελθεῖν,1 διότι οὐδὲ διεξελθεῖν ὅλως οἷόν τε τὰ ἄπειρα, ἀνῄρει τὸ εἶναι κίνησιν.’ οὕτω μὲν οὖν ὁ Ζήνων. τινὰς δὲ ἄλλως ἐρωτᾶν αὐτόν φησι λέγοντας· ‘εἰ ἔστι κίνησις, ἐπεὶ ἔστιν ἄπειρα ἡμίση ἐν τῷ παντὶ συνεχεῖ, τὸ κινούμενον ἐπὶ τοῦ συνεχοῦς δυνατὸν καθ’ ἕκαστον ἥμισυ ἀριθμεῖν. τούτου δὲ γινομένου, ὅταν τὸ κινούμενον διεληλυθὸς ᾖ τὸ πεπερασμένον μέγεθος, ἔσται ὁ ἀριθμῶν ἄπειρα ἡμίση ἠριθμηκώς. εἰ οὖν τοῦτο ἀδύνατον τὸ ἀριθμῆσαι τὰ ἄπειρα, ἀδύνατον ἂν εἴη καὶ τὸ ᾧ τοῦτο ἕπεται, εἵπετο δὲ τῷ κίνησιν εἶναι.’ ἀλλὰ τότε μὲν ἐνιστάμενος πρὸς τὸν Ζήνωνος λόγον ὡς ἄτοπον ἐπάγοντα τῷ εἶναι κίνησιν τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα τὸ κινούμενον ἡμίση διεξιέναι2 ἔλεγε μὴ ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα διεξιέναι, ἀλλ’ εἴπερ ἄρα διέξεισιν, ἄπειρον εἶναι καὶ τὸν χρόνον. ὡς γὰρ τὸ μέγεθος ἄπειρα ἡμίση ἔχει, οὕτω καὶ ὁ χρόνος. ὁμοίως γὰρ ἄμφω συνεχῆ τέ ἐστι καὶ ἐπ’ ἄπειρον διαιρετά. οὐκ ἐν πεπερασμένῳ οὖν τὰ ἄπειρα διελεύσεται, ἀλλ’ ἐν τοῖς ἀπείροις τὰ ἄπειρα. ταύτην δὴ τὴν λύσιν, ᾗ τότε ἐχρήσατο, λέγει πρὸς μὲν τὸν ὡς ἄτοπον ἐπιφέροντα τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα διϊέναι αὐτάρκως ἔχειν (οὐ γὰρ ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα, ἀλλ’, εἴπερ ἄρα, ἐν ἀπείροις διὰ τὸ ὁμοίως ἐν ἀμφοτέροις τὸ ἄπειρον εἶναι καὶ ἐν τῷ μεγέθει καὶ ἐν τῷ χρόνῳ, ὥστε οὐδὲν ἄτοπον ἕπεται), πρὸς δέ γε τὸ πρᾶγμα αὐτὸ καὶ τὴν κατ’ αὐτὸ ἀλήθειαν οὐκέτι αὐτάρκως ἔχειν οὐδὲ ἀληθῶς ὑπαντᾶν. οὐ γὰρ ταὐτόν ἐστιν ἐνστῆναί τε πρὸς ψευδῆ λόγον καὶ τὸ ἀληθές, ὅπως ἔχει, δεῖξαι· δύναται γάρ τις καὶ ψευδέσι τισὶ προσχρησάμενος κωλῦσαι πρόοδον ψευδοῦς λόγου. ὅτι δὲ μὴ ἱκανὴ ἡ ἀπάντησις αὕτη πρὸς τὴν τοῦ πραγματικῶς ἀπορουμένου λύσιν, μεταβαλὼν τὴν ἐρώτησιν δείκνυσιν. ‘εἰ γάρ τις, φησίν, ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν, εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν ἢ ἀριθμῆσαι, ἐπ’ αὐτοῦ τοῦ χρόνου μόνου τὰ αὐτὰ πυνθάνοιτο’3 (λαβὼν γάρ τινα χρόνον πεπερασμένον, ἐν ᾧ τὸ κινούμενον κεκίνηται, ἐπειδὴ ἄπειρα τὰ ἐν τούτῳ ἡμίση, συνεχοῦς ὄντος αὐτοῦ καὶ ἐπ’ ἄπειρον διαιρετοῦ ἀξιώσει τὰ ἡμίση διιέναι καὶ ἀριθμεῖν· εἰ γὰρ τὸ ὅλον δίεισι καὶ ἕκαστον τῶν μορίων αὐτοῦ, ὥστε εἰ ἄπειρα τὰ ἡμίση, ἔσται τὸ κινούμενον, ὅταν ὅλον διέλθῃ, ἄπειρα διελθὸν καὶ ἀριθμῆσαν μέρη χρόνου ἐν πεπερασμένῳ τῷ ὅλῳ), ἡ αὐτὴ γίνεται ἀπορία, κἂν αὐτοῦ τις τοῦ μεγέθους μόνον ἀξιώσῃ τὰ ἡμίση ἀριθμεῖσθαι, ὅταν τὸ κινούμενον διέρχηται αὐτό, κἂν μὴ προσχρήσηται τῷ χρόνῳ, ὡς ὁ Ζήνων ἐποίει.
“同样的方式也应当用来回应那些提出芝诺论证的人……直至……如果人不把连续[线]作为一条来数,而是作为两个一半来数。” 在表明了在连续者中处于两端之间的诸点是潜能地存在而非现实地存在,并且因此在连续者上连续运动者既不在它们中的任何一个上生成,也不从它们之中脱离——因为如果它这样做,它就已经分割了连续者——之后,他说,面对那些提出芝诺论证的人也应当使用这个道理。关于厄利亚的芝诺的那些论证——他提出这些论证是为了训练与之对话的人,并且看似表明运动并不存在——[亚里士多德]自己在本著作的第六卷(Zeta)中曾说过它们有四个,并且是哪四个,并且针对每一个都作出了恰当的反驳。如今他拿出了那四个论证中的一个,提醒我们注意当时对它所说的解答,并且说,根据最近所证明的诸事,它将被更贴切地解答。而芝诺所说的、他如今提到的那个论证是这样的:“如果运动存在,就会有某种东西在有限的时间中通过了无限多的东西;因为由二分法在每个连续者中走向无限,由于它的每个部分都具有一半,就会存在无限多个一半。因此,运动完有限[量度]的东西,将在它通过该有限[量度]的有限时间中,通过了无限多个一半。而通过追加假言命题中后件的对立命题——即任何东西都不可能在有限的时间中完全通过无限多的东西,因为根本不可能完全通过无限多的东西——他就取消了运动的存在。”芝诺当时就是如此[论述的]。但他提到,有些人以另一种方式提出它,说:“如果运动存在,既然在整个连续者中存在无限多个一半,在连续者上运动者就能够就每一个一半进行计数。而当这发生时,当运动者通过了有限的大小时,计数者就已经计数了无限多个一半。因此,如果计数无限多的东西这件事是不可能的,那么这件事情所跟随的那件事也是不可能的;而它是跟随‘运动存在’的。”但是在当时,针对芝诺的论证——因其把运动者在有限时间中通过无限多个一半作为荒谬之点加诸运动的存在——进行反驳时,他说并非在有限时间中通过无限多的东西,而是即使它真的通过,时间也是无限的。因为正如大小具有无限多个一半,时间也是如此。因为二者同样是连续的且无限可分的。因此它不是在有限[时间]中通过无限多的东西,而是在无限多的东西中通过无限多的东西。如今他说,他当时所使用的这个解答,对于把在有限时间中通过无限多的东西作为荒谬结论引出的人而言是充分的(因为无限多的东西并非在有限时间中[通过],而是即便真的如此,也是在无限多的[时间]中,因为无限性同样存在于两者之中,即存在于大小中和时间中,以至于没有任何荒谬之点随之而来),但是对于事情本身以及与其相符的真理而言,却不再充分,也没有真实地予以迎面解决。因为针对虚假的论证进行反驳,与表明真理实情如何,并不是同一回事;因为人也可以通过追加使用某些虚假的前提,来阻止虚假论证的推进。而这个回答对于实际被疑难之事的解答并不充分,他通过改变问题来表明这一点。“因为,如果有人,”他说,“抛开长度以及询问在有限时间中是否可能完全通过或计数无限多的东西,而单单就时间本身询问同样的事情”(因为在取定了运动者在其中运动了的某个有限时间之后,既然其中的一半是无限的,由于它自身是连续的且无限可分的,他就会要求通过并计数那些一半;因为如果它通过全体,它也就通过其每个部分,以至于如果一半是无限的,运动者当其通过全体时,就将在有限的全体中通过并计数了时间的无限多个部分),那么同样的疑难就会产生,哪怕有人只要求当运动者通过大小时计数大小本身的各个一半,即使没有像芝诺所做的那样追加使用时间,也是如此。
- 8.80προσλαμβάνων δὲ τὸ ἀντικείμενον τοῦ ἐν τῷ συνημμένῳ ἑπομένου τὸ μὴ δύνασθαί τι ἐν πεπερασμένῳ χρόνῳ ἄπειρά τινα διεξελθεῖν
προσλαμβάνων 表示在假言三段论中引入小前提(πρόσληψις)。带冠词不定式短语 τὸ μὴ δύνασθαι... 与 τὸ ἀντικείμενον 同格,通过否定假言命题(συνημμένον)的后件(ἑπόμενον),构成了否定后件律(modus tollens)形式的论证。
- 8.80ὡς ἄτοπον ἐπάγοντα τῷ εἶναι κίνησιν τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα τὸ κινούμενον ἡμίση διεξιέναι
分词 ἐπάγοντα 修饰 τὸν Ζήνωνος λόγον。动词 ἐπάγω 带与格 τῷ εἶναι κίνησιν(意为“加诸运动的存在之上”),带冠词的不定式短语 τὸ ... διεξιέναι 作直接宾语,ἄτοπον 作补足性宾格(“作为荒谬之点”),构成双重宾格结构。
- 8.80εἰ γάρ τις, φησίν, ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν, εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν ἢ ἀριθμῆσαι, ἐπ’ αὐτοῦ τοῦ χρόνου μόνου τὰ αὐτὰ πυνθάνοιτο
该句句法骨架为条件从句 εἰ ... πυνθάνοιτο(希求法),在插入了一长段括号性解释(λαβὼν γάρ...)之后,接主句 ἡ αὐτὴ γίνεται ἀπορία(现在直陈式)。从句用希求法表示假设的思想实验,而主句用直陈式表示其必然产生的逻辑结论。
