← 辛普里丘

亚里士多德《物理学》注释

§1287.17-1288.29

界限处的现实点与直线运动的非连续性

辛普里修阐明,与连续运动中仅具潜能的中间诸点不同,在直线界限处折返的运动到达的是现实的点,因而必然发生休止;结合异文的解释,他梳理了亚里士多德证明直线运动不可能既是连续的又是永恒的三段论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.79

" Ἀλλὰ μὴν τήν γε πάλαι λύσιν οὐ λεκτέον ἕως τοῦ οὐκ ἄρα ἐνδέχεται συνεχῆ κίνησιν ἀίδιον εἶναι ἐπὶ τῆς εὐθείας." Λύων τὴν ἀπορίαν τὴν λέγουσαν, ὅτι εἰ τὸ Α γεγονὸς ἔσται ἐν τῷ Β καὶ ἀπογεγονός, τὸ δὲ γινόμενον καὶ ἀπογινόμενον μεταξὺ ἵσταται, συμβαίνει τὸ Δ ἰσοταχὲς ὂν τῷ Α τὴν ΖΗ εὐθεῖαν ἴσην οὖσαν τῇ ΕΓ θᾶττον διιέναι ἤπερ τὸ Α τὴν ΕΓ, ὅπερ ἄτοπον (τὰ γὰρ ἰσοταχῆ τὰς ἴσας ἐν ἴσῳ χρόνῳ δίεισι), ταύτην οὖν λύων τὴν ἀπορίαν ἔλεγεν, ὅτι τὸ Α οὐ γίνεται ἐν τῷ Β καὶ ἀπογίνεται ἐν χρόνῳ, ἀλλ’ ἦν ἐν αὐτῷ ἐν τομῇ χρόνου καὶ οὐκ ἐν χρόνῳ, διότι μηδὲ ἔστιν ἐνεργείᾳ ἐν τῷ συνεχεῖ τὰ σημεῖα, ἀλλὰ δυνάμει. οὐ χρὴ οὖν, φησί, τὸ αὐτὸ λέγειν ἐπὶ τῶν ἀνακαμπτόντων, ὅτι ἔστι μὲν ἐν τῷ νῦν κατὰ τὸ Δ, οὐ μὴν καὶ γέγονεν ἐν αὐτῷ ἢ ἀπογέγονεν ἀπ’ αὐτοῦ. ἐνεργείᾳ γὰρ τοῦτό ἐστιν ἤδη καὶ οὐ δυνάμει, ὡς τὰ μεταξὺ τῆς τε ἀρχῆς καὶ τοῦ πέρατος. καὶ τούτου πίστιν κομίζει τὸ ἀνάγκην εἶναι τὸ κινούμενον ἐπί τι ἐλθεῖν ποτε ἐπ’ αὐτὸ ἐνεργείᾳ ὂν ἤδη τέλος καὶ οὐ δυνάμει,1 οἷα ἦν, ὅτε ἐκινεῖτο ἐπ’ αὐτὸ τὸ κινούμενον τὰ μεταξύ. ταῦτα γὰρ δυνάμει τέλη ἦν, διότι τὸ κινούμενον ἐδύνατο καὶ ταῦτα ἐνεργείᾳ ποιεῖν ἐπιστὰν ἐν αὐτοῖς καὶ διελὸν τὴν συνέχειαν. τὸ γὰρ συνεχῶς κινούμενον ἐπὶ πεπερασμένης καὶ συνεχοῦς εὐθείας οὐδενὶ τῶν μεταξὺ χρῆται ὡς ἐνεργείᾳ ὄντι. δεῖ δὲ ἀφικέσθαι ποτὲ καὶ ἐπὶ τὸ πέρας καὶ ἐνεργείᾳ ἐν αὐτῷ γενέσθαι ὄντι καὶ αὐτῷ ἐνεργείᾳ, ἀλλ’ οὐ δυνάμει ὡς τὰ πρὸ αὐτοῦ. ὡς γάρ ἐστι τὰ ἐν τῷ ὑποκειμένῳ σημεῖα, οὕτω καὶ τὸ συνεχῶς ἐπ’ αὐτοῦ κινούμενον ἐν αὐτοῖς γίνεται. ἐν μὲν τοῖς δυνάμει οὖσι δυνάμει, ἐν δὲ τοῖς ἐνεργείᾳ ἐνεργείᾳ. Οἶδεν δὲ καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος, ἣν καὶ προηγουμένως ἀναγράφει αὐτός, τὴν ἐν τοῖς πολλοῖς βιβλίοις φερομένην, ἣν ἐξηγησάμενος πέπαυμαι, ὡς ἑτέραν παραγράφων. ἔχει δὲ ἡ ἄλλη οὕτως· ἀνάγκη γὰρ ἐπὶ τέλος ἐλθεῖν τὸ ἐνεργείᾳ ὂν δυνάμει.2 λέγοι δὲ ἄν, ὅτι τὸ κινούμενον τέως ὂν δυνάμει ἐν τῷ τέλει, ἕως ἂν κινῆται, ἀνάγκη ἐπὶ τέλος ἐλθεῖν τὸ ἐνεργείᾳ ὂν ἤδη τέλος, ὅταν ἐπ’ αὐτοῦ γένηται, τὸ δὲ ἐν τῷ ἐνεργείᾳ τέλει γινόμενον ἐν τῷ κατ’ ἐνέργειαν σημείῳ γίνεται ἐν χρόνῳ, καὶ οὐκ ἐν τομῇ χρόνου. ἀνάγκη γὰρ τὸ κινούμενον ἀνακάμπτον ἀπ’ αὐτοῦ, ὅταν μὲν ἐπ’ αὐτὸ κινῆται, ὡς τελευτῇ αὐτῷ χρήσασθαι, ὅταν δὲ ἀπ’ αὐτοῦ, ὡς ἀρχῇ, τοῦ δὲ πέρατος καὶ τῆς ἀρχῆς ἠρεμίαν ἀνάγκη μεταξὺ γενέσθαι. ὡς δὲ ἡ εὐθεῖα, φησίν, ἐφ’ ἧς κινεῖται τὸ κινούμενον, τὸ αὐτὸ πέρας ἔχει καὶ ἀρχήν, οὕτω καὶ τὴν κίνησιν ἔχειν ἀνάγκη τὴν κάτωθεν ἄνω γινομένην καὶ ἄνωθεν κάτω· καὶ ταύτης γὰρ τὸ ἄνω πέρας ἐστὶ καὶ ἀρχή. Δείξας δὲ πολυειδῶς, ὃ προέθετο, ὅτι τὰ ἀνακάμπτοντα ἀνάγκη μεταξὺ ἵστασθαι, καὶ ὅτι τὰ ἐπὶ τῆς εὐθείας κινούμενα ἀνάγκη ἀνακάμπτειν, εἰ μὴ παύοιτο ἐπὶ τοῖς πέρασι γενόμενα, συμπεραινόμενος τὰ εἰρημένα τὸν ὅλον συντόμως ἐκτίθεται συλλογισμὸν ἔχοντα οὕτω· τὰ ἐπὶ τῆς εὐθείας ἐπιμόνως κινούμενα ἀνακάμπτει· τὰ ἀνακάμπτοντα ἵσταται μεταξύ· τὰ ἱστάμενα μεταξὺ οὐ κινεῖται συνεχῆ κίνησιν· τὰ ἄρα ἐπὶ τῆς εὐθείας κινούμενα οὐ κινεῖται συνεχῆ κίνησιν οὔτε ἀίδιον. αὐτὸς δὲ τὰς δύο προτάσεις τήν τε λέγουσαν, ὅτι τὸ ἐπ’ εὐθείας κινούμενον ἀνακάμπτει, καὶ τὴν λέγουσαν, ὅτι τὸ ἀνακάμπτον ἵσταται, συνελὼν εἰς τὸ ἀνάγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας καὶ παραλιπὼν ὡς σαφῆ τὴν λέγουσαν, ὅτι τὰ ἱστάμενα οὐ κινεῖται συνεχῆ κίνησιν, τὸ συμπέρασμα ἐπήγαγεν τὸ λέγον ‘οὐκ ἄρα ἐνδέχεται τὴν ἐπὶ τῆς εὐθείας κίνησιν συνεχῆ εἶναι καὶ ἀίδιον.’

“但是确实不应说先前的解答……直至……因此直线上的连续运动不可能是永恒的。” 在解答那个疑难——即说:如果Α将在Β中生成并从中脱离,而在生成并脱离者在中途停下,那么就会得出与Α同速的Δ通过与ΕΓ相等的直线ΖΗ要比Α通过ΕΓ更快,这是荒谬的(因为同速者在相等的时间中通过相等的[距离])——在解答这个疑难时,他曾说:Α并非在时间中在Β中生成并脱离,而是在时间的切面中存在于它之中,而不是在时间中,因为诸点在连续者中并非现实地存在,而是潜能地存在。因此他说,不应在折返者身上说同样的话,即它在现在中处于Δ,但并没有在其中生成或从中脱离。因为这已经是现实地存在而非潜能地存在,不像始点与界限之间的诸点那样。而为这一点提供确证的,乃是:向某物运动者必然在某个时候到达该物,此时该物已经是现实中的终点,而非如中间诸点那样的潜能中的终点(中间诸点在运动者向它运动时正是如此的。因为运动者本能够通过在其上停下并分割连续性,从而使这些点也成为现实)。因为在有限且连续的直线上连续运动者,并不把中间诸点的任何一个作为现实存在者来使用。但是它必然在某个时候也到达界限,并现实地在本身也是现实存在的[界限]中生成,而不是像它之前的诸点那样潜能地生成。因为底层[量度]之中的诸点如何存在,在其上连续运动者也就如何在它们之中生成:在潜能存在的诸点中潜能地生成,在现实存在的诸点中现实地生成。亚历山大也知道另一种读法,这也是他自己优先记载的,而把流传于多数手本中、我已经解释完毕的读法,作为另一种读法注记于旁。另一种读法如下:“因为潜能存在者必然到达现实存在的终点。”他大概是说:运动者直到那时只要还在运动就只是潜能地在终点之中,当它到达其上时,它必然到达已经是现实存在的终点;而在现实的终点中生成者,是在时间中而非在时间切面中于现实的点上生成。因为从它折返的运动者,当向它运动时必然把它作为终止来使用,而当离开它运动时则作为始点来使用;而在界限与始点之间必然发生休止。他说,正如运动者在其上运动的直线具有相同的界限与始点,由下向上以及由上向下的运动也必然如此[具有相同的界限与始点];因为对于这种[运动]而言,上方也是界限与始点。在多方面表明了他所提出的论点——即折返者必然在中途停下,而在直线上运动者若到达界限时不停止就必然折返——之后,他总结所述内容,简明地列举出整个三段论,形式如下:“在直线上持续运动者折返;折返者在中途停下;在中途停下者不作连续运动;因此在直线上运动者既不作连续运动,也不作永恒运动。”但他自己把“在直线上运动者折返”和“折返者停下”这两个前提浓缩为“因此在直线上的折返者必然停下”,并作为自明之理省略了“停下者不作连续运动”这一前提,接着得出了结论:“因此直线上的运动不可能既是连续的又是永恒的。”

语法注2 条
  1. 8.79καὶ τούτου πίστιν κομίζει τὸ ἀνάγκην εἶναι τὸ κινούμενον ἐπί τι ἐλθεῖν ποτε ἐπ’ αὐτὸ ἐνεργείᾳ ὂν ἤδη τέλος καὶ οὐ δυνάμει

    整个句子的主语是带定冠词的不定式短语 τὸ ἀνάγκην εἶναι ...,它支配动词 κομίζει,以 πίστιν 为直接宾语(“……这一事实为之提供了确证”)。不定式 ἐλθεῖν 的逻辑主语是宾格 τὸ κινούμενον,而 ἐπ’ αὐτό 中的 αὐτό 与其后的 ἐνεργείᾳ ὂν ἤδη τέλος 构成同位关系。

  2. 8.79ἀνάγκη γὰρ ἐπὶ τέλος ἐλθεῖν τὸ ἐνεργείᾳ ὂν δυνάμει

    此为异文引文。在句法上,后文的注解(τὸ κινούμενον τέως ὂν δυνάμει ... ἀνάγκη ἐπὶ τέλος ἐλθεῖν τὸ ἐνεργείᾳ ὂν ἤδη τέλος)表明,不定式 ἐλθεῖν 的逻辑主语是 τὸ ... δυνάμει(“潜能存在者”),而 τὸ ἐνεργείᾳ ὄν 修饰 τέλος(“到达现实存在的终点”)。语序上出现了倒装(hyperbaton),使得修饰 τέλος 的成分插在主语成分之间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1287.17-1288.29